163
πατήρ, ὅτι καὶ ταπείνωσίς σοι πρόσεστι καὶ πίστις κραταιὰ καὶ προθυμία ζέουσα καὶ εὐψυχία ὑπομονῆς καὶ σοφία λόγου, ᾗ οὐκ ἠδυνήθη ὑπαντῆσαι ὁ υἱὸς τῆς ἀπωλείας καὶ μυωξὸς τῆς ἀλογίας· καὶ χάρις θεῷ τῷ εὐθύβολον δόντι σοι στόμα καὶ γλῶσσαν διατέμνουσαν αἱρετικὴν γλωσσαλγίαν. Νῦν οὖν, υἱέ μου γνήσιε καὶ πατὴρ πολυπόθητε, ἔτι ἀγώνων ἔπαθλα, ἐπείπερ ἔμαθον ὅτι μετέστης εἰς τὸ κολαστήριον. στῆθι, παρακαλῶ, ἄνδρισαι, δέομαι, ἀρίστευσον, ἀντιβολῶ, δεῖξον ἔργα δυνάμεως θεοῦ ἐν τῇ ἀσθενεῖ ταύτῃ σαρκί, πρὸ τῶν ποδῶν σου ἱκετεύω· ἀπείποι ὁ κολάζων τῶν ἄλλω, τοῖς σοῖς ἡττηθεὶς ἀγωνίσμασιν. ἐν ἐπισκόποις, φῶς μου, λάμψον, ἐν μονάζουσι, ζωή μου, κορυφώθητι, ἐν ὁμολογηταῖς, σπλάγχνον μου ὁμοῦ καὶ κορυφή, στεφανώθητι· αἰνεσάτωσαν ἐπὶ σοὶ ὁ οὐρανὸς καὶ ἡ γῆ, δοξασάτωσαν ἱερεῖς καὶ ἱεράρχαι ὁμοῦ τε καὶ μονασταί, τῶν ἑαυτῶν ἕκαστος εἰσποιούμενος εἰς ἐγκαλλώπισμα διὰ τοῦ οἰκείου ἀξιώματος. ἔστω, ταλαιπωροῦμεν, λιμώττομεν, ἐκλείπομεν δίψει, ἀπορούμεθα, ἐξαπο ρούμεθα, προσθείην, μαστιγούμεθα· ἐπὶ ξύλου ὁ ποῦς, ἐπὶ δεσμοῦ ὁ τράχηλος, μάχαιρα, τὸ τελευταῖον, πῦρ. τί πρὸς τὴν βασιλείαν τῶν οὐρανῶν; τί πρὸς τὰ ἐν ἐπαγγελίαις ἀγαθά; καὶ ὅτι οὐκ ἔστι διὰ Χριστὸν πάσχοντα μὴ Χριστὸν ἔχειν ἐπικουροῦντα καὶ τοσοῦτον παραχωροῦντα πειρασθῆναι, ὁπόσον καὶ οἷόν τε ἐνεγκεῖν ἡμᾶς· μὴ γὰρ ἄλλος ἐστὶν ὁ θανατῶν καὶ ζωογονῶν; μὴ δὴ οὖν, ἀδελφέ, ἀτονήσωμεν, ἀκούοντες τοῦ λέγοντος, πέπεισμαι ὅτι οὔτε θάνατος οὔτε ζωὴ οὔτε ἄγγελοι οὔτε ἀρχαὶ οὔτε δυνάμεις οὔτε ἐνεστῶτα οὔτε μέλλοντα οὔτε ὕψωμα οὔτε βάθος οὔτε τις κτίσις ἑτέρα δυνήσεται ἡμᾶς χωρίσαι ἀπὸ τῆς ἀγάπης τοῦ θεοῦ. Οὕτως ἐλπίζω τὰ περὶ σοῦ, οὕτω καὶ αὐτὸς προσεύχου τὰ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ἐῶν οὓς ἀναξίως προσάπτεις μοι ἐπαίνους· εἰμὶ γὰρ ἐλαχιστότερος πάντων ἀνθρώπων. 235 {1Βησσαρίωνι τέκνῳ}1 Ἡδέως ἀνέγνων σου τὴν ἐπιστολήν, τέκνον μου, ἐν τῷ εὑρεῖν με τὴν ὑγίειάν σου καὶ προθυμίαν, τὴν ὑπομονὴν καὶ παράκλησιν· μακάριος εἶ, τέκνον μου Βησσαρίων, ὅτι διὰ Χριστὸν πάσχεις, φυλακὴν κατακριθεὶς παρὰ τῶν ἀσεβούντων, ἥτις ἐστὶ δόξα σοι καὶ στέφανος· τί οἴει πανθάνειν τοὺς Κρῆτας, ἀκούοντας ὅτι ὁμολογητὴς Χριστοῦ εἶ; εὐκλέησας καὶ τὸ γένος καὶ τὴν πατρίδα σου κἀμὲ τὸν ἀνάξιον, καὶ μέντοι τοὺς ἀδελφούς σου. ὀξύνου εἰς γνῶσιν θεοῦ, ἐπιστόμιζε τοὺς προσβάλλοντάς σοι αἱρετικούς, ὅτι Χριστὸς ἡ Χριστοῦ εἰκὼν τῇ κλήσει οὐ τῇ φύσει, ἐν ᾗ τιμᾶται (ὡς καὶ τοὐναντίον), οὕτως τῆς Θεοτόκου, οὕτως ἑκάστου ἁγίων. ἐν τῇ ὑπομονῇ σου κτῆσαι τὸν μισθόν σου, μνημονεύων κἀμοῦ τοῦ ἁμαρτωλοῦ, ἵνα διασῴζωμαι ἐν πᾶσιν. 236 {1Ὑπατίῳ τέκνῳ}1 Ἠρέσθην ἐν τοῖς γράμμασί σου, τέκνον μου, ὅτι ἐκεῖνα στέργεις καὶ ἀγαπᾷς, οἷα καὶ ὅσα φιλῶ ἐν Κυρίῳ, ὥστε ἀποδέξασθαί με καὶ τὴν προτέραν σου πρόθεσιν καὶ τὴν ὑστεραίαν ταπείνωσιν. ἔσο τοίνυν, τέκνον, εὐαρεστῶν τῷ θεῷ μετὰ τοῦ ἀδελφοῦ Λουκιανοῦ· οὐδὲ γὰρ εὐαγὲς οὔτε ἀπρόσκοπον διῃρημένους ὑμᾶς εἶναι, οὐ μόνον ἀδελφοὺς ὄντας, ἀλλὰ καὶ ἀπ' ἐμοῦ τοῦ ταπεινοῦ χωρισθέντας. οὐκ ἀρκεῖ μοι τοῦτο, ἀλλὰ καὶ μετὰ χώρισιν πάλιν χώρισις; φεῦ τοῦ κακοῦ· μή, παρακαλῶ. εἰ καὶ παρὰ διαβόλου, βασκαίνοντος τὴν ὁμόνοιαν καὶ διὰ τοῦτο ἢ ἀπεχθείας ἢ σχέσεις παραρτύοντος, ὡς ἐξ ἀμφοτέρων τὸν χωρισμὸν ἐργάσασθαι, ἀλλ' ἡμεῖς γε, τὰ νοήματα αὐτοῦ μὴ ἀγνοοῦντες, βιαζοίμεθα τὴν φύσιν καὶ ἕλκωμεν διὰ ταπεινώσεως τὸν ἔλεον τοῦ θεοῦ πρὸς τὸ μὴ διίστασθαι ἡμᾶς· εἴη γὰρ ὁ Χριστὸς οὕτω μεθ' ὑμῶν. τίς Πέτρου καὶ Ἰωάννου μείζων ἐν ἀπο-στόλοις; ἀλλὰ καὶ Πέτρος παραχωρεῖται ὑπὸ Ἰωάννου δημηγορεῖν, παίει καὶ Πέτρος, Παύλου λαλοῦντος· οὐ γὰρ ὅπως τὸ πρωτεῖόν τις ἁρπάσοι, ἀλλ' ὡς ἂν τὸ χρειῶδες γίνοιτο καὶ τὸ τακτικὸν αὐτοῖς ἐσκοπεῖτο. Οὕτω καὶ αὐτοὶ μιμηταὶ εἴητε τῶν ἁγίων. χαίρω ὅτι διὰ σοῦ προέρχεται λόγος εἰς τοὺς ζητοῦντας, ἀλλὰ μετὰ συμβουλίας. ἀλλὰ μὴ εἰς ὄψεις γυναικείας ἐκτὸς ἀνάγκης ἔρχεσθε, μή που πλήξωμεν ἢ πληγῶμεν ὡς ἔτι ἰάσασθαι