1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

163

θείας σαρκώσεως ἔτη χλʹ. Ῥωμαίων βασιλεὺς Ἡράκλειος ἔτη λαʹ. κθʹ. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη ιβʹ. εʹ. Κωνσταντ. ἐπίσκοπος Πύρρος ἔτη γʹ. αʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. ʹ. Τούτῳ τῷ ἔτει ἐπέρασεν Ἰὰδ πᾶσαν στρατιὰν τὸν Εὐφράτην καὶ καταλαμβάνει τὴν Ἔδεσαν. οἱ δὲ Ἐδεσηνοὶ ἀνοίξαντες ἔλαβον λόγον σὺν τῇ χώρᾳ καὶ τῷ στρατηλάτῃ καὶ τοῖς σὺν αὐτῷ Ῥωμαίοις. καὶ ἀπέρχονται ἐπὶ Κωνσταντίαν, καὶ πολιορκήσαντες αὐτὴν αἱροῦσιν αὐτὴν πολέμῳ καὶ τʹ Ῥωμαίους ἀνήλωσαν. καὶ ἐκεῖθεν ἀπῆλθον εἰς τὸ ∆αρᾶς καὶ ταύτην λαμβάνουσι πολέμῳ καὶ πολλοὺς ἐν αὐτῇ ἀπώλεσαν· καὶ οὕτω πᾶσαν τὴν Μεσοποταμίαν παρέλαβεν Ἰάδ. 341 λʹ. ʹ. βʹ. ζʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσαν οἱ Σαρακηνοὶ κατὰ Περσίδος καὶ συνάπτουσι πόλεμον μετ' αὐτῶν, καὶ νικήσαντες κατὰ κράτος πάντας τοὺς Πέρσας ὑπέταξαν. Ὁρμίσδας δέ, ὁ τῶν Περσῶν βασιλεύς, φυγῇ χρησάμενος ἐπὶ τοὺς ἐνδοτέρους Πέρσας ἀφεὶς τὰ βασίλεια κατέλαβεν. οἱ δὲ Σαρακηνοὶ ᾐχμαλώτευσαν τὰς τοῦ Χοσρόου θυγατέρας μετὰ πάσης τῆς βασιλικῆς ἀποσκευῆς· καὶ ἤχθησαν πρὸς Οὔμαρον. Αὐτῷ δὲ τῷ χρόνῳ ἐκέλευσεν Οὔμαρ ἀναγραφῆναι πᾶσαν τὴν ὑπ' αὐτὸν οἰκουμένην. ἐγένετο δὲ ἡ ἀναγραφὴ ἀνθρώπων καὶ κτηνῶν καὶ φυτῶν. λαʹ. ζʹ. γʹ. ηʹ. Τούτῳ τῷ ἔτει τελευτᾷ Ἡράκλειος ὁ βασιλεὺς μηνὶ Μαρτίῳ, ἰνδικτιῶνος ιδʹ, ὑδεριάσας, βασιλεύσας ἔτη λʹ καὶ μῆνας ιʹ. βασιλεύει δὲ μετ' αὐτὸν Κωνσταντῖνος, ὁ υἱὸς αὐτοῦ, μῆνας δʹ, καὶ φαρμακευθεὶς ὑπὸ Μαρτίνης, τῆς αὐτοῦ μητρυιᾶς, καὶ Πύρρου πατριάρχου τελευτᾷ. καὶ βασιλεύει Ἡρακλωνᾶς, ὁ Μαρτίνης υἱός, σὺν τῇ μητρὶ Μαρτίνῃ. Ῥωμαίων βασιλεὺς Ἡρακλωνᾶς μῆνας ʹ. Κωνσταντινουπόλεως ἐπίσκοπος Παῦλος ἔτη ιβʹ. αʹ. ηʹ. αʹ. θʹ. Τούτῳ τῷ ἔτει παραλαμβάνει Μαυΐας Καισάρειαν τῆς Παλαιστίνης μετὰ ἑπταετίαν τῆς πολιορκίας αὐτῆς· καὶ κτέννει ἐν αὐτῇ Ῥωμαίους χιλιάδας ἑπτά. Τούτῳ τῷ ἔτει ἀπώσατο ἡ σύγκλητος Ἡρακλωνᾶν ἅμα Μαρτίνῃ τῇ μητρὶ αὐτοῦ καὶ Βαλεντίνῳ· καὶ ἐγλωσσοκόπησαν Μαρτῖναν, καὶ ἐρρινοκόπησαν Ἡρακλωνᾶν, καὶ ἐξορίσαντες αὐτοὺς ἀνεβίβασαν Κώνσταν, υἱὸν Κωνσταντίνου, ἔγγονα Ἡρακλείου, ἐπὶ τῆς ἀρχῆς· καὶ ἐκράτησεν ἔτη κζʹ. Πύρρου δὲ ἐκβληθέντος τῆς ἐπισκοπῆς, 342 ἐχειροτονήθη πατριάρχης Κωνσταντινουπόλεως Παῦλος πρεσβύτερος καὶ οἰκονόμος τῆς ἐκκλησίας μηνὶ Ὀκτωβρίῳ ἰνδικτιῶνος ιεʹ, ἐπισκοπήσας ἔτη ιβʹ. Κόσμου ἔτη ρλδʹ. Τῆς θείας σαρκώσεως ἔτη χλδʹ. Ῥωμαίων βασιλεὺς Κώνστας ἔτη κζʹ. αʹ. Ἀράβων ἀρχηγὸς Οὔμαρος ἔτη ιβʹ. θʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη ιβʹ. βʹ. Ἀλεξανδρείας ἐπίσκοπος Κῦρος ἔτη ιʹ. ιʹ. Τούτῳ τῷ ἔτει βασιλεύσας Κώνστας πρὸς τὴν σύγκλητον ἔλεγεν· "τοῦ ἐμὲ γεγεννηκότος πατρὸς Κωνσταντίνου, ὃς ἐπὶ ζωῆς τοῦ ἰδίου πατρός, ἐμοῦ δὲ πάππου, Ἡρακλείου ἱκανὸν σὺν αὐτῷ ἐβασίλευσε χρόνον, μετὰ τοῦτον δὲ καὶ λίαν βραχύν· τὰς γὰρ χρηστοτάτας ἐλπίδας ὁ Μαρτίνης, τῆς αὐτοῦ μητρυιᾶς, φθόνος συνδιατμήξας τοῦ ζῇν ἀπήλλαξεν, καὶ τοῦτο διὰ Ἡρακλωνᾶν, τὸν ἐξ αὐτῆς καὶ Ἡρακλείου ἀθεμίτως γεγεννημένον· ἣν μάλιστα μετὰ τοῦ τέκνου ἡ ὑμετέρα σὺν θεῷ ψῆφος τῆς βασιλείας δικαίως ἐξέβαλεν, πρὸς τὸ μὴ ἰδεῖν ἐκνομώτατον τὴν βασιλείαν Ῥωμαίων, τοῦτο μάλα ἐγνωκυῖα ἡ ὑμετέρα ὑπερφυὴς σεμνοπρέπεια. διὸ παρακαλῶ ὑμᾶς ἔχειν συμβούλους καὶ γνώμονας τῆς κοινῆς τῶν ὑπηκόων σωτηρίας." ταῦτα εἰπὼν ἀπέλυσε τὴν σύγκλητον δωρεαῖς δαψιλέσι φιλοτιμησάμενος. βʹ. ιʹ. γʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ἤρξατο Οὔμαρ οἰκοδομεῖν τὸν ναὸν ἐν Ἱερουσαλήμ, καὶ οὐχ ἵστατο τὸ κτίσμα ἀλλὰ κατέπιπτεν· πυθομένῳ δὲ τὴν αἰτίαν εἶπον οἱ Ἰουδαῖοι ὅτι· "ἐὰν τὸν σταυρὸν τὸν ὄντα ἐπάνω τοῦ ναοῦ τοῦ ὄρους τῶν ἐλαιῶν οὐκ ἐπάρητε, οὐ στήκει τὸ κτίσμα." ἕνεκεν ταύτης τῆς ὑποθέσεως ἐπήρθη ὁ σταυρὸς ἐκεῖθεν, καὶ οὕτω συνεστάθη αὐτῶν ἡ οἰκοδομή. διὰ ταύτην τὴν αἰτίαν πολλοὺς σταυροὺς κατήγαγον οἱ μισόχριστοι. 343 Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ἔτη ιʹ. γʹ. ιαʹ. δʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐστασίασε Βαλεντινιανὸς ὁ πατρίκιος κατὰ Κώνσταντος, καὶ πέμψας ὁ βασιλεὺς τοῦτον ἀνεῖλε