1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

164

συγκατακλιθήσεσθαι. οὐκ οἶδα δέ, εἰ καὶ συναπελθεῖν αὐτῷ πεισθήσομαι. ὀκνοῦσαν δὲ αὐτὴν ἀπελθεῖν ὁ Ἀννουβίων προέτρεψεν αὐτὴν εἰπών· Πεί- σθητι ἐμοί τε καὶ Πέτρῳ καὶ αὐτῇ δὲ τῇ φωνῇ ὅτι <Φαῦστός> ἐστιν ὁ σὸς σύμβιος, ὃν οὐκ ἔλαττόν σου ἀγαπῶ. καὶ αὐτὸς αὐτῷ συμ<πορεύσομαι>. ταῦτα τοῦ Ἀννουβίωνος εἰπόντος ἡ μήτηρ συνελθεῖν ὑπέσχετο. ὁ δὲ Πέτρος <ἔφη· Ἁρμο>διώτατα ὁ θεὸς τὰ πράγματα ἡμῶν οἰκονομεῖ. ἔχομεν γὰρ μεθ' ἡμῶν Ἀννουβίων<α τὸν ἀστρολ>όγον. οὗτος γὰρ ἡμῖν ἐπιδημήσασι τῇ Ἀντιοχείᾳ περὶ γενέσεως τοῦ λοιποῦ ὡς φίλος γνη-

Καὶ δὴ τοῦ πατρὸς ὑπὸ νύκτα μεθ' ὧν ἐκέλευσε Πέτρος σὺν τῷ Ἀννουβίωνι ὁρμήσαντος ἐπὶ τὴν πλησίον Ἀντιόχειαν, ὄρθρου τῆς ἄλλης ἡμέ- ρας πρὶν προελθεῖν Πέτρον ἐπὶ τῷ διαλέγεσθαι ἐπανῆλθον εἰς τὴν Λαοδίκειαν τὸν Σίμωνα προπέμψαντες Ἀππίων καὶ Ἀθηνόδωρος ἐπιζητοῦντες τὸν πα- τέρα. ὁ δὲ <Πέτρος> μαθὼν ἐκέλευσεν αὐτοὺς εἰσέρχεσθαι. εἰσβάντων δὲ καὶ καθεσθέντων καί· Ποῦ Φαῦστος; εἰπόντων, ἀπεκρίνατο Πέτρος· Oὐκ ἴσμεν· αὐτῆς γὰρ ἑσπέρας πρὸς ὑμᾶς ἐλθὼν οὐκέτι τοῖς οἰκείοις ἐφάνη, χθὲς δὲ ὄρθρου καὶ Σίμων αὐτὸν ἐζήτησε, καὶ ἐπεὶ μηδὲν ἀπεκρινάμεθα πρὸς αὐτόν, οὐκ οἶδα τί δόξαν αὐτῷ, Φαῦστον ἑαυτὸν εἰπὼν μὴ πιστευ- θεὶς δακρύων καὶ κοπτόμενος ἀποκτέννειν ἑαυτὸν ἀπειλήσας ὡς ἐπὶ θάλασ- σαν ὥρμησε. ταῦτα ἀκούοντες ὅ τε Ἀππίων καὶ οἱ σὺν αὐτῷ ἐπολολύξαντες ἐκόψαντο λέγοντες· ∆ιὰ τί οὐ παρεδέξασθε αὐτόν; καὶ ἅμα τῷ βούλεσθαι τὸν Ἀθηνόδωρον εἰπεῖν μοι· Φαῦστος ἦν, ὁ πατήρ σου, ὁ Ἀππίων ὑποφθά- σας αὐτὸν εἶπεν· Ἐμάθομεν παρά τινος ὅτι εὑρὼν αὐτὸν ὁ Σίμων ἐξώρμησε, τὰ ἀληθῆ αὐτοῦ Φαύστου παρακαλέσαντος αὐτόν, ὅτι μὴ ἤθελεν ὁρᾶν τοὺς αὑτοῦ υἱοὺς Ἰουδαίους γεγενημένους. ἡμεῖς δὲ ταῦτα ἀκούσαντες τούτου ἕνεκεν ἤλθομεν ζητοῦντες αὐτόν. ἐπειδὴ δὲ ἐνταῦθα οὐκ ἔστι, φαίνεται ἀληθεύσας ὁ εἰπὼν ἡμῖν. ὡς οὖν παρ' αὐτοῦ ἀκούσαντες εἰρήκαμεν ὑμῖν. ἐγὼ δὲ Κλήμης συννοήσας τὴν τοῦ Πέτρου προαίρεσιν ὅτι ὑπόνοιαν αὐτοῖς ἐνσπεῖραι θέλει ὡς τὸν γέροντα ζητεῖν μέλλων παρ' αὐτοῖς, ἵνα φοβηθέντες φύγωσι, συνέδραμον αὐτοῦ τῷ βουλήματι καὶ πρὸς τὸν Ἀπ- πίωνα· Ἄκουσον, ἔφην, φίλτατέ μοι Ἀππίων· ἡμεῖς τὰ νομισθέντα ἡμῖν καλὰ ὡς πατρὶ δοῦναι ἐσπεύσαμεν· εἰ δὲ αὐτὸς οὐκ ἐβουλήθη λαβεῖν, ἀλλὰ τοὐναντίον βδελυξάμενος ἡμᾶς ἔφυγε, (τραχύτερόν τι ἐρῶ) οὐδὲ ἡμεῖς αὐτοῦ φροντίζομεν. ἐμοῦ ταῦτα εἰπόντος, ὡς ἐπ' ὠμότητι δυσχεράναν- τες ἀπῄεσαν καί (ὡς ἐμάθομεν τῆς ἄλλης) ἡμῶν ....... κατ' ἴχνη Σίμωνος ἐπὶ τὴν Ἰουδαίαν ὥρμησαν. Πλὴν ἡμερῶν δέκα διελθουσῶν <ἦλθέ τις> ἐκ τῆς Ἀντιοχείας παρὰ τοῦ πατρὸς ἀγγέλλων ἡμῖν πῶς ὁ πατὴρ δημο<σίᾳ στὰς τῆς> αὐτοῦ μορφῆς κατηγορῶν, Πέτρον εὐλογῶν τὴν πᾶσαν Ἀντιοχέων πόλιν εἰς πόθον μετέθηκεν, καὶ ἐκ τούτου πάντες ἐπιθυμεῖν αὐτὸν ἰδεῖν ἀπήγγελλον. ἐνίους δὲ καὶ χαλεπαίνοντας αὐτῷ ὡς Σίμωνι διὰ τὴν πρὸς Πέτρον ὑπερβάλλουσαν στοργὴν καὶ χεῖρας θέλειν ἐπιβαλεῖν τῷ Φαύστῳ ὡς Σίμωνι· διὸ μήπως ἀναιρεθῇ δεδοικότα, ἐξαυτῆς ἐλθεῖν πέμψαντα ἀξιοῦν τὸν Πέτρον, ὅπως αὐτὸν ζῶντα ἐπικαταλάβῃ καὶ τῇ πόλει ἀκμαζούσῃ πόθῳ τῷ πρὸς αὐτὸν

σιώτερον διαλεχθήσεται.