164
πατρικοῖς σπλάγχνοις διὰ τὴν μετάνοιαν, αὐτὸς καὶ νῦν πρόσδεξαι τῶν ἱκετῶν σου τὴν μετάγνωσιν, ὅτι οὐκ ἔστιν, ὃς οὐχ ἁμαρτήσεταί σοι· ἐὰν γὰρ ἀνομίας παρατηρήσῃ, Κύριε, Κύριε, τίς ὑποστήσεται; Ὅτι παρὰ σοὶ ὁ ἱλασμός ἐστιν. Καὶ ἀποκατάστησον αὐτοὺς τῇ ἁγίᾳ σου Ἐκκλησίᾳ ἐν τῇ προτέρᾳ ἀξίᾳ καὶ τιμῇ διὰ τοῦ Χριστοῦ, τοῦ Θεοῦ καὶ σωτῆρος ἡμῶν, δι' οὗ σοι δόξα καὶ προσκύνησις ἐν τῷ ἁγίῳ πνεύματι εἰς τοὺς αἰῶνας· ἀμήν. Καὶ ὁ διάκονος λεγέτω· Ἀπολύεσθε, οἱ ἐν μετανοίᾳ. Καὶ προστιθέτω· Μήτις τῶν μὴ δυναμένων προσελθέτω. Ὅσοι πιστοί, κλίνωμεν γόνυ· δεηθῶμεν τοῦ Θεοῦ διὰ τοῦ Χριστοῦ αὐτοῦ, πάντες συντόνως τὸν Θεὸν διὰ τοῦ Χριστοῦ αὐτοῦ παρακα λέσωμεν. Ὑπὲρ τῆς εἰρήνης καὶ τῆς εὐσταθείας τοῦ κόσμου καὶ τῶν ἁγίων Ἐκκλησιῶν δεηθῶμεν, ὅπως ὁ τῶν ὅλων Θεὸς ἀΐδιον καὶ ἀναφαίρετον τὴν ἑαυτοῦ εἰρήνην ἡμῖν παράσχοιτο, ἵνα ἐν πληροφορίᾳ τῆς κατ' εὐσέβειαν ἀρετῆς διατελοῦντας ἡμᾶς συντηρήσῃ. Ὑπὲρ τῆς ἁγίας καθολικῆς καὶ ἀποστολικῆς τοῦ Θεοῦ Ἐκκλησίας τῆς ἀπὸ περάτων ἕως περάτων τῆς οἰκουμένης δεηθῶμεν, ὅπως ὁ Κύριος ἄσειστον αὐτὴν καὶ ἀκλυδώνιστον διαφυλάξῃ καὶ διατηρήσῃ μέχρι τῆς συντελείας τοῦ αἰῶνος τεθεμελιωμένην ἐπὶ τὴν πέτραν. Καὶ ὑπὲρ τῆς ἐνθάδε ἁγίας παροικίας δεηθῶμεν, ὅπως καταξιώσῃ ἡμᾶς ὁ τῶν ὅλων Κύριος ἀνενδότως τὴν ἐπουρά νιον αὐτοῦ ἐλπίδα μεταδιώκειν καὶ ἀδιάλειπτον αὐτῷ τῆς δεήσεως ἀποδιδόναι τὴν ὀφειλήν. Ὑπὲρ πάσης ἐπισκοπῆς τῆς ὑπὸ τὸν οὐρανὸν τῶν ὀρθοτομούντων τὸν λόγον τῆς σῆς ἀληθείας δεηθῶμεν. Καὶ ὑπὲρ τοῦ ἐπισκόπου ἡμῶν Ἰακώβου καὶ τῶν παροικιῶν αὐτοῦ δεηθῶμεν, ὑπὲρ τοῦ ἐπισκόπου ἡμῶν Κλήμεντος καὶ τῶν παροικιῶν αὐτοῦ δεηθῶμεν, ὑπὲρ τοῦ ἐπισκόπου ἡμῶν Eὐοδίου καὶ τῶν παροικιῶν αὐτοῦ δεηθῶ μεν, ὑπὲρ τοῦ ἐπισκόπου ἡμῶν Ἀννιανοῦ καὶ τῶν παροικιῶν αὐτοῦ δεηθῶμεν, ὅπως ὁ οἰκτίρμων Θεὸς χαρίσηται αὐτοὺς ταῖς ἁγίαις αὐτοῦ Ἐκκλησίαις σώους, ἐντίμους, μακροημε ρεύοντας, καὶ τίμιον αὐτοῖς τὸ γῆρας παράσχηται ἐν εὐσεβείᾳ καὶ δικαιοσύνῃ. Καὶ ὑπὲρ τῶν πρεσβυτέρων ἡμῶν δεηθῶμεν, ὅπως ὁ Κύριος ·ύσηται αὐτοὺς ἀπὸ παντὸς ἀτόπου καὶ πονηροῦ πράγματος καὶ σῶον καὶ ἔντιμον τὸ πρεσβυτέριον αὐτοῖς παράσχοι.