Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
εἰσεδέξαντο τῆς ἀληθείας τὸ φῶς, ἐπέγνωσαν τὴν ἀλήθειαν, ἔμαθον τῆς εὐσεβείας τὰς ὁδοὺς, εἰσῆλθον εἰς τὰς θείας αὐ λὰς, ὑμνολογοῦσι λοιπὸν τὸν τῶν ὅλων σωτῆρα Χρι στόν.] Τρυγὼν [εὗρεν] νοσσιὰν ἑαυτῇ. (B f. 351, E f. 173 b, F f. 138 b, G f. 95 b, H f. 336 b, K f. 152, L f. 198 b) Θαυμάζουσιν, ὡς ἔφην, τῆς Ἐκκλησίας τὸ κάλλος· ἐπαινοῦσι δὲ καὶ τῶν ἐν αὐταῖς διδασκάλων τὸ ἐπιεικὲς, ὅτι καθάπερ τινὲς τρυ γόνες τοὺς ἑαυτῶν θάλπουσι νεοττοὺς παρὰ τοῖς θείοις θυσιαστηρίοις. Νεοττοὶ δὲ διδασκάλων, οἱ δι' αὐτῶν πιστεύοντες· πατέρες γάρ εἰσι πνευματικοί. Ἔθος δὲ τῇ θεοπνεύστῳ Γραφῇ τρυγόσιν ἀφομοιοῦν τοὺς ἁγίους μυσταγωγούς. Καὶ διὰ ποίαν αἰτίαν; Λαλίστατος καὶ εὔφωνός ἐστιν ἡ τρυγών· ἡμῖν δὲ τοῖς φιλομαθέσιν, οἱ τῶν μυσταγωγούντων εἰσὶ λό γοι. Τρυγόνες οὖν οὗτοι ἄρα εἰσὶ πνευματικοί. Οὐχὶ ἡ ψυχὴ δὲ μόνη γάννυται καὶ ἀγάλλεται, ἀλλὰ καὶ τὸ σῶμα κεκοινώνηκε τῆς θυμηδίας, δεξάμενον τὴν ἐλπίδα τῆς ἀναστάσεως. Τοῦτο γὰρ ὁ λόγος αἰ νίττεται. ∆ιὰ τοῦτο καὶ ζῶντα τὸν Θεὸν προσηγό ρευσεν, ὡς ζωῆς ὑπάρχοντα χορηγόν. Ἐπειδὴ γὰρ καὶ οἱ Βαβυλώνιοι θεοὶ, καὶ μὲν δὴ καὶ οἱ τῶν ἡμε τέρων προγόνων, καὶ ἄψυχοι ἦσαν καὶ ἀναίσθητοι παντελῶς, καὶ μάλα εἰκότως οἱ ἐκείνων ἀπαλλαγέντες, ζῶντα τὸν ἀληθῆ Θεὸν ὀνομάζουσι. [Μακάριοι οἱ κατοικοῦντες ἐν τῷ οἴκῳ σου. Ἐν γὰρ ταῖς ἐκκλησίαις μάλιστα τὰς τῆς σωτη ρίας συλλέγουσιν ἀφορμὰς οἱ τῶν ἁγιοπρεπῶν σπου δασμάτων ἐπιστήμονες· λαλεῖ γὰρ ἐν αὐτοῖς τὸ Πνεῦμα τὸ ἅγιον διὰ προφητῶν ἁγίων, διὰ φωνῆς ἀποστόλων καὶ εὐαγγελιστῶν. Καὶ ὥσπερ ἐν ἰατρείῳ πολλοὶ μὲν οἱ νοσοῦντές εἰσιν, ἐσθότε καὶ κατὰ δια φόρους τρόπους, ἔξεστι δὲ ἑκάστῳ τῆς προσφόρου θεραπείας τυχεῖν· οὕτω καὶ ἐν ταῖς ἐκκλησίαις εὑρίσκομεν.] Ἀναβάσεις ἐν τῇ καρδίᾳ αὐτοῦ διέθετο. (E f. 174) Καὶ ποίας ἀναβάσεις; Τὰς εἰς οὐρανὸν δηλονότι. ∆ιενθυμούμεθα γὰρ καθ' ἑαυτοὺς, καὶ ἐν ἐλπίσιν ἐσμὲν ὅτι εἰς τὴν ἄνω πόλιν ἀναβησόμεθα, 69.1209 τὴν τῶν ἁγίων μητέρα, τὴν ἐν οὐρανοῖς Ἐκκλησίαν, κἀκεῖ συνεσόμεθα τῷ πάντων Σωτῆρι Χριστῷ. [Θεὸς θεῶν ὁ ὀφθεὶς κατὰ σάρκα. Μὴ τοίνυν ταῖς Ἰουδαϊκαῖς ἀμαθίαις κατακολουθεῖν σπουδάζωμεν, πιστεύωμεν δὲ μᾶλλον ὅτι καὶ Υἱός ἐστιν ἀληθῶς, καὶ ἐκ Θεοῦ Θεὸς, ὁ κατὰ σάρκα ἐκ γυναικὸς ὁ δι' ἡμᾶς καταβεβηκὼς ἐν τοῖς καθ' ἡμᾶς, ἵνα ἡμᾶς εἰς τὴν ἰδίαν ἀνακομίσῃ δόξαν, ἵνα ἐν αὐτῷ τὸ δοῦλον υἱοποιηθῇ· πλουτήσῃ τὸ ἐν πτωχείᾳ· κρεῖττον γέ νηται θανάτου τὸ ὑπὸ φθορὰν, ἅγιον τὸ ὑφ' ἁμαρ τίαν. Ταῦτα γὰρ πάντα πεπλουτήκαμεν διὰ τῆς ἐπι φανείας τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ.] Κύριε ὁ Θεὸς τῶν δυνάμεων. (B f. 360, E f. 174 b, G f. 96, H f. 338, K f. 152 b, L f. 199) Κύριον δὲ τῶν δυνάμεων καὶ Θεὸν Ἰακὼβ ὀνομάζει Χριστὸν, ἵνα μή τις πρόσφατον αὐτὸν νο μίσῃ Θεὸν διὰ τὴν κατὰ σάρκα γέννησιν, πιστεύω μεν δὲ μᾶλλον ἐκεῖνον ὑπάρχειν, ᾧ καὶ αὐτοὶ λελα τρεύκασιν οἱ τοῦ Ἰσραὴλ πατέρες, ὃν ἐν προγνώσει τεθέανται, οὗ τὸ μυστήριον οὐκ ἠγνόησαν, ἀποκα λύπτοντος δηλονότι τοῦ Θεοῦ καὶ Πατρὸς, καὶ διὰ τῆς φωταγωγίας τοῦ ἁγίου Πνεύματος. Ἐξελεξάμην παραριπτεῖσθαι ἐν τῷ οἴκῳ τοῦ Θεοῦ μᾶλλον ἢ οἰκεῖν με ἐπὶ σκηνώμασιν ἁμαρτω λῶν. (G f. 96 b) Τῆς σῆς κηδεμονίας, ὦ ∆έσποτα, ὁ σὸς λαὸς ἀπολαύων ἀεὶ τῷ σῷ προσεδρεύει ναῷ, πολλὴν ἐντεῦθεν τὴν ὠφέλειαν καρπούμενος. Ἃ γὰρ ἐν μιᾷ τῇ σῇ ἡμέρᾳ ἐδρέψατο, οὐκ ἂν ἐτέρωθεν συναγάγοι, πολλὰς ἀναλώσας ἡμερῶν χιλιάδας. Ταῦ τα μὲν καὶ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις λέγειν ἥρμοττεν, ἀσεβέσιν ἀνθρώποις συμβιωτεύειν ἠναγ κασμένοις, κέρδος δὲ ἐντεῦθεν ποριζομένοις οὐδὲν, λογιζομένοις τὴν ἀπὸ τοῦ Θεοῦ νεῶ πάλιν ὠφέλειαν. [Ὅτι ἔλεος καὶ ἀλήθειαν ἀγαπᾷ Κύριος. Καλὴν τῷ ψαλμῷ ὁ προφήτης σφραγίδα ἐπέθηκε τὴν εἰς Θεὸν ἐλπίδα, ἧς μακάριον ἔχεσθαι· ἄγκυρα γὰρ τῷ χειμαζομένῳ, τῷ δὲ πολεμουμένῳ τεῖχος ἀῤῥαγὲς γίνεται.]
ΨΑΛΜΟΣ ΠΕʹ.