1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

164

μέχρις Εὐφράτου ποταμοῦ. Ὁ Πομπήιος παραδοὺς Σκαύρῳ διέπειν καὶ δύο Ῥωμαϊκὰ τάγματα πρὸς συμμαχίαν εἰς Ῥώμην ἠπείγετο διὰ Κιλικίας, αὐτὸς τὸν μέγιστον κατα τάξων θρίαμβον, ἐπαγόμενος τοὺς ἡττηθέντας αὐτῷ βασιλεῖς Φαρνάκην Μηθριδάτου υἱόν, τὸν καὶ καρτερήσαντα τὸν ἴδιον ἀνελεῖν πατέρα Μηθρι δάτην τῇ πρὸς Πομπήιον χάριτι καὶ αὖθις κατὰ Ῥωμαίων στασιάσαντα, Κόλχων ἤτοι Λαζῶν βασιλέα, ἄρχοντας Ἰβήρων κʹ, Ἀριστόβουλον Ἰοδαίων βασιλέα σὺν θυγατράσι δυσὶ καὶ υἱοῖς, Ἀλεξάνδρῳ καὶ Ἀντιγόνῳ, ὧν ὁ νεώτερος ἐκ τῆς ὁδοῦ διαδρὰς Ἀλέξανδρος εἰς τὴν Ἰουδαίαν ἐπάνεισι στασιάσων, ὡς δηλωθήσεται.

360 ΓΕΩΡΓΙΟΥ ΤΟΥ ΕΥΛΑΒΕΣΤΑΤΟΥ ΜΟΝΑΧΟΥ ΚΑΙ ΣΥΓΚΕΛΛΟΥ ΓΕΓΟΝΟΤΟΣ

ΤΑΡΑΣΙΟΥ ΤΟΥ ΑΓΙΩΤΑΤΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ ΚΩΝΣΤΑΝΤΙΝΟΥΠΟΛΕΩΣ ΣΥΝΤΑΞΙΣ ΗΤΟΙ ΧΡΟΝΟΓΡΑΦΙΑ ΕΝ ΕΠΙΤΟΜΩΙ ΑΠΟ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΙΟΥΛΙΟΥ ΚΑΙΣΑΡΟΣ ΡΩΜΑΙΩΝ ΕΤΟΥΣ ΑΠΟ ΚΤΙΣΕΩΣ ΚΟΣΜΟΥ ΕΥΛ∆ ΜΕΧΡΙ ΤΗΣ ΒΑΣΙΛΕΙΑΣ ΤΟΥ ΠΡΩΤΟΥ ΕΤΟΥΣ ∆ΙΟΚΛΗΤΙΑΝΟΥ ΚΟΣΜΟΥ ΕΤΟΥΣ ΕΨΟΖ ΟΜΟΥ ΕΤΗ ΤΜΤ

Πομπήιος οὖν πολιορκίᾳ λαβὼν τὰ Ἱεροσόλυμα Ἀριστόβουλον μὲν δέσμιον

σὺν τοῖς παισὶν Ἀλεξάνδρῳ καὶ Ἀντιγόνῳ κατεῖχεν εἰς Ῥώμηνἀπιών, θριαμβεύσων καὶ ἄλλων ἐθνῶν βασιλεῖς καὶ ἡγεμόνας· Ὑρκανῷ δὲ τῷ τούτου ἀδελφῷ τὴν ἀρχιερωσύνην ἐγχειρίσας ὑποφόρους ἔταξε Ῥωμαίοις Ἰουδαίους. Καὶ Κικέρων ὁ ῥήτωρ καὶ συγκλητικὸς παρὰ Ῥωμαίοις ἤκμαζεν. οὗτος καθεῖλε Κάτελλον καὶ Κέθηγον καὶ Λέντουλλον συνομοσαμένους κατὰ τῆς συγκλήτου. Πομπήιος ἐλθὼν εἰς Ῥώμην καὶ θριαμβεύσας ἐπὶ νίκαις πολλαῖς αὐτο κράτωρ ἀνηγορεύθη καὶ ἑνοῦται φιλίᾳ Γαΐῳ Ἰουλίῳ Καίσαρι καὶ γαμβρὸς ἐπὶ θυγατρὶ Ἰουλίᾳ γίνεται. ὁ δὲ Γάιος χειροτονηθεὶς κατὰ Γάλλων καὶ Βρεττανῶν στρατηγὸς ἐκπέμπεται, μεγάλαις μάχαις ἐν ἔτεσι δέκα Γάλ λους καὶ Βρεττανοὺς Ῥωμαίοις ὑποτελεῖς καταστήσας, φʹ πόλεις κατέχον τας, ὡς ἱστορεῖ Πλούταρχος ὁ Χερρωνεὺς φιλόσοφος. Ἀλέξανδρος υἱὸς Ἀριστοβούλου πρεσβύτερος διαδρὰς τὸν Πομπήιον εἰς τὴν Ἰουδαίαν ἔρχεται καὶ πρὸς βραχὺ κρατήσας πολλῶν Ἰουδαίων καὶ 361 αὐτῆς τῆς ἀρχῆς ὑπὸ Γαβινίου καὶ Ἀντωνίου πολεμηθεὶς ἐκβάλλεται. παραλαμβάνει τε Ὑρκανὸς αὖθις τὴν κηδεμονίαν τοῦ ἱεροῦ, τὴν δὲ ἄλλην πολιτείαν ταῖς Ἀντιπάτρου συμβουλίαις διαιροῦσιν εἰς πέντε, τὸ πρῶτον μέρος Ἱεροσολύμοις ἀπονείμαντες, τὸ βʹ ∆ώροις, τὸ γʹ Ἀμαθοῦντι, τὸ δʹ Ἱεριχοῦντι, τὸ εʹ Σεπφωρίδι πόλει Γαλιλαίας. κἀκ τούτου τὸ λοιπὸν ἐδό κουν ἀριστοκρατικῶς ζῆν, εἰ μὴ φυγὼν ἐκ Ῥώμης ἦλθεν Ἀριστόβουλος σὺν Ἀντιγόνῳ νεωτέρῳ παιδί· καὶ πάλιν ἀρχὴ γέγονεν αὐτῷ θορύβων καὶ Ἰουδαίους πολλοὺς προσλαβόμενος καὶ τὸ φρούριον ἀνατειχίζειν τὴν Ἀλεξάνδρειαν ἐπειγόμενος. τάχιστα δὲ συλληφθεὶς ἐπὶ μάχῃ φεύγων σὺν τῷ υἱῷ, Γαβινίου στείλαντος ἐπ' αὐτὸν Σισένναν καὶ Ἀντώνιον καὶ Σερουια νὸν ἐν δυνάμει Ῥωμαϊκῇ, δεσμώτης αὖθις εἰς Ῥώμην ἀναπέμπεται. καὶ ἦν μόνος Ἀλέξανδρος ἐπὶ τῆς Ἰουδαίας, ποτὲ μὲν φεύγων Ῥωμαίους, ποτὲδὲ παρενοχλῶν Ὑρκανῷ καὶ Ἀντιπάτρῳ τὴν ἐπιμέλειαν τῆς χώρας ὑπὸ Πομπηίου καὶ τῷ μετὰ ταῦτα πεπιστευμένῳ· ὃς ὑπὸ Γαβινίου πεμφθεὶς πολέμῳ τὸν Ἀλέξανδρον τρέπεται, μυρίους ἀνελὼν τῶν σὺν αὐτῷ καὶ τοὺς ἄλλους δισμυρίους φυγῇ σκεδάσας συμμαχούντων Ἰουδαίων περὶ τὸ Ἰταβύριον ὄρος. Τότε Κράσος διαδεξάμενος Γαβίνιον καὶ τὴν Συριακὴν παραλαβὼν ἀρ χὴν ἐπὶ Πάρθους ἤτοι Πέρσας στρατευσάμενος αὐθαιρέτως τὸν ἄλλον τοῦ ναοῦ τῶν Ἰουδαίων ἅπαντα κόσμον ἐσύλησε καὶ τὰ δισχίλια τάλαντα ὧν ὁ Πομπήιος ἐφείσατο. διαβὰς δὲ τὸν ποταμὸν Εὐφράτην ὄλλυται σὺν τῷ πλήθει, Κασσίου ταμία τοῦ αὐτοῦ Κράσου τοὺς περισωθέντας ἀνακτη σαμένου καὶ τοὺς αὐτοὺς Πέρσας φόνῳ πολλῷ τῆς ὅλης