164
σιτίων τῇ στρατιᾷ ἐπιλιπόντων, καὶ ἐνδείας οὔ 1.464 σης ἤδη λαμπρᾶς τῷ στρατοπέδῳ καὶ δεομένων ἢ διαγωνίζεσθαι πρὸς τοὺς πολεμίους, ἢ ἀναχωρεῖν, ὥστε καὶ αὐτὸν τὴν ἔνδειαν συνορῶντα πολλοῖς τὴν ἐς τὰ οἰκεῖα ἐπιτρέψαι ἀναχώρησιν, προσεδέξατό τε τὴν πρεσβείαν, καὶ ἐγένοντο αἱ συνθῆκαι ἐπὶ τούτοις, ὥστε Ῥωμαίους καὶ Μυσοὺς ποιήσασθαι σπονδὰς, καὶ μηδὲν ἀλλήλους ἀδικεῖν· ἀλλ' Ἀγχίαλον μὲν ἀπολαβεῖν Ῥωμαίους, ἀποδοῦναι δὲ ∆ιάμπολιν, καὶ τοῦ λοιποῦ εἰρήνην ἄγειν ἔχοντας ἃ ἔχουσιν ἑκατέρους. τοιαῦτα μὲν ἀμφοτέροις τοῖς βασιλεῦσιν ἐγεγένηντο αἱ σπονδαὶ ἑβδόμῃ καὶ δεκάτῃ μηνὸς Ἰουλίου ἱσταμένου· καὶ οἱ ἀποληψόμενοι τὰς πόλεις καὶ τοὺς ὅρκους παρῆσαν ἑκατέροις παρ' ἀλλήλων. κζʹ. Τῆς αὐτῆς δὲ νυκτὸς καθ' ἣν ἔμελλον εἰς τὴν ὑστεραίαν τελεσθήσεσθαι οἱ ὅρκοι, ἧκον πρὸς τὸν Ἀλέξανδρον κατὰ συμμαχίαν στρατιὰ ἀπὸ Σκυθῶν. ἦν γὰρ δὴ αὐτοὺς προσκεκλημένος ἐπὶ Μπελαοῦρον τὸν θεῖον, ὃς διαστασιάσας πρὸς αὐτὸν καὶ μέρος τῆς ἀρχῆς παρασπασάμενος, λυπηρὸς ἦν καὶ κακῶς ποιῶν τὴν χώραν. νομίσας δὲ εἰς δέον χρήσεσθαι τῷ καιρῷ, εἰ τούτους ἐξαπατήσας ἐπαγάγοι βασιλεῖ, τὸν θεῖον ἔλεγεν αὐτοῖς ἐγγὺς παρεῖναι, ᾧ δέον πρὶν αἰσθέσθαι ἐπελθεῖν· ἐκεῖνον δὲ μηδὲν εἰδότα τῶν γεγενημένων προθύμως καταστῆναι εἰς τὸν πόλεμον εἰκός· τούτου δὲ γενομένου, ἐκεῖνον τε διαφθαρήσεσθαι ῥᾷστα κρατηθέντα ὑφ' ἡμῶν ὄντων πολλαπλασιόνων καὶ ἡμᾶς πόνων ἀπαλλάξεσθαι μακρὰν ἀ 1.465 νύειν μέλλοντας ὁδόν. καὶ ἔπεισέ γε τοὺς βαρβάρους μὴ συνιδόντας τὴν ἀπάτην· βασιλεῖ γὰρ οὐκ ἂν ἐπῆλθον, εἴπερ ἔγνωσαν, διὰ τοὺς ὅρκους καὶ τὰς σπονδὰς, οὓς ἦσαν νεωστὶ πρὸς αὐτὸν πεποιημένοι. ἅμα δὲ ὄρθρῳ ὁπλισάμενοι, ἐχώρουν διὰ τῶν στενῶν ἐπὶ Ῥωμαίους. αἰσθόμενοι δὲ οἱ βασιλέως σκοποὶ, αὐτόθι γὰρ ἦσαν τεταγμένοι, ἀπήγγελλον τὴν ἔφοδον κατὰ τάχος· καὶ ὁ βασιλεὺς ἐκέλευεν ὁπλίζεσθαι τὴν στρατιάν. ἐπεὶ δὲ ὡπλίσαντο, ἐξῄεσαν τεταγμένοι κατὰ φάλαγγας ἓξ οὔσας πρὸς ταῖς δέκα. ἦρχε δὲ τοῦ μὲν δεξιοῦ κέρως ὁ πρωτοστράτωρ, τοῦ δὲ ἀριστεροῦ Τζαμπλάκων ὁ μέγας παπίας, τὸ μέσον δὲ αὐτὸς ἐπεῖχεν ὁ βασιλεύς. ἓξ δὲ φάλαγγες τὸ μέτωπον ἐπλήρουν ἅπαν· καὶ μετ' αὐτοὺς ἦσαν αἱ δέκα τεταγμέναι ὡς ἕκαστοι μετὰ τῶν στρατηγῶν. βασιλεὺς δὲ ἠνιᾶτο μὲν ἠπατημένος ὡς πολὺ τῆς στρατιᾶς διὰ τὴν τῶν συνθηκῶν ἐλπίδα ἐπιτρέψας. οἴκαδε ἀναχωρεῖν. ὅμως δὲ πρὸς μόνους τοὺς Μυσοὺς τὸν ἀγῶνα ἔσεσθαι νομίζων, ἐπῄει θαῤῥῶν αὐτοῖς. ἀπιοῦσι δὲ ἠκούετο σάλπιγξ ἠχοῦσα Σκυθική. ἠχεῖ γὰρ οὐ κατὰ τὰς ἄλλας, ἀλλ' ἄγριόν τι καὶ ἀπηχὲς, ὁποῖον ἱκανὸν εἶναι τοὺς βαρβάρους ἐρεθίζειν πρὸς θυμόν. διὸ καὶ γνώριμός ἐστι καὶ πόῤῥωθεν ἀκουομένη. νομίσας δὲ ὁ βασιλεὺς οὐ Σκύθας εἶναι, οὐδὲ γὰρ ἂν ἠθετηκέναι τὰς σπονδὰς τὰς πρὸς αὐτὸν, ἀλλὰ τοὺς πέραν Ἴστρου Γέτας, οἳ ὁμόσκευοι τοῖς Σκύθαις ὡς τὰ πολλά εἰσιν ἱπποτοξόται, κατὰ συμμαχίαν παρόντας πρὸς ἔκπληξιν τῇ Σκυθι 1.466 κῇ σάλπιγγι χρῆσθαι, οἷς θαῤῥοῦντα καὶ Ἀλέξανδρον προθύμως πρὸς τὸν πόλεμον χωρεῖν, ἀντεπῄει καὶ αὐτὸς θαῤῥῶν. ἐπεὶ δὲ ἐγγὺς ἀλλήλων ἦσαν ὅσον ὁρᾶσθαι, ὅ,τε ἥλιος τὸν ὁρίζοντα ὑπερβὰς, ἐνεργεστέραν ταῖς ὄψεσι τὴν δύναμιν παρεῖχε, τότ' ἤδη καθαρῶς ἐφαίνετο Σκυθικὴ εἶναι ἡ ἐπιοῦσα στρατιά· οὐ γὰρ ἦσαν τεταγμένοι μετὰ τῶν Μυσῶν, ἀλλ' ἰδίαν αὐτοὶ ἐπεῖχον τάξιν. ἐπεὶ δὲ ἐγγὺς ἦσαν ὅσον ἐμβαλεῖν, οἱ Σκύθαι τὸν μὲν βασιλέα μετὰ τῶν προτάκτων παρεξέκλιναν· ἐπὶ δὲ τοὺς ἐπιτάκτους ἐχώρουν καὶ ἐτρέψαντο ἀντισχόντας ἐπ' ὀλίγον καὶ τὴν δίωξιν ἐποιήσαντο ἄχρι Ῥωσοκάστρου. ἐκεῖ δὲ συστραφέντες οἱ Ῥωμαῖοι, ἠμύνοντο τοὺς βαρβάρους ἔξω τῶν τειχῶν. βασιλεὺς δὲ ἅμα ταῖς προτεταγμέναις ἓξ φάλαγξι, καίτοι τῶν ὀπίσω τετραμμένων εἰς φυγὴν, οὐδὲν μᾶλλον ὑπεχώρησεν, ἀλλ' ἴη κατευθὺ Μυσῶν, καὶ συνέβαλον ὀλίγοι πρὸς πολλαπλασίους. μάχης δὲ καρτερωτάτης ἐφ' ἱκανὸν γεγενημένης, καὶ χειρὸς ἔργα καὶ τόλμης ἄξια πολλὰ τῶν Ῥωμαίων ἐπιδειξαμένων, τέλος ὑπὸ τοῦ πλήθους τῶν Μυσῶν ἐκβιαζόμενοι καὶ ἐν κινδύνῳ ἤδη καθεστῶτες, ὑπεχώρησαν ὀπίσω. βασιλεὺς