164
̓Αμβιβοῦχος. καὶ τὸν Μάρκον ̔Ροῦφος διαδέχεται Αννινος. ἐφ' ου δὴ τελευτᾷ Καῖσαρ αὐτοκράτωρ ̔Ρωμαίων, αρξας ετη ἑπτὰ καὶ πεντήκοντα μῆνάς τε εξ ἐφ' ἡμέραιν δυοῖν, ἀφ' ων τεσσαρεσκαίδεκα ετη αὐτῷ συνῆρξεν ̓Αντώνιος, ὡς ειναι τὸν τῆς μοναρχίας αὐτοῦ χρόνον ἐνιαυτοὺς τεσσαράκοντα πρὸς τρισί, κατὰ δέ τινας τέσσαρσιν. ἐβίω δὲ ετη ἑβδομήκοντα καὶ ἑπτά. ̔Η δὲ μοναρχία μετήνεκτο εἰς Τιβέριον τῆς τοῦ Καίσαρος γυναικὸς ̓Ιουλίας υἱόν. ὑφ' ου Γράτος Οὐαλλέριος εἰς ̓Ιουδαίαν εσταλτο ἡγεμών· ος παύσας τὸν Ανναν τῆς ἀρχιερωσύνης ̓Ισμαὴλ ἀποδεί2.11 κνυσι τὸν τοῦ Φαβί, καὶ τοῦτον δὲ μεταστήσας μετ' οὐ πολὺ ̓Ελεάζαρ τῷ τοῦ Αννα υἱῷ ἀπονέμει τὴν τοῦ ἱερᾶσθαι τιμήν, καὶ μετ' ἐνιαυτὸν ἀντεισάγει Σίμωνα τὸν Καμίθου. καὶ τούτῳ τὸν ισον χρόνον ἱερασαμένῳ ̓Ιωσὴφ ὁ Καϊάφας διάδοχος ην. Καὶ Γράτος ἐπὶ ενδεκα ετη τῆς ̓Ιουδαίας αρξας, καὶ ταῦτα πράξας, εἰς ̔Ρώμην ὑπανεχώρησε· Πόντιος δ' ηκε Πιλάτος τὴν ἡγεμονίαν ἀναδεξάμενος. ὁ δὲ τετράρχης ̔Ηρώδης φίλος τῷ Τιβερίῳ χρηματίζων πρὸ τῆς ἀρχῆς, οἰκοδομεῖ μετὰ τὴν μοναρχίαν πόλιν αὐτῷ ἐπώνυμον ἐν τῇ Γαλιλαίᾳ ἐπὶ τῇ λίμνῃ Γεννησαρέτ, Τιβεριάδα καλέσας αὐτήν. Πιλάτος δὲ στρατιὰν ἐκ Καισαρείας μεθιδρύσας χειμαδιοῦσαν ἐν ̔Ιεροσολύμοις, σημαίας εἰς τὴν πόλιν ὑπὸ νύκτα εἰσήγαγεν εἰκόνας ἐχούσας Καίσαρος, ἀπαγορεύοντος ̓Ιουδαίοις τοῦ νόμου εἰκόνας εχειν. ἐπεὶ δ' ἐγνώσθη τὸ πεπραγμένον, πλῆθος ωρμησεν εἰς Καισάρειαν αἰτούμενον τὴν τῶν εἰκόνων μετάθεσιν, καὶ πενθημέρους ἱκετείας διὰ τοῦτο πεποίηντο. μὴ συγχωροῦντος δὲ Πιλάτου, ὡς ἐντεῦθεν δῆθεν ὑβριζομένου τοῦ Καίσαρος, ἐπεὶ τὸ πλῆθος οὐκ ἀνίει δεόμενον, κατὰ τὴν εκτην ἡμέραν περιστήσας στρατιώτας ἐνόπλους σφίσιν ἠπείλει θάνατον, εἰ μὴ παύσοιντο θορυβεῖν. οἱ δὲ πρηνεῖς καταβαλόντες ἑαυτοὺς σὺν ἡδονῇ δέξασθαι τὸν θάνατον ελεγον. καὶ θαυμάσας Πιλάτος τὸ γενναῖον αὐτῶν καὶ πρόθυμον ἐπὶ τηρήσει τῶν νόμων, παραχρῆμα τὰς εἰκόνας ἐπανεκόμισεν εἰς Καισάρειαν. 2.12 ̔Υδάτων δ' εἰσαγωγὴν ποιούμενος εἰς ̔Ιεροσόλυμα τὰ ἱερὰ πρὸς ταύτην ἀνήλισκε χρήματα. συνελθόντες ουν πολλοὶ κατεβόων Πιλάτου, παύσασθαι ἀξιοῦντες, τινὲς δὲ καὶ λοιδορίαις ἐκέχρηντο κατ' αὐτοῦ. ὁ δὲ στολαῖς ̓Ιουδαϊκαῖς πλῆθος στρατιωτῶν κεχρημένον σκυτάλας τε ὑπὸ ταῖς στολαῖς εχον περιελθεῖν κύκλῳ τῶν θορυβούντων ἐκέλευσε, καὶ ουτως ἀναχωρεῖν τοῖς ̓Ιουδαίοις ἐπέταττεν. ὡς δ' ηρξαντο λοιδορεῖν, τοῖς στρατιώταις δίδωσι σύνθημα· οἱ δὲ πληγαῖς τοὺς θορυβοῦντας ἐκόλαζον. ἐκεῖνοι δὲ αοπλοι οντες καὶ πληττόμενοι οὐδὲν ἐνδόσιμον ἐφρόνουν, ἀλλὰ πολλοὶ μὲν επιπτον, οἱ δ' αλλοι τραυματίαι ἀπῄεσαν. Κατὰ τοῦτον τὸν καιρὸν καὶ ὁ κύριος ἡμῶν καὶ θεὸς ̓Ιησοῦς Χριστὸς ἐν ̓Ιουδαίᾳ ἐφάνη, περὶ ου ταῦτα κατὰ λέξιν φησὶν ὁ ̓Ιώσηπος ἐν τῷ ὀκτωκαιδεκάτῳ λόγῳ τῆς ̓Αρχαιολογίας. "γίνεται δὴ κατὰ τοῦτον τὸν χρόνον ̓Ιησοῦς, σοφὸς ἀνήρ, ειγε ανδρα αὐτὸν λέγειν χρή· ην γὰρ παραδόξων εργων ποιητής, διδάσκαλος ἀνθρώπων τῶν σὺν ἡδονῇ τἀληθῆ δεχομένων· καὶ πολλοὺς μὲν ̓Ιουδαίους, πολλοὺς δὲ καὶ τοῦ ̔Ελληνικοῦ ἐπηγάγετο. ὁ Χριστὸς ουτος ην. καὶ αὐτὸν ἐνδείξει τῶν πρώτων ἀνδρῶν παρ' ἡμῖν σταυρῷ ἐπιτετιμηκότος Πιλάτου, οὐκ ἐπαύσαντο οἱ τὸ πρῶτον αὐτὸν ἀγαπήσαντες. ἐφάνη γὰρ αὐτοῖς τρίτην εχων ἡμέραν πάλιν ζῶν, τῶν θείων προφητῶν ταῦτά τε καὶ αλλα μυρία περὶ αὐτοῦ θαυμάσια εἰρηκότων. εἰσέτι νῦν τῶν Χριστιανῶν ἀπὸ τοῦδε ὠνομασμένων οὐκ ἐπέλιπε τὸ φῦλον." Καὶ ταῦτα μὲν ἀρχαιολογῶν ὁ ̓Ιώσηπος εγραψε περὶ τοῦ Χριστοῦ· ἐν δὲ τῷ πρὸς Ελληνας αὐτοῦ 2.13 λόγῳ, ος κατὰ Πλάτωνος ἐπιγέγραπται περὶ τῆς τοῦ παντὸς αἰτίας, ου καὶ ὁ αγιος ̓Ιωάννης ὁ ∆αμασκηνὸς μνείαν πεποίηται ἐν τῇ πονηθείσῃ αὐτῷ βίβλῳ τῇ καλουμένῃ Παράλληλα, ταῦτά φησι. "πάντες γὰρ δίκαιοί τε καὶ αδικοι ἐνώπιον τοῦ θεοῦ λόγου ἀχθήσονται. τούτῳ γὰρ ὁ πατὴρ τὴν κρίσιν δέδωκε, καὶ αὐτὸς βουλὴν πατρὸς ἐπιτελῶν κριτὴς παραγίνεται, ον Χριστὸν προσαγορεύομεν. οὐδὲ γὰρ Μίνως καὶ ̔Ραδάμανθυς κριταὶ καθ' ὑμᾶς, Ελληνες, ἀλλ'