164
epsilon.679 τὲ ἡ περὶ αὐτῶν πίστις προσενεγράφετο τοῖς φύλλοις. καὶ ἐκφυλλοφορῆσαι, καὶ ἐκφυλλοφορία. ̓Εκφῦναι. γεννηθῆναι καὶ τὸ ἀναβλαστῆσαι. ̓Εκχαραδρωθέντασ. ἐκκυλισθέντας. Εκχεον. εκχυσον. ̓Εκχοΐζω. τὸ σκάπτω. ̓Εκυδάσσατο. σημαίνει τὸ ἐλοιδόρησεν. ω πέπον, η μάλα δή μ' ἐκυδάσσαο- κυδάζομαι. κυδάζεται τοῖς πᾶσιν ̓Αργείοις. ἀντὶ τοῦ λοιδορεῖται. ̓Εκωδωνίζοντο. περιβόητοι ἐγένοντο. τέτακται καὶ ἐπὶ τοῦ ἐπειράθησαν. ουτω Λυσίας. ̓Εκωθώνιζον. επινον, ἐμέθυον. ̓Εκωμῴδησεν. ἐφαύλισεν, επαιξεν· ἐλοιδόρησεν. ̓Εκώμασε. μεθ' ἡδονῆς ηλθε. θρῆνος δ' εἰς ὑμέναιον ἐκώμασεν-. ̓Εκπίπτει. διαλύεται, διακόπτεται, ἀποτυγχάνει. καὶ ὁ ̓Απόστολος· ἡ ἀγάπη οὐδέποτε ἐκπίπτει, ο ἐστιν οὐδὲ ἀποτυγχάνει τῆς εὐδοκιμήσεως. ̓Εκκακοῦμεν. ἀπαγορεύομεν. καὶ ὁ ̓Απόστολος· οὐκ ἐκκακοῦμεν, ἀλλ' ἀπειπάμεθα. *τὸ γὰρ ἐκκακῶ ἀντὶ τοῦ ἀπαγορεύω.* epsilon.680 ( ̓Επίῤῥημα.) Εκαθεν. πόῤῥωθεν. ̔Εκάσ. πόῤῥω, μακράν. ̔Εκαστάτω. ποῤῥωτάτω. ἑκαστάτω τῆς τοῦ βαρβάρου ἐπιβουλῆς οντες. ̔Εκασταχῆ. ἀντὶ τοῦ πανταχοῦ. ̔Εκάστοτε. ἀντὶ τοῦ ἀεί. τοὺς δ' οὐκ ἐθέλοντας ἀντιβολεῖσθ' ἑκάστοτε. παρὰ τὸ εκαστος γίνεται παραγώγως ἑκάστοτε, ὡς αλλος, αλλοτε. ̓Εκείνῃ. ἀντὶ τοῦ αὐτόθι. ̓Εκείνωσ. κατὰ τοῦτον τὸν τρόπον. ̓Εκεῖθεν. οὐδὲν γὰρ τῶν εἰς θˉεˉν τῇ ˉεˉι διφθόγγῳ παραλήγεται, πλὴν τοῦ ἐκεῖθεν, οπερ ἀπὸ τοῦ ἐκείνοθι κατὰ συγκοπὴν, καὶ τὸ ἐκεῖ ἀπὸ τοῦ ἐκεῖθι· τοῦτο δὲ ἀπὸ τοῦ ἐκείνοθι, καὶ τὸ ἐκεῖνος ἀπὸ τοῦ ἐκείνοσε. Εκητι. χάριν, ενεκα. σημαίνει δὲ καὶ τὸ χωρίς. ἀπὸ τοῦ ἑκὼν γίνεται ἑκάζω καὶ ἑκαστὶ, ὡς δωρίζω, δωριστὶ, καὶ ἐκτάσει τοῦ ˉα εἰς ˉη καὶ ἀποβολῇ τοῦ ˉς, αμα καὶ ἀναβιβασμῷ τοῦ τόνου, εκητι. ̓Εκθύμωσ. προθύμως. epsilon.681 ̓Εκνομίωσ. μεγάλως, ὑπερβαλλόντως. παρὰ τὰ νενομισμένα· ἐξάλλως. η καθ' ὑπερβολὴν κακίας η ἀρετῆς. οιον εξω νόμου. ̔Εκοντί. ἐθελουσίως. ̓Εκποδών. ἐκ μέσου. ̓Εκτενῶσ. συντόνως, ἐπιμόνως, η ὁλοψύχως καὶ προθύμως. ὁ δὲ ̓Αχαιὸς προσδεξάμενος ἐκτενῶς καὶ φιλανθρώπως τὸν Βῶλιν. ̓Εκταδὸν καὶ ἐκτάδην. ἀντὶ τοῦ ἐπιτεταμένως καὶ ἐκτεταμένως. ̓Εκτόπωσ.* ὑπερλόγως, ἀνεκδιηγήτως, ἀνεκφράστως. ̓Εκφάνδην. φανερῶς. ̓Εκφρόνωσ. ἀνοήτως. ̓Εκτυπωτέρως* καὶ ἐκτυπώτερον. ἀντὶ τοῦ φανερωτέρως. δίδου ἡμῖν ἐκτυπώτερον, ο ἐστι καθαρώτερον. Τὸ Ε μετὰ τοῦ Λ. ( ̓Αρσενικόν.) ̓Ελαφηβόλοσ. κυνηγὸς, ὁ τὰς ἐλάφους βάλλων. καὶ ἐπὶ θηλυκοῦ ἐλαφηβόλος ἡ Αρτεμις. ̓Ελασίβροντε. μεγαλήγορε. ̓Ελατήρ. ὁ ἡνίοχος. καὶ πλακουντῶδες πέμμα πλατύ. πέμμα δὲ λέγεται τὸ καρύκευμα. † ̓Ελέασ. ονομα τόπου. καὶ ειδος ὀρνέου.† † ̓Ελάτηρ. ονομα ποταμοῦ.† epsilon.682 † ̓Ελίσυχοσ. ονομα εθνους.† ̔Ελλανοδίκαι. οἱ κριταὶ οἱ καθήμενοι εἰς τοὺς ἀγῶνας. ουτω καὶ τότε ὁ μέγιστος ἑλλανοδίκης Γαϊνᾶς τὸν ῥωμαϊκὸν στρατὸν ἠθλοθέτει. ̓Ελαφροτάτουσ. ἐν ἐπαίνῳ τὸ ονομα λέγουσιν οἱ παλαιοὶ ἀντὶ τοῦ πραοτάτους κατὰ τὸ ἐναντίον τοῦ βαρυτάτου καὶ φορτικωτάτου. ̓Ελάχιστοσ. παρὰ τῷ εὐαγγελίῳ ὁ εσχατος καὶ ἀπεῤῥιμένος εἰς τὴν γεένναν, ὡς τό· ἐλάχιστος κληθήσεται. ἐλάχιστος καὶ ὁ ἐπίγειος πλοῦτος. ὁ πιστὸς ἐν ἐλαχίστῳ. ̓Ελαιολόγοι. οἱ συλλέγοντες τῶν ἐλαίων τοὺς καρπούς. ̓Ελάσσων. ἀπὸ τοῦ ἐλαχὺς, ἐλαχύτερος, ἐλαχύων, ἐλάσσων. † ̓Ελέφασ. παρὰ τὸ φύεσθαι ἐν ἁλί.† ̓Ελέφασ. τὸ ζῶον. ἀμετροβίων ἐλεφάντων. ἐλέβης τὶς ων· διὰ γὰρ τὸ βάρος ἐν υδασιν ἐλώδεσι τὰς ἐπιβάσεις, τουτέστι τὰς ἐπιμύξεις ποιεῖται. η παρὰ τὸ ἐλεφαίρω, ο ἐστι βλάπτω. βλαπτικὸν γὰρ τὸ ζῶον. ̓Ελεύθεροσ. ἀπὸ τοῦ ἐλεύθειν οπου ἐρᾷ. Ελεγοσ. θρῆνος. ἀπὸ τοῦ ˉε ˉε λέγειν. ̓Ελέγχιστοσ. ὁ ἐπονείδιστος. Ελενοσ. ος συνέγραψε τὸ χειροσκοπικὸν οἰώνισμα. ὡς οταν τῆς ἐκτάσεως τῶν χειρῶν τῆς παλάμης ἀπὸ τῶν ῥυτίδων ειπωμεν παιδοποιεῖ η τὶ τοιοῦτον. epsilon.683 ̓Ελεοκόπουσ. τοὺς τὰ ελη κόπτοντας. ουτως Λυσίας. τοῦ ˉε παρεμβεβλημένου, ὡς τὸ ἐλεόθρεπτον σέλινον παρ' ̔Ομήρῳ. ̓Ελέου βωμόσ. ̓Ελεών. ὀνόματα πόλεως. ̓Ελεάτησ. ἀπὸ ̓Ελέας τῆς ̓Ασίας. Ελεγχοσ. αἰσχύνη καὶ ὁ τὸ πρᾶγμα σαφηνίζων. καὶ ῥῆμα ἐλέγχω πλεονασμῷ τοῦ γ, ελεχος τὶς ων, ὁ ελην εχων, ο ἐστι