Εὐσταθίῳ τῷ ∆αφνομήλῃ, ὅτι μέλει τῷ βασιλεῖ ἡ τοῦ Ἰβάτζη καθαίρεσις. καὶ δῆτα καιρὸν ἐπιτήδειον εὑρηκώς, καὶ δυσὶ θεράπουσι τῶν πιστικωτάτων κοινολογησάμενος καὶ τὸ βούλευμα φανερώσας, ἐγχειρεῖ τῇ πράξει. δημοτελὴς ἤγετο ἑορτὴ τῷ Ἰβάτζῃ, ἡ κοίμησις τῆς πανάγνου καὶ θεομήτορος. κατὰ ταύτην τὴν ἡμέραν εἰώθει συγκαλεῖν εἰς εὐωχίαν οὐ τοὺς ἀγρογείτονας μόνον καὶ ἀγχιτέρμονας, ἀλλὰ καὶ τῶν ὡς πορρωτάτω πολλούς. ἄπεισι γοῦν ὁ Εὐστάθιος αὐτόκλητος εἰς τὴν ἑορτήν, καὶ τοῖς φυλάττουσιν ἐντυχὼν τὰς διόδους ἀπαγγέλλειν ἐκέλευεν, ὅστις εἴη, καὶ ὅτι πάρεστι τῷ ἄρχοντι συνευφρανθησόμενος. ἀπαγγειλάντων δὲ τούτων, ἐν θαύματι ὁ Ἰβάτζης ἐτίθει, εἰ δυσμενὴς ἄνθρωπος αὐθαίρετος ἥκει καὶ χερσὶν ἑαυτὸν ἐκδίδωσι πολεμίαις. ὅμως ἀφικέσθαι κελεύει, καὶ ἐλθόντα ἐδέξατό τε περιχαρῶς καὶ ἠσπάσατο. ἄρτι δὲ τελεσθέντος τοῦ ἑωθινοῦ ὕμνου, καὶ πάντων τῶν συνειλεγμένων εἰς τὰς ἰδίας διασκεδασθέντων καταγωγάς, ὁ Εὐστάθιος πρόσεισι τῷ Ἰβάτζῃ καὶ ἀξιοῖ τοὺς ἄλλους πρὸς μικρὸν ἐκστῆναι ὡς τάχα μέλλων αὐτὸς διαλέξασθαι κατ' ἰδίαν περί τινος ἀναγκαιοτάτου καὶ λυσιτελοῦντος αὐτῷ. ὁ δὲ τὸν δόλον καὶ τὴν ἀπάτην μὴ κατανοήσας, ἀλλὰ τῷ ὄντι ὑπολαβών, ὡς βούλεται καὶ αὐτὸς εἷς γενέσθαι τῶν συνιστώντων αὐτῷ τὴν ἀποστασίαν, τοὺς θεράποντας μικρὸν ἀποστῆναι κελεύσας, τῆς χειρὸς ἐκείνου λαβόμενος ἔν τινι παραδείσῳ εἰσάγει συνηρεφεῖ δένδροις καὶ κοιλότητα ἔχοντι, ὡς μηδὲ φωνὴν ἐξηχεῖσθαι δύνασθαι διὰ τὴν συνδενδρίαν. οὗ ἐντὸς γενόμενος ὁ Εὐστάθιος καὶ μεμονωμένου λαβόμενος τοῦ Ἰβάτζη, εἰς γῆν τε αὐτὸν εὐθὺς καταβάλλει καὶ τὸ γόνυ προσερείσας τῷ στήθει (ἦν γὰρ κατὰ χεῖρα γενναῖος) τοῦτον κατῆγχε, καὶ τοῖς δυσὶν ὑπηρέταις ἐνεκελεύετο βοηθεῖν τὴν ταχίστην. οἱ δέ, καθάπερ συντεθειμένον ἦν, ἱστάμενοι καὶ καραδοκοῦντες τὸ μέλλον, ὡς ἤκουσαν τῆς φωνῆς τοῦ κυρίου, ἔδραμόν τε εὐθέως καὶ τὸν Ἰβάτζην περισχόντες καὶ τῷ χιτῶνι ἀποφράξαντες αὐτοῦ τὸ στόμα, ὡς μὴ βοήσας περιστήσῃ πλῆθος αὐτοῖς καὶ ἄπρακτον ἀποτελέσῃ τὸ ἔργον, ἀποτυφλοῦσι, τυφλωθέντα δὲ ἐκβάλλουσι τοῦ παραδείσου εἰς τὴν αὐλήν. αὐτοὶ δὲ εἴς τι ὑπερῷον οἴκημα ὑψηλὸν ἀναδραμόντες καὶ τὰ ξίφη ἑλκύσαντες ἐξεδέχοντο τοὺς μέλλοντας προσιέναι. γνωσθέντος δὲ τοῦ δράματος συνέρρει πλῆθος ἀμύθητον. οἱ μὲν γὰρ ξίφη κατέχοντες ἐν χερσίν, οἱ δὲ δόρατα, οἱ δὲ τόξα, οἱ δὲ λίθους, οἱ δὲ ξύλα, οἱ δὲ δαλοὺς καιομένους, ἄλλοι δὲ ὕλην εὔπρηστον, ἔθεον βοηδρομοῦντες καὶ κεκραγότες· σφαττέσθωσαν, καιέσθωσαν, μεληδὸν κατατεμνέσθωσαν, λίθοις καταχωννύσθωσαν οἱ παλαμναῖοι καὶ ἀλιτήριοι· μή τις φειδὼ γενέσθω τῶν ἀλαστόρων. συνδρομὴν δὲ θεασάμενος ὁ Εὐστάθιος καὶ τῆς ἑαυτοῦ ἀπεγνωκὼς σωτηρίας παρεκάλει τέως τοὺς ἀμφ' αὐτὸν ἄνδρας ἀγαθοὺς γενέσθαι καὶ μὴ μαλακισθῆναι, μηδ' ἑαυτοὺς προδοῦναι καὶ εἰς ἐξουσίαν πεσεῖν τῶν ἐπιζητούντων τὴν αὐτῶν ἀπώλειαν καὶ παρ' ἐκείνων τὴν σωτηρίαν ἐκδέχεσθαι, ἢ θάνατον οἰκτρὸν καὶ ἐπώδυνον. πρὸς δὲ τὸ πλῆθος ἀπό τινος θυρίδος προκύψας καὶ τῇ χειρὶ κατασιγάσας τὸν ὄχλον τοιῶνδε λόγων ἀπήρξατο· ὅτι μέν, ὦ ἄνδρες οἱ συνειλεγμένοι, οὐδεμία τις προαπέκειτό μοι ἀπέχθεια πρὸς τὸν ὑμέτερον δυνάστην, καὶ ὑμεῖς αὐτοὶ πάντως ἐρεῖτε, ὡς Βούλγαρος μὲν αὐτός, Ῥωμαῖος δ' ἐγώ, καὶ Ῥωμαῖος οὐ τῶν ἐπὶ Θρᾴκης καὶ Μακεδονίας οἰκούντων, ἀλλ' ἐκ τῆς Μικρᾶς Ἀσίας, ἥτις ὅσον ἀπέχει ὑμῶν, ἴσασιν οἱ γινώσκοντες. ὅτι δὲ καὶ αὐτὸς τῷ τοιούτῳ ἐπεχείρησα ἔργῳ οὐκ εἰκῇ καὶ μάτην, ἀλλά τίς με κατήπειξεν ἀνάγκη, λογιεῖσθε οἱ φρονιμώτεροι. οὐ γὰρ ἂν οὕτω μανιωδῶς εἰς προὖπτον ἐμαυτὸν ἐνέρριψα κίνδυνον καὶ τῆς ἐμαυτοῦ ζωῆς κατεφρόνησα, εἰ μή τις ἦν ἄλλη αἰτία ἡ βιασαμένη με πρὸς τὴν πρᾶξιν ἐλθεῖν. ἴστε οὖν, ὡς τὸ γενόμενον ἔργον πρόσταγμα βασιλέως ἐστίν, ᾧ πειθαρχῶν ἐγὼ ὡς ὄργανον διηκόνησα. καὶ νῦν, εἰ βούλεσθέ με διαχειρίσασθαι, ἰδοὺ ὑφ' ὑμῶν ἐγὼ περιειλημμένος. πλὴν οὐκ εὐκόλως, οὐδὲ ῥᾳδίως ἀποθανοῦμαι, οὐδὲ καταθεὶς τὰ ὅπλα ἐμαυτὸν παραδώσω ὑμῖν ὡς βούλεσθε χρήσασθαι, ἀλλ'