1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

164

Ἰησοῦ εἰς ὑμᾶς» Πρέπουσα δοξολογίας ὑπόθεσις, ἡ τῶν εὐεργετημάτων διήγησις. Ἀποδώσωμεν τοίνυν σὺν τόκῳ τὸ χρέος, ἂν ἄρα τοσοῦτον εὐποροῦντες φανῶμεν.

ΤΙΤΛ. ΚΓʹ. -Περὶ ἐκδικήσεως· καὶ ὡς ἀπηγόρευται δὶς περὶ τοῦ αὐτοῦ

πράγματος εὐθύνας εἰσπράττεσθαι. «Οὐκ ἐκδικήσεις δὶς ἐπὶ τὸ αὐτό.»«Τί λογίζεσθε ἐπὶ τὸν Κύριον; συντέλειαν

αὐτὸς ποιήσει, καὶ οὐκ ἐκδικήσει δὶς ἐπὶ τὸ αὐτὸ ἐν θλίψει.» ΤΙΤΛ. Κ∆ʹ. -Περὶ ἐπικοίνων πραγμάτων· καὶ ὅτι χρὴ φεύγειν τὰ ἐπίκοινα

καταγώγια, διότι μάχας καὶ διαστάσεις προξενοῦνται. «Εἶπεν Ἀβραὰμ πρὸς Λώτ· μὴ ἔστω μάχη ἀναμέσον ἐμοῦ, καὶ ἀναμέσον σου,

καὶ ἀναμέσον τῶν ποιμένων μου, καὶ τῶν ποιμένων σου, ὅτι ἄνθρωποι ἀδελφοὶ ἡμεῖς ἐσμεν. Οὐκ ἰδοὺ πᾶσα ἡ γῆ ἐναντίον σού ἐστιν; ∆ιαχωρίσθητι ἀπ' ἐμοῦ. Εἰ σὺ εἰς ἀριστερὰ, ἐγὼ εἰς δεξιά· εἰ σὺ εἰς δεξιὰ, ἐγὼ εἰς ἀριστερά. Καὶ ἐπάρας Λὼτ τοὺς ὀφθαλμοὺς αὐτοῦ, εἶδεν τὴν περίχωρον τοῦ Ἰορδάνου, ὅτι πᾶσα ἦν ποτιζομένη, πρὸ τοῦ καταστρέψαι τὸν Θεὸν Σόδομα καὶ Γόμοῤῥα, ὡς παράδεισος τοῦ Θεοῦ, καὶ ὡς ἡ γῆ Αἰγύπτου. Καὶ ἐξελέξατο ἑαυτῷ Λὼτ τὴν περίχωρον τοῦ Ἰορδάνου, καὶ ἀπῆρεν Λὼτ ἀπὸ ἀνατολῶν, καὶ ἐχωρίσθησαν.» «Κρεῖσσον οἰκεῖν ἐπὶ γωνίας ὑπαίθρου, ἢ ἐν οἴκῳ κοινῷ.» «Ἰσχυροτέρῳ σου καὶ πλουσιωτέρῳ σου μὴ κοινώνει.» Ἔχουσιν αἱ τῶν κοινῶν ἐπιμέλειαι λαβὰς εἰς τὸ μεμφθῆναι.

ΤΙΤΛ. ΚΕʹ. -Περὶ εὐδοκιμίας· ὅτι εὐχῆς ἄξιον τὸ κατόρθωμα.

«Ἐπὶ μικρῷ καὶ μεγάλῳ εὐδοκιμίαν ἔχε.» «Σπούδασον σεαυτὸν εὐδόκιμον παραστῆσαι τῷ Θεῷ, ἐργάτην ἀνεπαίσχυντον.»

ΤΙΤΛ. Κςʹ. -Περὶ ἐμπόρων. «Μόλις ἐξελεῖται ἔμπορος ἀπὸ πλημμελείας.

ΤΙΤΛ. ΚΖʹ. -Περὶ εὐνούχων.

«Μακάριος ὁ εὐνοῦχος, ὁ μὴ ἐργασάμενος ἐν χερσὶν ἀνόμημα, μηδὲ ἐνθυμηθεὶς κατὰ τοῦ Κυρίου πονηρά. ∆οθήσεται αὐτῷ τῆς πίστεως χάρις ἐκλεκτὴ, καὶ κλῆρος ἐν ναῷ Κυρίου θυμηδέστερος.» «Ἐπιθυμία εὐνούχου ἀποπαρθενῶσαι νεᾶνιν.» «Εἰσὶν εὐνοῦχοι, οἵτινες ἐκ κοιλίας μητρὸς αὐτῶν ἐγεννήθησαν οὕτως· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνουχίσθησαν ὑπὸ τῶν ἀνθρώπων· καὶ εἰσὶν εὐνοῦχοι, οἵτινες εὐνούχισαν ἑαυτοὺς διὰ τὴν βασιλείαν τῶν οὐρανῶν.» Ἄτιμον τὸ τῶν εὐνούχων γένος καὶ πανώλεθρον. Τοῦτο δὴ τοῦτο ἄθηλυ, ἄνανδρον, γυναικομανὲς, καὶ ἐπίζηλον, ἀμετάδοτον, πάνδοχον, ἀπροσκορὲς, κλαυσίδειπνον, ὀξύθυμον, χρυσομανὲς, κακόμισθον, ἀπηνὲς, θηλυδρῶδες, γαστρίδουλον· καὶ τί γὰρ εἴπω; σὺν αὐτῇ τῇ γεννήσει, σιδηροκατάδικον. Πῶς γὰρ ὀρθὴ γνώμη τούτων, ὧν οἱ πόδες στρεβλοί; οὗτοι μὲν οὖν σωφρονοῦσιν ἄμισθα διὰ σιδήρου· μένουσι δὲ ἄκαρποι δι' οἰκείαν αἰσχρότητα. Ἀπόστησον ἀπὸ τῆς συμβίου σου τὸν εὐνούχων σμάραγον. Κἂν γὰρ δοκοίη τῶν κάτω διδύμων ἐκτετμῆσθαι, ἀλλ' ἄνω ἔχει ἐν τῷ προσώπῳ τοὺς διδύμους ὀφθαλμοὺς ἐμπαθῶς βλέποντας, καὶ ἐπισυρόμενον ἤδη πονηρὰς μαρτυρίας.

ΤΙΤΛ. ΚΗʹ. -Περὶ ἐγκωμίων καὶ τῶν χαιρόντων ἐν αὐτοῖς· καὶ ὅτι οὐ δεῖ πρὸ

πείρας ἐπαινεῖν τινα. «∆όκιμον ἀργύριον καὶ χρυσίον πυρώσεις· ἀνὴρ δὲ δοκιμάζεται διὰ στόματος

ἐγκωμιαζόντων αὐτόν.» «Τὸν αὐτὸν ἐπαινεῖν καὶ ψέγειν οὐκ ἀνδρὸς ἀγαθοῦ.» «Πρὸ λογισμοῦ μὴ ἐπαινέσῃς ἄνδρα. Οὗτος γὰρ πειρασμὸς ἀνθρώπου.» «Οὐαὶ ὑμῖν ὅταν