164
γενομένην τηνικαῦτα Θεοῦ. Ἄλλως τε καὶ τοῖς θείοις αὑτοῦ νόμοις καταστέλλει τοὺς δυνα στεύοντας, καὶ ταῖς τῆς γεέννης ἀπειλαῖς καταπλήτ τει, καὶ παρασκευάζει φειδώ τινα τῶν πενήτων ποιεῖσθαι. Τοῦτο γὰρ καὶ ἐπήγαγεν. 80.1437 ιδʹ. "Ἐκ τόκου καὶ ἐξ ἀδικίας λυτρώσεται τὰς ψυχὰς αὐτῶν." Τόκον δὲ τὴν πλεονεξίαν ἐκάλεσεν· οὕτω γὰρ αὐτὸν καὶ ὁ παλαιὸς προσαγορεύει νόμος, "Τόκον καὶ πλεονασμὸν οὐ λήψῃ·" πείσει τοίνυν, φησὶ, τοὺς ἀδικίᾳ καὶ πλεονεξίᾳ χαίροντας ἐλέῳ καὶ φιλανθρωπίᾳ κεχρῆσθαι. "Καὶ ἔντιμον τὸ ὄνομα αὐτοῦ ἐνώπιον αὐτῶν." Σεβάσμιος, φησὶν, ἔσται παρὰ πᾶσι, καὶ ἔνδοξος. ιεʹ. "Καὶ ζήσεται, καὶ δοθήσεται αὐτῷ ἐκ τοῦ χρυσίου τῆς Ἀραβίας." Ἀντὶ τῆς Ἀραβίας, Σαββὰτεθείκασιν οἱ λοιποὶ ἑρμηνευταί. Καὶ τοῦτο μέντοι κἀκεῖνο τὰ ἀναθήματα προθεσπίζει τὰ παρὰ πάν των αὐτῷ καὶ βασιλέων καὶ βαρβάρων προσκομι ζόμενα. Τὸ δὲ ζήσεται, ἀντὶ τοῦ διαμενεῖ τέθει κεν. "Καὶ προσεύξονται περὶ αὐτοῦ διαπαντὸς, ὅλην τὴν ἡμέραν εὐλογήσουσιν αὐτόν." Ὑμνήσουσι δὲ αὐτὸν διηνεκῶς· ὑμνήσουσι δὲ καὶ τὸν αὐτοῦ Πατέρα, δι' αὐτοῦ λαβόντες τῆς ὑμνῳδίας τὰς ἀφορμάς. Τὸ γὰρ, "Προσεύξονται περὶ αὐτοῦ," ἔοικε τῷ ἀποστολικῷ ἐκείνῳ· "Εὐχαριστῶ τῷ Θεῷ μου διὰ Ἰησοῦ Χριστοῦ." Καὶ πάλιν· "∆ι' οὗ τὴν προσαγωγὴν ἐσχήκαμεν πρὸς τὸν Πατέρα." ∆ιὰ τούτου προσεύξονται τοίνυν ἅπαντες τῷ Πα τρὶ, καὶ ὑμνήσουσιν αὐτὸν, ἐπὶ τοῖς παρὰ τοῦ Υἱοῦ εἰς αὐτοὺς γεγενημένοις ἀγαθοῖς. Ὑμνήσουσι δὲ καὶ αὐτὸν, ὡς παρ' αὐτοῦ ταῦτα δεξάμενοι. ιʹ. "Ἔσται στήριγμα ἐν τῇ γῇ ἐπ' ἄκρων τῶν ὀρέων." Αὐτὸς, φησὶ, στηρίξει, καὶ ἐρείσει τοὺς εἰς αὐτὸν πεπιστευκότας, καὶ ὑψηλοὺς δείξει καὶ μετεώρους, ὡς ἐν αὐταῖς ἑστῶτας ταῖς τῶν ὀρῶν κορυφαῖς. Τοῦτο δὴ καὶ ὁ Κύριος ἔφη τοῖς ἑαυτοῦ μαθηταῖς· "Οὐ δύναται πόλις κρυβῆναι ἐπάνω ὄρους κειμένη· οὐδὲ καίουσι λύχνον, καὶ τιθέασιν αὐτὸν ὑπὸ τὸν μόδιον, ἀλλ' ἐπὶ τὴν λυχνίαν, καὶ φαί νει πᾶσι τοῖς ἐν τῇ οἰκίᾳ." -"Ὑπεραρθή σεται ὑπὲρ τὸν Λίβανον ὁ καρπὸς αὐτῶν." Ἐπειδὴ τῶν ὑψηλῶν ὀρῶν ἐμνημόνευσεν, εἰκότως καὶ τοῦ Λιβάνου τὴν μνήμην παρήγαγεν, ὡς τῶν κατὰ τὴν Παλαιστίνην ὀρῶν ὑψηλοτάτου· καί φησι, τὴν διδασκαλίαν αὐτοῦ, καὶ τοὺς ταύτης ὑποφή τας καὶ κήρυκας, ὑψηλοτέρους καὶ περιφανεστέ ρους τοῦ Λιβάνου γενήσεσθαι. "Καὶ ἐξανθή σουσιν ἐκ πόλεως ὡσεὶ χόρτος τῆς γῆς." Οἱ μὲν οὖν πεπιστευκότες αὐτῷ τοιοῦτον βλαστήσουσι καρπόν. Οἱ δὲ ἀπιστήσαντες Ἰουδαῖοι χόρτῳ φυομένῳ, καὶ παραυτίκα φθειρομένῳ, ἀπεικασθήσονται. 80.1440 ιζʹ. "Ἔσται τὸ ὄνομα αὐτοῦ εὐλογημένον εἰς τοὺς αἰῶνας· πρὸ τοῦ ἡλίου διαμενεῖ τὸ ὄνομα αὐτοῦ." Τὸ εὐλογημένον παρ' οὐδενὶ κεῖται. οὔτε ἐν τῷ Ἑξαπλῷ, οὔτε παρ' Ἑβραίοις. ∆είκνυσιν αὐτὸν διὰ τῆς πρὸ, τοῦ ἡλίου καὶ τῆς σελή νης πρεσβύτερον· οὐ γὰρ ἁπλῶς πρὸ τοῦ ἡλίου διαμένει, ἀλλὰ γενεᾶς γενεῶν. [Τὸ δὲ γενεᾶς γενεῶν] καὶ ἐπὶ τοῦ ἡλίου καὶ ἐπὶ τῆς σελήνης τέθεικεν. Ἥλιος γὰρ καὶ σελήνη ὁμόχρονοι, κατὰ ταυτὸν γὰρ ἐγένοντο. "Εἶπε γὰρ, φησὶν, ὁ Θεὸς, Γενηθήτωσαν φωστῆρες ἐν τῷ στερεώματι τοῦ οὐ ρανοῦ· καὶ ἐποίησεν ὁ Θεὸς τοὺς δύο φωστῆρας τοὺς μεγάλους." Εἰ τοίνυν πρὸ τῆς σελήνης γενεᾶς γενεῶν, καὶ πρὸ τοῦ ἡλίου. "Καὶ ἐνευλογηθή σονται ἐν αὐτῷ πᾶσαι αἱ φυλαὶ τῆς γῆς." Ἐνταῦθα τῆς περὶ τὸν Ἀβραὰμ, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰακὼβ ἐπαγγελίας ἐμνημόνευσε. Τοῖς γὰρ τρισὶ πατριάρχαις ὑπέσχετο ὁ Θεὸς εὐλογηθήσεσθαι, ποτὲ μὲν πάντα τὰ ἔθνη τῆς γῆς, ποτὲ δὲ τὰς φυλὰς τῆς γῆς. ∆ιαφόρως δὲ πᾶσαν τῶν ἀνθρώπων τὴν φύσιν ὀνομάζει. Τοῦτο δὲ καὶ ὁ μακάριος Παῦλος ἑρμηνεύων ἔφη· "Τῷ δὲ Ἀβραὰμ ἐῤῥήθησαν αἱ ἐπαγγελίαι, καὶ τῷ σπέρματι αὐτοῦ." Οὐ λέγει. καὶ τοῖς σπέρμασιν, ὡς ἐπὶ πολλῶν, ἀλλ' ὡς ἐφ' ἑνὸς, καὶ τῷ σπέρματί σου, ὅς ἐστι Χριστός. Καὶ μέντοι καὶ ἐν τῇ πρὸς Ἑβραίους Ἐπιστολῇ· "Οὐ γὰρ δήπου ἀγγέλων ἐπιλαμβάνεται." Περὶ τούτου καὶ ὁ προκείμενος προθεσπίζει ψαλμὸς, δι' αὐτοῦ λέγων πάσας εὐλογηθήσεσθαι τὰς φυλάς. "Πάντα τὰ ἔθνη μακαριοῦσιν αὐτόν." Τὰ μὲν ὡς περὶ ἀν θρώπου, τὰ δὲ ὡς περὶ Θεοῦ, ὁ προφητικὸς δι εξήλυθε λόγος. Εὑρίσκομεν τὸ μακάριος καὶ ἐπὶ τοῦ Θεοῦ