164
προαιρούμεθα ἄλλους, καὶ τὰς προσόδους ἐξ ἀναγκαίου· τὸ φιλογύρευτον ἄκαρπον καὶ διαλυτικὸν ψυχῆς. ταῦτα γινώσκων φύλασσέ μοι ἑαυτὸν σῶον. 237 {1Βασσιανῷ τέκνῳ}1 Ἐπισκέπτομαί σε καὶ αὖθις διὰ τοῦ γράμματος, τέκνον μου Βασσιανέ, καὶ χαιρετίζω σε ἐν Κυρίῳ. ζῆθι, γήθου, εὐφραίνου, ὅτι ἠξίωσαι διὰ Χριστὸν ἐν φυλακῇ εἶναι, ἐν μονώσει, ἐν θλίψει, ἐν στενοχωρίᾳ· ἀνατελεῖ σοι μικρὸν ὕστερον χαρὰ ἀνεκλάλητος ἐπὶ τέλει τῶν ἀγώνων. διό, τέκνον, στέρξον, καρτέρησον ἐν Κυρίῳ, τὰς αἰωνίους ἀμοιβὰς ἀναλογιζόμενος, ὅτε σκιρτήσεις αἰώνια· βλέπε ὅτι ὁ διάβολος παντί ἐστιν ἐφεδρεύων, ζητῶν τὴν ἀπώλειαν ἡμῶν, ἵνα συμποδίσῃ, ἵνα σκοτώσῃ τὸν νοῦν. μὴ δῷς αὐτῷ χώραν· γρηγόρει καὶ ἐν τῇ φυλακῇ, ὅτι καὶ μᾶλλον ὧδε ἀγριώτερος καθίσταται ἡμῖν, μεμονωμένοις οὖσι καὶ οὐκ ἔχουσιν ὑπό τινων περιέλκεσθαι ὧδε κἀκεῖσε. σὺ οὖν χρῶ ἐργοχείρῳ, ἀναγνώσει, στιχολογίᾳ, προσευχῇ, ἐννοίαις οὐρανίοις, ἵνα μὴ ἀργὸν καὶ ἄπρακτον εὑρίσκων σε βάλλοι· ἀλλὰ καὶ ὁσάκις τιτρώσκει, τοσαυτάκις ἀνταναιρείσθω φόβῳ θεοῦ καὶ μηδαμῶς κάτω ἡμᾶς ἐχέτω. μέγα τὸ σωθῆναι, μεγάλων καὶ ἀγώνων χρεία. συγχωρηθείη σοι τὰ ἕως τοῦ παρόντος· νῦν ἠρξάμην, εἰπὲ καὶ αὐτός, αὕτη ἡ ἀλλοίωσις τῆς δεξιᾶς τοῦ Ὑψίστου. Μνημόνευε τῆς ταπεινώσεώς μου. προσαγορεύουσίν σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου. ὁ Κύριος μετὰ σοῦ. 238 {1Εὐοδίῳ καὶ Ἰωάννῃ τέκνοισ}1 Καὶ νῦν δεξάμενος τὴν ἐπιστολήν σου, τέκνον μου ἠγαπημένον, ἀπεδεξάμην, ἐπιγνοὺς τὴν ἀληθινὴν πίστιν σου καὶ ἀγάπην, οὐ μὴν ἀλλὰ καὶ εὐγενῆ καὶ ἱεράν σου πρόθεσιν, ἣν ἔχεις ὑπὲρ ἀληθείας θεοῦ, ἕτοιμος ὢν πάντα παθεῖν ὑπὲρ αὐτοῦ. εὐλογητὸς Κύριος ὁ οὕτως ἑτοιμάσας καὶ παρασκευάσας σε· τοῦτό με μάλα εὔφρανεν, τοῦτό με εἰ φίλτρον σου περισσότερον ἤγαγεν, εἶτα κἀμὲ ἐστερέωσεν· ὑμῶν γὰρ σπενδομένων διὰ Χριστὸν ἐγὼ ἐστερέωμαι ὁ ταπεινός. ἐν τῇ τοιαύτῃ οὖν διαθέσει συντηρήσειεν ὑμᾶς τὸ Πνεῦμα τὸ Ἅγιον (κοινῶς λέγω διὰ τὸ μαθεῖν με σὺν σοὶ εἶναι καὶ τὸν ἀδελφὸν Ἰωάννην, τὸ ἐξ ἴσου ἠγαπημένον μου τέκνον)· τοῦτο γάρ ἐστιν ὅτι ἕνεκά σου θανατούμεθα ὅλην τὴν ἡμέραν, ἡ τοιαύτη, λέγω, παρασκευὴ καὶ ἑτοιμασία. Ἀλλὰ προσεύχεσθε, παρακαλῶ, καὶ ὑπὲρ ἐμοῦ τοῦ ταπεινοῦ τελειῶσαί με ἐν Κυρίῳ τὸν προκείμενον ἡμῖν ἀγῶνα, οὐ μόνον τὸν ὁρώμενον, ἀλλὰ καὶ τὸν νοούμενον. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοὶ ὑμῶν· ἡ χάρις μεθ' ὑμῶν. ἀμήν. 239 {1∆ωροθέῳ τέκνῳ}1 Καὶ πάλιν κατάρχω τοῦ γράφειν σοι, τέκνον μου ἠγαπημένον· ἣν γὰρ ἐδεξάμην ἐπιστολήν σου, ἀπόδοσις ἦν προτέρων μου γραμμάτων. πῶς οὖν ἔχεις ἐρωτῶ, πῶς διαβιβάζεις σου τὰς ἡμέρας. καλῶς, οἶδ' ὅτι (λέγω δὲ κατὰ θεόν· τί γὰρ ἡδύτερον τοῦ ὑπὲρ ἀληθείας πάσχειν;), πρὸς δὲ τὸ σῶμα καὶ λίαν θλιπτικῶς, φυλακῆς οὔσης καὶ ταύτης κακίστης, ἔπειτα καὶ τοῦ διδομένου σοι ἄρτου δυσβρώτου ὄντος, καθὼς ἀπηγγέλη μοι. ἀλλὰ τί πρὸς τὸν κατέχοντά σε ἀτεράμονα καὶ στρατοφύλακα, ἀλλ' οὐ μονάζοντα, πολλοῦ γε εἰπεῖν ἡγούμενον; ἤνεγκεν δὲ ὅμως ὁ καιρὸς ἵνα φανῶσιν οἱ τοῦ θεοῦ καὶ τὰ ζιζάνια ἐξ ἐναντίας. ἐπὶ τῆς μοιχοσυνόδου προεφασίζοντο προφάσεις ἐν ἁμαρτίαις· ἀπηλέγχθησαν τανῦν ὅτι κἀκεῖνα ἀσεβοῦντες ἐποίουν. Ἐκεῖνοι μὲν οὕτως. σὺ δέ, ὦ τέκνον μου ἠγαπημένον, ὡς τὰ πάλαι διὰ Χριστὸν οὕτω τε καὶ τανῦν πάσχεις, φρουρὰν οἰκῶν δι' αὐτόν, μόνος ὢν ἐν αὐτῇ, ἀλλ' οὐ μόνος· ὁ Χριστὸς γὰρ μετὰ σοῦ καὶ ὁ φύλαξ τῆς ζωῆς σου ἄγγελος. ὑπομείνωμεν, παρακαλῶ, τὸν τῆς ὑπομονῆς τοὺς στεφάνους ἡμῖν ἑτοιμάζοντα· εἰ καὶ πνιγόμεθα τῇ ὀλιγωρίᾳ, ἀλλὰ γλυκανθῶμεν τῇ ἐλπίδι· εἰ καὶ στενούμεθα ταῖς χρείαις, ἀλλ' εὐψυχῶμεν τῇ ἀποκαραδοκίᾳ. τί γάρ; οὐ δυνατὸς ὁ Κύριος ὀμβρίσαι ἀορασίᾳ ἄρτους, πᾶν εἴ τι ἐδώδιμον ἄλλο; ἀλλὰ ἀναμένει τὴν ὑπομονὴν ἡμῶν, ἵνα στεφανώσῃ, ὅπως δοξάσῃ καὶ εὐφράνῃ εἰς αἰῶνας. ναί, τέκνον, δέομαι, φέρε γενναίως, ἡμέραν ἐξ ἡμέρας διαβιβάζων καὶ μὴ μακροτονίᾳ χρόνου ἀκηδίαν