1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

164

καὶ τὸν λαὸν εἰς τὴν ἑαυτοῦ εὔνοιαν μετήγαγεν. καὶ ἔκλειψις ἡλίου ἐγένετο μηνὶ ∆ίῳ πέμπτῃ, ἡμέρᾳ ἕκτῃ, ὥρᾳ ἐννάτῃ. δʹ. ιβʹ. εʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐδολοφονήθη Οὔμαρ, ὁ τῶν Σαρακηνῶν ἀρχηγός, μηνὶ ∆ίῳ ἡμέρᾳ εʹ ὑπό τινος Πέρσου μαγαρίτου. προσκυνοῦντα γὰρ αὐτὸν εὑρηκὼς ἐκέντησε κατὰ γαστρὸς διελάσας τὸ ξίφος καὶ οὕτω τοῦ ζῇν ἀπήλλαξεν ἀμηρεύσαντα ἔτη ιβʹ, καὶ μετ' αὐτὸν ἵσταται Οὐθμάν, ὁ τούτου συγγενής, ὁ υἱὸς τοῦ Φάν. Ἀράβων ἀρχηγὸς Οὐθμὰν ἔτη ιʹ. εʹ. αʹ. ʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐστασίασε Γρηγόριος ὁ πατρίκιος Ἀφρικῆς σὺν τοῖς Ἄφροις. Κόσμου ἔτη ρλθʹ. Τῆς θείας σαρκώσεως ἔτη χλθʹ. Ῥωμαίων βασιλεὺς Κώνστας ἔτη κζʹ. ʹ. Ἀράβων ἀρχηγὸς Οὐθμὰν ἔτη ιʹ. βʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη ιβʹ. ζʹ. Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ἔτη ιʹ. δʹ. Τούτῳ τῷ ἔτει γέγονε κατὰ τῆς γῆς ἄνεμος βίαιος καὶ πολλὰ φυτὰ ἐξερρίζωσε καὶ παμμεγέθη δένδρα ἀνέσπασε πρόρριζα, καὶ πολλοὺς στύλους κιονιτῶν κατέβαλεν. τῷ δ' αὐτῷ ἔτει ἐπεστράτευσαν Σαρακηνοὶ τὴν Ἀφρικὴν καὶ συμβαλόντες τῷ τυράννῳ Γρηγορίῳ τοῦτον τρέπουσι καὶ τοὺς σὺν αὐτῷ κτέννουσι καὶ τοῦτον τῆς Ἀφρικῆς ἀπελαύνουσιν· καὶ στοιχήσαντες φόρους μετὰ τῶν Ἄφρων ὑπέστρεψαν. ζʹ. γʹ. ηʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μαυΐας διὰ θαλάσσης τὴν Κύπρον· εἶχε δὲ σκάφη αψʹ καὶ παρέλαβε Κωνσταντίαν σὺν τῇ νήσῳ πάσῃ, 344 καὶ ταύτην ἐλυμήνατο. ἀκούσας δὲ καὶ Κακόριζον κουβικουλάριον κατ' αὐτοῦ μετὰ πλείστης δυνάμεως Ῥωμαϊκῆς ἐρχόμενον ἀνέπλευσε κατέναντι Ἀράδου, καὶ καθορμίσας τὴν ἑαυτοῦ ναυστολίαν τὴν πολίχνην τῆς νήσου, τὸν Κάστελλον, ἐπειρᾶτο παραλαβεῖν παντοίαις μηχαναῖς χρώμενος. μηδὲν δὲ ἐξισχύσας πέμπει πρὸς αὐτοὺς ἐπίσκοπόν τινα, Θωμάριχον τοὔνομα, ἐκφοβῶν αὐτοὺς ἀφιέναι τὴν πόλιν καὶ ὑποσπόνδους εἶναι, ἐξιέναι δὲ τῆς νήσου. ὡς οὖν πρὸς αὐτοὺς εἰσῄει ὁ ἐπίσκοπος, τοῦτον ἐκράτησαν ἔνδον, Μαυΐᾳ δὲ οὐκ εἶξαν. καὶ δὴ ἀνονήτου γενομένης τῆς κατὰ Ἄραδον πολιορκίας, ἀνέστρεψεν ἐν ∆αμασκῷ, ἐπεὶ ὁ χειμὼν κατέλαβεν. ηʹ. δʹ. θʹ. ʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μαυΐας κατὰ τῆς Ἀράδου σφοδρῶς παραταξάμενος, καὶ ταύτην λόγῳ παρέλαβεν εἰς τὸ κατοικεῖν αὐτοὺς ἔνθα βούλονται· τὴν δὲ πόλιν ἐνέπρησε καὶ ἀπετείχισεν, καὶ τὴν νῆσον ἀοίκητον κατέστησεν ἕως τοῦ νῦν. Τῷ δ' αὐτῷ ἔτει γέγονεν ἐν Ῥώμῃ σύνοδος ὑπὸ Μαρτίνου τοῦ πάπα κατὰ τῶν Μονοθελητῶν. θʹ. εʹ. ιʹ. ζʹ. Τούτῳ τῷ ἔτει Βουσοὺρ στρατοπεδάρχης σὺν τοῖς Ἄραψιν ἐπεστράτευσε κατὰ Ἰσαυρίας· καὶ κτείνας πολλοὺς ᾐχμαλώτευσε καὶ μετὰ πεντακισχιλίων δεσμίων ὑπέστρεψεν. πέμπει δὲ ὁ βασιλεὺς Κώνστας Προκόπιόν τινα πρὸς Μαυΐαν ζητῶν εἰρήνην. ὃ καὶ γέγονεν ἔτη βʹ, Γρηγόριον, υἱὸν Θεοδώρου, λαβὼν Μαυΐας ἐνέχυρον ἐν ∆αμασκῷ. ιʹ. ʹ. ιαʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἐστασίασε Πασαγνάθης, ὁ τῶν Ἀρμενίων πατρίκιος, τῷ βασιλεῖ καὶ σπονδὰς μετὰ Μαυΐου πεποίηκε δεδωκὼς αὐτῷ καὶ τὸν ἴδιον υἱόν. καὶ ἀκούσας ὁ βασιλεὺς ἦλθεν ἕως Καισαρείας Καππαδοκίας καὶ ἀπελπίσας τῆς Ἀρμενίας ὑπέστρεψεν. Κόσμου ἔτη ρμδʹ. Τῆς θείας σαρκώσεως ἔτη χμδʹ. Ῥωμαίων βασιλεὺς Κώνστας ἔτη κζʹ. ιαʹ. Ἀράβων ἀρχηγὸς Οὐθμὰν ἔτη ιʹ. ζʹ. Κωνσταντ. ἐπίσκοπος Παῦλος ἔτη ιβʹ. ιβʹ. Ἀλεξανδρείας ἐπίσκοπος Πέτρος ἔτη ιʹ. θʹ. 345 Τούτῳ τῷ ἔτει Γρηγόριος, ἀδελφιδὸς Ἡρακλείου, ἐν Ἡλιουπόλει ἀπέθανε καὶ σμυρνισθεὶς εἰσήχθη ἐν Κωνσταντινουπόλει. τῷ δ' αὐτῷ ἔτει κόνις ἐξ οὐρανοῦ κατηνέχθη, καὶ φόβος μέγας ἐπέπεσε τοῖς ἀνθρώποις. Κωνσταντινουπόλεως ἐπίσκοπος Πέτρος ἔτη ιβʹ. Παῦλος τελευτᾷ καὶ Πύρρος πάλιν ἀπεκατεστάθη μῆνας δʹ ἡμέρας κγʹ. ιβʹ. ηʹ. αʹ. ιʹ. Τούτῳ τῷ ἔτει Μαυΐας τὴν Ῥόδον καταλαβὼν καθεῖλε τὸν κολοσσὸν Ῥόδου μετὰ ατξʹ ἔτη τῆς αὐτοῦ ἱδρύσεως, ὃν Ἰουδαῖός τις ὠνησάμενος ἔμπορος Ἐδεσηνὸς ἐννακοσίας καμήλους ἐφόρτωσεν αὐτοῦ τὸν χαλκόν. τῷ δ' αὐτῷ ἔτει Ἄβιβος, ὁ τῶν Ἀράβων στρατηγός, τὴν Ἀρμενίαν ἐπεστράτευσε καὶ περιτυχὼν Μαυριανόν, τὸν τῶν Ῥωμαίων στρατηγόν, καταδιώκει αὐτὸν ἕως τῶν Καυκασίων ὀρέων καὶ τὴν χώραν ἐληΐσατο. ιγʹ. θʹ. βʹ. Τούτῳ τῷ ἔτει