Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
ἡμέραν, ἀντὶ τοῦ καθ' ὅλην τὴν ἡμέραν, ἤγουν ἐν παντὶ καιρῷ. Χρὴ γὰρ ἡμᾶς ἀδιαλείπτως προσπίπτειν τῷ Θεῷ, καὶ παρ' αὐτοῦ τὸν ἔλεον ἐπιζητεῖν.
ΨΑΛΜΟΣ ΠΖʹ.
Οἱ θεμέλιοι αὐτοῦ ἐν τοῖς ὄρεσι τοῖς ἁγίοις. (E f. 179) Ὄρεσι παρεικάζει τὴν Ἐκκλησίαν ἡ 69.1212 θεόπνευστος Γραφὴ, διὰ τὸ ὑψηλὸν τῶν ἐν αὐτῇ θείων δογμάτων. -Ὄρη οὖν νοοῦμεν τὰς Ἐκκλησίας, ἤτοι τοὺς ἐν αὐταῖς. Ναοὶ γάρ ἐσμεν Θεοῦ ζῶντος, καὶ οἶκος Θεοῦ κατὰ τὰς Γραφάς. Ποῖα δὲ αὐτά ἐστι τὰ θεμέλια ἃ τίθησιν ἐν ἡμῖν Χριστὸς, διδάξει λέγων ὁ Παῦλος· "Πίστις, ἐλπὶς, ἀγάπη· καὶ πρὸς ἐπὶ τούτοις ἀνδρεία καὶ ὑπομονὴ, σωφρο σύνη καὶ ἐγκράτεια, πραότης καὶ μακροθυμία," καὶ ἅπαξ ἁπλῶς πᾶν εἶδος ἀρετῆς. (F f. 143 b) Ἡ ἐπίγειος Σιὼν, ἡ κατὰ τὴν Ἰουδαίαν χώραν, μέρος μέν ἐστι τῆς Ἱερουσαλὴμ, ὑψηλὴ δὲ καὶ ὥσπερ ἐν ὄρει διακειμένη· διὰ τοῦτο καὶ ἑρμηνεύεται σκοπευτήριον. Ταύτῃ τοίνυν τῇ ὡς ἐν ὄρει διακειμένῃ Σιὼν ἀπεικάζει τὴν Ἐκκλησίαν, ἤγουν τὴν τῶν πιστευσάντων πληθὺν, τὸ Γράμμα τὸ ἱερόν. Ὑψηλὴ γὰρ, οὐδὲν ἔχουσα ταπεινόν· οὐδὲ γὰρ ἀξιοῖ φρονεῖν τὰ ἐπὶ τῆς γῆς, ζητεῖ δὲ μᾶλλον τὰ ἄνω· καὶ οἱ τῆς Ἐκκλησίας δὲ τρόφιμοι περιπατοῦσι μὲν ἐπὶ γῆς, ἔχουσι δὲ τὸ πολίτευμα ἐν οὐρανοῖς.
ΨΑΛΜΟΣ ΠΗʹ.
Ἕως τοῦ αἰῶνος ἑτοιμάσω τὸ σπέρμα σου. (F f. 147, K f. 158 b) Ἐγήγερται ἐκ
σπέρματος αὐτοῦ τὸ κατὰ σάρκα Χριστὸς, καὶ ἐκ τῆς Ἰούδα φυλῆς, ἐξ ἧς καὶ αὐτὸς ἦν ὁ μακάριος ∆αβίδ. Ἐν τῷ βραχίονι τῆς δυνάμεώς σου. (F f. 148 b) Βραχίονα δὲ τοῦ Πατρὸς ὀνομάζει τὸν Υἱόν· ἐνεργεῖ γὰρ δι' αὐτοῦ τὰ πάντα, καθάπερ ἀμέλει καὶ ἡμεῖς αὐτοὶ διὰ τῆς ἑαυτῶν χειρὸς πάντα ποιεῖν εἰθίσμεθα. Κύριε, ἐν τῷ φωτὶ τοῦ προσώπου σου πορεύ σονται. (F f. 148 b) Ἐν τῷ φωτὶ τῷ διὰ τοῦ Πνεύματος τῷ ἐκπεμπομένῳ διὰ τοῦ σοῦ προσώπου, τουτέστι τοῦ σοῦ Υἱοῦ, πορεύσονται. Ὁδηγεῖ γὰρ ἡμᾶς τὸ Πνεῦμα τὸ ἅγιον εἰς ἕκαστα τῶν ἐν φωτὶ πρακτέων. Ἐν τῷ ὀνόματί σου ἀγαλλιάσονται. (F f. 148 b, K f. 159) Ἀεὶ γὰρ ἡμᾶς στεφανοῖ τὸ καλὸν ὄνομα τοῦ Χριστοῦ τὸ ἐπικληθὲν εἰς ἡμᾶς· ὠνομάσμεθα γὰρ διὰ Χριστὸν Χριστιανοί. [Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν. Ὁ Σωτὴρ ἔφασκε· "Τὰ ἔργα ἃ δέδωκέ μοι ὁ Πα τὴρ ἵνα ποιήσω αὐτά· αὐτὰ τὰ ἔργα ἃ ἐγὼ ποιῶ μαρτυρεῖ περὶ ἐμοῦ, ὅτι αὐτός με ἀπέσταλκε." Καὶ πάλιν· "Ἀπ' ἐμοῦ λαλῶ οὐδέν· ὁ δὲ Πατὴρ ὁ ἐν ἐμοὶ μένων ποιεῖ τὰ ἔργα αὐτός." Καὶ τοῦτό ἐστιν ὃ λέγει νῦν ὁ Πατὴρ περὶ αὐτοῦ· "Ἡ γὰρ χείρ μου συναντιλήψεται αὐτῷ, καὶ ὁ βραχίων μου κατισχύσει αὐτόν.]" Τοὺς μισοῦντας αὐτὸν τροπώσομαι. (F f. 149 b, K f. 160) Μετὰ γὰρ τὸν τοῦ Σωτῆρος σταυρὸν δειναῖς καὶ ἀφύκτοις περιπέπτωκε συμφο ραῖς ἡ τῶν Ἰουδαίων συναγωγή. Παρεδόθησαν γὰρ εἰς χεῖρας ἐχθρῶν, οἳ καὶ πᾶσαν αὐτῶν ἠρήμωσαν τὴν χώραν· καὶ διεσκορπίσθησαν. 69.1213 Ὑψωθήσεται τὸ κέρας αὐτοῦ. (F f. 149 b) Ἔθος τῇ θεοπνεύστῳ Γραφῇ κέρας ὀνομάζειν, ἐπὶ μὲν τῶν ἁμαρτωλῶν, τὴν ὑπεροψίαν· ἐπὶ δὲ τῶν δικαίων, τὴν δόξαν. [Τοῖς ὀνόμασι τοῖς μάλιστα πρέπουσι τῷ Πατρὶ καὶ αὐτὸς ὁ Υἱὸς δοξάζεται· οἷόν τί φημι, Θεὸς ἀληθινὸς, ὁ Πατὴρ τοῦτό ἐστι καὶ ὁ Υἱός· αὐτὸς γάρ ἐστιν "ἡ ἀλήθεια καὶ ἡ ζωή." Καὶ τοῦτο ἔλεγε πρὸς τὸν ἑαυτοῦ Πατέρα· "Ὅτι πάντα τὰ ἐμὰ σά ἐστι, καὶ τὰ σὰ ἐμά."] [Αὐτὸς ἐπικαλέσεταί με, Πατήρ μου εἶ σύ.