κατὰ θυμόν». Τὸ δὲ «ἀνῷγε» προπερισπᾶται τῷ λόγῳ τῶν τοιούτων τροχαϊκῶν, ὡς καὶ τὸ ἀνῆγε, κατεῖχε, καὶ τὰ ὅμοια σύνθετα, ὧν ὁ τόνος καὶ ἐν συνθέσει φυλάσσεται. τὸ μέντοι ἄνωγεν ἀντὶ τοῦ ἐκέλευεν, ἐκ τοῦ ἀνώγω ῥήματος ὄν, προπαροξύνεται. (ῃ. 169) Ὅτι εἰς τὸν ῥηθέντα θάλαμον ἐλθοῦσα ἡ Ἥρα, καὶ θύρας, ὡς ἐρρέθη, ἐπιθεῖσα, ὅ ἐστι κλείσασα, οὗ τὸ ἀνάπαλιν ἀνακλῖναι, ὅ ἐστιν ἀνοῖξαι, ἐπειδή, φασί, κλῖναι τὸ κλεῖσαι, καλλωπίζεται ἐν ἀπορρήτῳ, εἴ πως λάθῃ ἐπιποιοῦσα γυναικικῶς τῷ κάλλει καὶ μὴ ὑποβολιμαῖον ἐκ τέχνης κομμωτικῆς δοκοίη αὐτῆς τὸ καλόν, ἀλλὰ γνήσιον. Καὶ ὅρα ὡς ἀποκρυβῆς, καθὰ καὶ ἀνωτέρω προσεχῶς κεῖται, ἄξιος ὁ ἐπίθετος καλλωπισμός. (ῃ. 170 ς.) Εἶτα «ἀμβροσίῃ μὲν πρῶτον ἀπὸ χροὸς ἱμερόεντος λύματα πάντα κάθηρεν», ὅ ἐστι πάντα τὸν ῥύπον καὶ τὴν περὶ σῶμα ἀκαθαρσίαν, ἣν χρὴ ἀπολυμαίνεσθαι, ἤγουν ἀπολούεσθαι. τὸ γὰρ λῦμα ἐντεῦθεν παράγεται, οἱονεὶ λοῦμά τι ὄν, ὡς καὶ ἀλλαχοῦ δεδήλωται. Ὅρα δὲ καὶ ὅτι οὐ μόνον τροφή ἐστιν ἡ ἀμβροσία, ἀλλ' ἰδοὺ ἐνταῦθα καὶ ὡς σμῆγμά τι παραλαμβάνεται, καθάπερ τὸ κάλλος 3.603 ἀλλαχοῦ. τῷ δέ γε Πατρόκλῳ ὡς ἄλλο τι ὑγρὸν ὑπὸ ῥῖνα ἡ ἀμβροσία ἐνστάζεται. (ῃ. 171 ς.) Καὶ οὕτω τέως ἡ Ἥρα καθηραμένη οὐχ' ὡς ξηρῷ τινι, ἀλλὰ πάντως ὑγρῷ, «ἀλείψατο λίπα ἐλαίῳ ἀμβροσίῳ, ἑδανῷ», ἤγουν εὐώδει, ἡδεῖ, ἐκ τοῦ ἥδω, ἐξ οὗ ἡδανός καὶ κατὰ μεταβολὴν ἑδανός. διὸ καὶ δασύνεται, ὡς καὶ τὸ ἕδνον, ὁμοίως καὶ αὐτὸ παραγόμενον. Τὰ δὲ τοιαῦτα ῥηματικὰ βραχεῖαν, φασίν, ἔχει τὴν ἄρχουσαν, πιθανός, ἑανός, τραγανός. [Ἰστέον δὲ ὅτι τε παρὰ τοῖς παλαιοῖς καὶ μύρον Ἀττικὸν ἐπαινεῖται, ὡς δηλοῖ ὁ χαρίεις Ἀντιφάνης, ἐν οἷς τὰ ἐξ ἑκάστης πόλεως ἰδιώματα καταλέγων, καὶ εἰπὼν τὸν ἐξ Ἤλιδος μάγειρον, τὸν ἐξ Ἄργους λέβητα, τὰς ἐξ Αἰγίου αὐλητρίδας καὶ ἄλλα, ἐπάγει «μύρον ἐξ Ἀθηνῶν, ἐγχέλυς Βοιώτιαι». Καὶ ὅτι φασὶν οἱ αὐτοὶ τὴν μὲν Ἥραν σώφρονα εἶναι μυραλοιφουμένην τὰ καίρια, τοὺς δὲ Ἀθήνῃσι τρυφητὰς φαυλοτάτους, οἵπερ τοὺς πόδας ἐνήλειφον μύρῳ ἰρίνῳ ἢ ῥοδίνῳ ἢ μεγαλλίῳ τῷ ἐν Ὀδυσσείᾳ ἡρμηνευμένῳ. καὶ ὅτι τὰ ὕστερον ἐπίτριπτα μύρα ἐκώλυον οἱ φρονοῦντες εὖ. Σόλων γοῦν οὐκ ἐπέτρεπεν ἀνδρὶ μυρεψικῆς τέχνης προΐστασθαι. καὶ ὅτι οἱ ὕστερον μύρον ἐφεῦρον, ὃ ἐκάλουν παιδέρωτα, ᾧ καὶ γυναῖκες ἐχρῶντο, καὶ ὅτι καὶ τὰ στήθη ἐμύρουν οἱ τότε, διότι αὐτόθι ἦν ἡ καρδία, ὥστε καὶ τὴν κεφαλὴν διὰ τὸ κατ' αὐτὴν τίμιον, καὶ ὅτι γυναικεῖον τὸ μυραλοιφεῖσθαι, ἄνδρας δέ, φασίν, Ὅμηρος οὔτε στεφανουμένους ἐν δαιτὶ ποιεῖ οὐδὲ μυρουμένους οὐδὲ θυμιῶντας. Λέγουσι δὲ καί, ὅτι μυρίζω μὲν οὐκ ἔλεγον οἱ πάλαι, μυρῶ δὲ μυρώσω, καὶ] ὅτι οἱ παλαιοὶ ἐλαιώδεσι μύροις ἐχρῶντο, ὡς αἱ ἱστορίαι δηλοῦσι σαφέστατα, ἐν αἷς καὶ παιδάριόν τι φέρεται τοιούτῳ μύρῳ περιχρισθὲν καὶ παιγνίου λόγῳ μικροῦ ἂν κατακαυθὲν ἐν τῷ φλόγα προσψαῦσαι αὐτοῦ κατὰ καιρὸν λούματος. Τοιοῦτον δή τι καὶ τὸ μυθικὸν τοῦτο τῆς Ἥρας ἄλειμμα, οὐχ' 3.604 ἁπλῶς ἔλαιον ὄν, ἀλλὰ κατὰ τὸν ποιητὴν τεθυωμένον. (ῃ. 172) Φησὶ γὰρ «τὸ ῥά οἱ», ἤγουν ὃ δὴ αὐτῇ, «τεθυωμένον ἦεν», ὡς ἄν τις εἴποι μεμυρωμένον ἢ μεμυρισμένον, ὡς ἀπὸ θύου τοῦ εὐώδους, οὗ μέμνηται καὶ ὁ Περιηγητής, ἢ παρὰ τὸ θύος, ὃ ἐν τῇ ἰῶτα ῥαψῳδίᾳ κεῖται. Ὅμηρος γὰρ μύρου χρῆσιν μὲν οἶδε, κλῆσιν δὲ ἀγνοεῖ, ὁποῖον τὸ βρένθειον καὶ ἡ ξίρις καὶ τὸ ἴρινον [καὶ τὸ ἀμαράκινον καὶ τὸ ῥόδινον καὶ τὸ ἢ μεγαλεῖον προπερισπωμένως κατὰ τοὺς πολλοὺς ἢ κατὰ τοὺς ἀκριβεστέρους μεγάλλιον προπαροξυτόνως ἐν δυσὶ ˉλˉλ μετὰ παραλήγοντος ˉι, ἔτι δὲ καὶ τὸ κάλλος, ὡς ἐν τοῖς εἰς τὴν Ὀδυσσείαν περὶ ἀμφοτέρων εἴρηται, καὶ μὴν καὶ τὸ Αἰγύπτιον μύρον, τὸ καλούμενον μὲν μετώπιον, σκευαζόμενον δὲ κατὰ τὴν τοῦ Ἀθηναίου ἱστορίαν ἐξ ἐλαίου καὶ πικρῶν καρύων, σὺν τούτοις δὲ καὶ τὸ κινναμώμινον καὶ τὸ νάρδινον καὶ τὸ τήλινον καὶ τὸ σαμψύχινον, καὶ ἄλλα] ὅσα τοιαῦτα περιᾴδονται. (ῃ. 173 ς.) Ἐν δὲ τῷ «τοῦ», φησίν, ἤγουν οὗ ἐλαίου, «καὶ κινυμένοιο ∆ιὸς ποτὶ χαλκοβατὲς δῶ», περὶ οὗ ἤδη γέγραπται ἀλλαχοῦ, «ἔμπης ἐς γαῖάν τε καὶ οὐρανὸν ἵκετο ἀϋτμή» φανερῶς τὸ τοῦ ἀέρος