165
Συρίας ἐλάσαν τος· ὃς Κάσσιος εἰς τὴν Ἰουδαίαν ἐπειγόμενος τρισμυρίους Ἰουδαίους αἰχμαλωτίζει Ταριχαίας ἑλὼν καὶ Πισίαλον κτείνει ὡς τοῖς Ἀριστοβού 362 λου καὶ τῶν τέκνων στασιασταῖς κατὰ Ὑρκανοῦ καὶ Ἀντιπάτρου σύνδρομον. Τοῦ δὲ φόνου σύνδρομος ἦν ὁ αὐτὸς Ἀντίπατρος, ἐξοικειούμενος τοὺς πανταχοῦ Ῥωμαίων δυνάστας δώροις καὶ ταῖς λοιπαῖς ἐπικουρίαις, ἐν οἷς καὶ τῷ τῶν Ἀράβων βασιλεῖ Ἀρέτᾳ σφόδρα φιλιωθεὶς δι' ἐπιγαμίαν ἐπισήμου γυναικὸς Ἀραβίσσης Κύπριδος, ἐξ ἧς υἱοὺς ἔσχε δʹ, Φασάιλον καὶ τὸν κατόπιν Ἡρώδην βασιλεύσαντα Ἑβραίων μετὰ Ὑρκανὸν πρῶτονἀλλογενῆ καὶ τρίτον Ἰώσηπον καὶ Φερωρὰν τέταρτον. ἐπειδὴ τὸν κατὰ Ἀριστοβούλου δῆθεν καὶ τῶν τέκνων ἀνείλετο πόλεμον, τῷ Ἀρέτᾳ τοὺς υἱεῖς σὺν θυγατρὶ Σαλώμῃ παρατίθεται. Ταῦτα δέ μοι προπαρεσκεύασται οὐχ ἁπλῶς, ἀλλὰ δεῖξαι βουλομένῳ πῶς ἐγγιζούσης τῆς τοῦ μονογενοῦς υἱοῦ καὶ λόγου τοῦ θεοῦ καὶ σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ θείας σαρκώσεως ἐξέλιπεν ἄρχων ἐξ Ἰούδα καὶ ἡγούμενος ἐκ τῶν μηρῶν αὐτοῦ κατὰ τὴν πρόρρησιν τοῦ πατριάρχου Ἰακώβ. Ἀλέξανδρος Ἀριστοβούλου υἱὸς πρεσβύτερος Πομπήιον ἀποδρὰς κρατεῖ πρὸς βραχὺ τῶν Ἰουδαίων καὶ αὐτοῦ μικρὸν δὴ καὶ Ὑρκανοῦ, εἰ μὴ Γαβίνιος εἰς Συρίαν πεμφθεὶς Σκαύρου διάδοχος Μάρκον Ἀντώνιον μετὰ δυνά μεώς τινος προπέμψας ἐπῆλθεν αὐτοῖς μετὰ πλείονος προσβολῆς. ἔνθα μὴ ἐνέγκας Ἀλέξανδρος τὴν Ἀντωνίου προσβολὴν Ἀντιπάτρου παρεπομένου καὶ τῶν λοιπῶν ὑπερμάχων Ὑρκανοῦ Ἰουδαίων φεύγει πρὸς τὰ Ἱεροσόλυμα ἑξακισχιλίους ἀποβαλὼν τῇ Ἀντωνίου γενναιότητι. πανταχοῦ μέν, μάλιστα δὲ ἐνταῦθα Πομπήιος Ὑρκανῷ τὴν ἀρχιερωσύνην ἐκύρωσεν. ὁ αὐτὸς Ἰουδαίους Ῥωμαίοις ὑποφόρους ἔταξεν. ὁ αὐτὸς Ἀντίπατρον ἀλλόφυλον Ἡρώδου υἱὸν καὶ πατέρα τῆς Παλαιστίνης ἐπίτροπον κατέστησε. Γάιος Ἰούλιος Καῖσαρ Λυσιτανίαν, Γάλλους, Βρεττανοὺς καί τινας περὶ τὸν Ὠκεανὸν νήσους κατεστρέψατο. 363 Ὁ αὐτὸς τὸν Ῥῆνον ποταμὸν διαβὰς Γερμανοὺς καὶ Γάλλους ἐχειρώσατο. Τὸ ἐν Ὀλυμπίᾳ ἄγαλμα ἐκεραυνώθη. Γάιος Καῖσαρ πρὸς Πομπήιον ἐπολέμησε. Γάιος Ἰούλιος μεγίστοις ἀγῶσι Γάλλους καὶ Βρεττανοὺς καὶ Γερμανοὺς καταστρεψάμενος ὑποτελεῖς τε Ῥωμαίοις φʹ πόλεις οἰκοῦντας καταστη σάμενος πολλοῖς ἱδρῶσιν, ἐπὶ ιʹ ἔτη τοῖς ἀπροσμάχοις βαρβάροις κατα πολεμῶν πρὸς αὐτοῖς Ὠκεανοῦ ῥεύμασιν, ἐπὶ θριάμβῳ μείζονι ἐπανῆλθεν ἐν Ῥώμῃ καὶ τούτου ἀποτυχὼν ὀργίζεται Ῥωμαίοις ἀνταίροντος Πομπηίου καὶ ταῖς νίκαις ζηλοτυποῦντος μετὰ πολλῶν τῆς συγκλήτου. ἔνθεν τὸ δεύτερον ἐμφύλιος Ῥωμαίοις συνέστη πόλεμος ἐν Φαρσάλῳ τῆς Θεττα λίας μετὰ τὴν ἐν Ῥώμῃ Γαΐου ἐπάνοδον, ὡς εἴρηται, τῆς Πομπηίου γα μετῆς, θυγατρὸς δὲ τοῦ Καίσαρος Ἰουλίας μετηλλαχυίας περὶ τὸν τοκετόν. Οὗτος καὶ τὸν Ἀριστόβουλον λύσας τῶν δεσμῶν μετὰ δύο ταγμάτων εἰς Συρίαν ἐκπέμπει, δι' αὐτοῦ ταύτην ἔχειν θαρρῶν μετὰ τῆς Ἰουδαίας· ὃς ἐλθὼν ἀναιρεῖται φαρμάκῳ παρὰ τῶν Πομπηίου φίλων, ταφῆς οὐκ ἀξιού μενος ἐν τῇ πατρῴᾳ γῇ, μέλιτι δὲ συντηρούμενος, ἕως Ἀντώνιος αὐτὸν τοῖς βασιλικοῖς μνήμασι προσέταξε ταφῆναι. ἐν ταὐτῷ δὲ κατὰ τὴν Ἀντιόχειαν ὑπὸ Σκηπίωνος ἀναιρεῖται καὶ Ἀλέξανδρος ὁ υἱὸς αὐτοῦ, Πομπηίου γρά ψαντος. Ὁ δ' αὐτὸς Πομπήιος ἔρχεται φυγὰς ὁλκάδι μιᾷ πρὸς Πτολεμαῖον καὶ Κλεοπάτραν εἰς Αἴγυπτον, καταλείψας τὴν Ῥώμην, καὶ ἀναιρεῖται λοιπὸν ὁ τηλικοῦτος ἀριστεὺς ὑπὸ τοῦ Πτολεμαίου τῇ πρὸς Γάιον Ἰούλιον Καίσα ρα χάριτι. ὅπερ ἀκούσας Γάιος ἐλθὼν ἐν Αἰγύπτῳ κατὰ τοῦ Πομπηίου σὺν τοῖς στρατεύμασιν ἀναιρεῖ μὲν τὸν Πτολεμαῖον διὰ τὸν Πομπηίου φόνον, 364 βεβαιοῖ δὲ τῇ Κλεοπάτρᾳ μόνῃ τὴν ἀρχὴν Αἰγύπτου διὰ τὸν πρὸς αὐτήν, ὥς φασιν, ἔρωτα, καὶ πάλιν εἰς Ῥώμην διὰ τῆς Ἰουδαίας ἐπάνεισιν, ἐπαναστάντων αὐτῷ τῶν Πομπηίου παίδων. Τότε καὶ Ἀντίγονος ἐπὶ Γαΐου Καίσαρος πρὸς Ὑρκανὸν καὶ Ἀντίπατρονπολλὰ περὶ τοῦ φόνου τοῦ πατρὸς Ἀριστοβούλου καὶ Ἀλεξάνδρου τοῦ ἀδελφοῦ δικαιολογηθεὶς κατηγορεῖ σὺν τοῖς περὶ Πομπήιον καὶ