165
δ' ἅμα τῷ μεγάλῳ δομεστίκῳ καὶ Ἀσάνῃ τῷ Μανουὴλ τῷ τῆς μεγάλου δομεστίκου γυναικὸς ἀδελφῷ, ὃς τῆς βασιλικῆς τάξεως ἦρχε, καὶ ἑτέρους ἄγων πεντήκοντα ἐκ τῶν ἐπιφανῶν λογάδας, πρῶτα μὲν ἐτρέψαντο τοὺς κατ' αὐτούς. ἔπειτα σφοδροῦ προσεῤῥυηκότος τοῦ πολέμου καὶ πολλῶν 1.467 περιχυθέντων, οὐκ ἠδυνήθησαν τηρῆσαι τὸν συνασπισμὸν, ἀλλὰ διαλυθέντες ὡς ἠδύναντο ἕκαστος, ἀνεχώρουν, τῶν δύο μόνων ὑπολελειμμένων βασιλέως καὶ μεγάλου δομεστίκου ἐν ταὐτῷ· κἀκεῖνοι δὲ διαιρεθέντες ἐπ' ὀλίγου, πάλιν τάχιστα εἰς ἓν συνῆλθον, ὡς καὶ τὸν μέγαν δομέστικον εἰπεῖν πρὸς βασιλέα· «καιρὸς εὐψυχίας καὶ τόλμης, ὦ βασιλεῦ· χρῶ τοίνυν τῇ χειρὶ, καὶ ἄξια ἔργα ἐπιδείκνυσο σαυτοῦ.» τὸν δ' ἀποκρίνασθαι, μηδὲν ὄφελος εἶναι τῆς ἀνδρίας καὶ τῆς τόλμης τῆς αὐτοῦ, τῶν ἄλλων ἁπάντων τετραμμένων εἰς φυγήν. ὅμως βασιλεύς τε καὶ ὅσοι εἰς χεῖρας ἦλθον τοῖς Μυσοῖς, καίτοι καὶ γενομένης τῆς τροπῆς, οὐ νῶτα βάλλεσθαι παρέσχον φεύγοντες ἀμεταστρεπτί· ἀλλ' ἀμυνόμενοι καὶ περισώζοντες ἑαυτοὺς, ἦλθον ἄχρι Ῥωσοκάστρου· ἐκεῖ δὲ τῇ λοιπῇ στρατιᾷ γενόμενοι εἰς ἓν, ἠμύνοντο ὁμοῦ προθύμως πρός τε Σκύθας καὶ Μυσοὺς ἄχρι τρίτης τῆς ἡμέρας ὥρας· μηδὲν δὲ πλέον οἱ βάρβαροι δυνάμενοι ἀνύσαι, οὐδὲ γὰρ αὐτὸς Ῥωσοκάστρου ἴσχυσαν βιάσασθαι ἐλθεῖν, διαλυθέντες, εἰς στρατόπεδον τὸ οἰκεῖον ἐπανῆλθον. ἔπεσον δὲ παρὰ τὴν μάχην καὶ ἐζωγρήθησαν Ῥωμαίων ἀπὸ μὲν τῶν ἱππέων ἑπτὰ καὶ τριάκοντα· ὧν ἦσαν ἓξ τῆς τάξεως τῆς βασιλικῆς· πεζοὶ δὲ πέντε πρὸς τοῖς ἑξήκοντα· καὶ τούτων οἱ πλείους ἢ σύμπαντες σχεδὸν ὑπὸ τῶν Σκυθῶν ἑάλωσαν ἢ ἀπέθανον. ἀπέθανον δὲ καὶ ἀπὸ τῶν Μυσῶν ὀλίγῳ πλείους τῶν Ῥωμαίων. πλὴν ἡ νίκη φανερῶς προσεγένετο τοῖς Μυσοῖς διὰ τὸ μὴ τοὺς Ῥωμαίους ἀντισχεῖν, ἀλλὰ τραπέν 1.468 τας ἀτάκτως εἰς Ῥωσόκαστρον ἐλθεῖν. περὶ δὲ μεσημβρίαν τῆς αὐτῆς ἡμέρας Ἀλέξανδρος ὁ τῶν Μυσῶν βασιλεὺς τῶν παρ' αὐτῷ ἐπιφανῶν τὸν Ἰβάνην πέμψας πρὸς βασιλέα πρεσβευτὴν, ἠξίου τὰς γεγενημένας τῇ προτεραίᾳ συνθήκας ἀλύτους μένειν, καὶ πλείονος ἕνεκα φιλίας καὶ ἀσφαλείας τῆς πρὸς τὰς σπονδὰς τὴν θυγατέρα τὴν αὐτοῦ τῷ υἱῷ ἐκείνου κατεγγυῆσαι. βασιλεὺς δὲ τὸ μὲν τελεσθῆναι τὰς γεγενημένας σπονδὰς, καὶ αὐτῷ εἶναι ἀπεκρίνατο κατὰ γνώμην, ἐπεὶ καὶ πρότερον οὐ πρὸς ἀνάγκην, ἀλλὰ διὰ τὸ λυσιτελεῖν νομίζειν τὴν εἰρήνην γεγενῆσθαι· τὴν δὲ συγγένειαν μὴ βούλεσθαι· δόξαι γὰρ ἂν πᾶσι δι' ἀνάγκην ἢ φόβον τοιαῦτα πράττειν οἷα δὴ νενικημένον ὑπὸ σοῦ· καίτοι τὸ μὲν τραπῆναι συμβέβηκεν ἡμῖν μόνοις ὑπὸ πλειόνων βιασθεῖσιν. ἀποστερήσει δὲ τῶν οἰκείων οὐδὲν διενηνόχαμεν ἀλλήλων. πλείους γὰρ ἀπεβάλετε ὑμεῖς· ὅμως αὐτοῦ γε ἕνεκα τοῦ ἡσσῆσθαι δοκεῖν ἡμᾶς οὐ βούλομαι τὴν συγγένειαν ποιήσασθαι νυνὶ, ἀλλ' εἰρήνην μόνον καὶ σπονδάς· ἀναστρέψαντι δὲ εἰς τὴν οἰκείαν, πρεσβείαν περὶ τῆς ἐπιγαμίας ποιεῖσθαι καὶ σκεψαμένῳ ὅ,τι ἂν λυσιτελεῖν δοκοίη καθ' ἡσυχίαν πράττειν. Ἰβάνης μὲν οὖν ἐπανῆλθεν ὡς βασιλέα τὸν οἰκεῖον, τὰς ἀποκρίσεις τοῦ Ῥωμαίων βασιλέως ἄγων· καὶ μετὰ μικρὸν ἐπανῆλθε πάλιν ἄγων καὶ συμπρεσβευτὴν τὸν Ἀλεξάνδρου τοῦ βασιλέως θεῖον Συναδηνὸν, τὰ ἴσα πρεσβεύοντα καὶ αὖθις. περί τε τοῦ κήδους πολλὰ διαλεγόμενοι ἐπαγωγὰ, ἐξ ὧν ᾤοντο τὸν βασιλέα πεῖσαι· ὁ βασιλεὺς δὲ τοῖς προτέροις καὶ αὖθις ἐχρῆ 1.469 το λόγοις· καὶ τὴν μὲν εἰρήνην ἔφασκεν αἱρεῖσθαι, καὶ θέσθαι βούλεσθαι περὶ αὐτῆς σπονδάς· τὴν συγγένειαν δὲ οὐ νυνὶ ποιήσειν, ἀλλ' ἐς ὕστερον ἢν αὐτῷ δοκῇ. ἂν μὲν οὖν καὶ αὐτοῖς τὰ τοιαῦτα κατὰ γνώμην ᾖ, διαλέγεσθαι περὶ τῶν συνθηκῶν· ἂν δ' ἕτερά τινα διανοῶνται, ἀπελθόντας παρασκευάζεσθαι καθ' ὅ,τι ἂν δοκῇ. οἱ δ' ἐπεὶ ἑώρων βασιλέα ἀμεταστρεπτὶ τῶν ἐξ ἀρχῆς ἐχόμενον λογισμῶν, τὴν μὲν συγγένειαν τὸν αὐτῶν ἔφασαν βασιλέα περὶ πλείστου ποιεῖσθαι· καὶ αὐτοῖς προστεταχέναι περὶ ἐκείνης πᾶσαν ἐπιδείξασθαι σπουδήν· ἂν δὲ μὴ προσχωροίη μηδὲ πείθοιτο ὁ βασιλεὺς, τότ' ἤδη τοὺς μὲν περὶ ἐκείνης λόγους εἰς τὸ μέλλον ὑπερθέσθαι ὡς καιρῷ