165
ον ὁ θεὸς καὶ πατὴρ ἐδόξασε· περὶ ου ἐν ἑτέροις λεπτομερέστερον διεληλύθαμεν πρὸς τοὺς ζητοῦντας τὴν ἀλήθειαν. ουτος τὴν πατρὸς ἑκάστῳ δικαιοκρισίαν ποιούμενος, πᾶσι κατὰ τὰ εργα παρασκευάσει τὸ δίκαιον. ου κρίσει παραστάντες πάντες ανθρωποί τε καὶ αγγελοι καὶ δαίμονες μίαν ἀποφθέγξονται φωνὴν ουτω λέγοντες, δικαία σου ἡ κρίσις. ης φωνῆς τὸ ἀνταπόδομα ἐπ' ἀμφοτέροις ἐπάγει τὸ δίκαιον, τοῖς μὲν ευ πράξασι δικαίως τὴν ἀΐδιον ἀπόλαυσιν παρασχόντος, τοῖς δὲ τῶν φαύλων ἐρασταῖς τὴν αἰώνιον κόλασιν ἀπονείμαντος. καὶ τούτοις μὲν τὸ πῦρ ασβεστον διαμένει καὶ ἀτελεύτητον, σκώληξ δέ τις εμπυρος μὴ τελευτῶν μηδὲ σῶμα διαφθείρων, ἀπαύστῳ δ' ὀδύνῃ ἐκ σώματος ἐκβράσσων παραμένει." καὶ αλλα δ' ἐπὶ τούτοις φησίν. Ουτω μὲν ουν περὶ Χριστοῦ γέγραφεν ὁ ̓Ιώσηπος. ἐν δὲ ̔Ρώμῃ τότε Παυλῖνά τις ην καὶ γένους περιφανείᾳ καὶ τρόπων σεμνυνομένη χρηστότητι καὶ 2.14 πλούτου περιττῶς εχουσα· ουσα δὲ καὶ τὴν οψιν χαρίεσσα καὶ τῆς ἡλικίας ἐν ῃ γυναῖκες ἀγάλλονται, σωφροσύνῃ κεκόσμητο. συνῴκει δὲ Σατορνίνῳ, ἀνδρὶ μηδὲν αὐτῆς εἰς εκαστον τῶν καλῶν ἀποδέοντι. ταύτης ἑάλω τῷ ερωτι ∆έκιος Μοῦνδος, ἐν ἀξιώματι ων μεγάλῳ τῶν τότε ἱππέων, καὶ ἐπείρα δώροις· εικοσι γὰρ μυριάδας δραχμῶν ̓Αττικῶν εὐνῆς ἐδίδου μιᾶς. ἡ δὲ οὐκ ἠνείχετο. κἀκεῖνος ἐξῆπτο πλέον εἰς ερωτα, ωστε βρώσεως ἀποχῇ ἑαυτῷ μνηστεύεσθαι θάνατον. ην δὲ τούτῳ ἀπελευθέρα πατρῴα Ιδη καλουμένη, παντοίων ιδρις κακῶν. αυτη ουτως εχοντα τὸν νεανίαν ὁρῶσα ἀναθαρσύνει λόγοις καὶ ἀναζωπυρεῖ ὑποσχέσεσι, πέντε μυριάδων αὐτῇ δεήσειν λέγουσα μόνων ωστε τὴν πρᾶξιν αὐτῷ κατεργάσασθαι. καὶ λαβοῦσα τὸ αἰτηθὲν ἀργύριον, ἐπεὶ οὐχ ἁλωτὴν ἑώρα τὴν Παυλῖναν τοῖς χρήμασι, τῇ δὲ θεραπείᾳ τῆς Ισιδος, θεὸς δ' αυτη τοῖς ̔Ρωμαίοις τότε νενόμιστο, ῃδει ταύτην προσκειμένην θερμότατα, πρόσεισι τῶν τῆς ψευδοῦς ἐκείνης θεοῦ ἱερέων τισί, καὶ χρήμασιν ἀναπείθει τὴν Παυλῖναν ἐξαπατῆσαι αις δύναιντο μηχαναῖς καὶ τῷ Μούνδῳ συγκατακλῖναι. οἱ δὲ θελχθέντες τοῖς χρήμασι τῇ πράξει ἐπέβαλον. καὶ αὐτῶν ὁ γεραίτατος πρὸς τὴν Παυλῖναν ἐλθών, καὶ ἰδίᾳ αὐτῇ ἐντυχών, ελεγεν ηκειν πεμπτὸς ὑπὸ τοῦ ̓Αννούβιδος, κελεύοντος τοῦ θεοῦ πρὸς αὐτὸν ηκειν αὐτῆς ἐρῶντα. τῇ δὲ ὁ λόγος εδοξεν εὐκταιότατος, εἰ ἐρῷτο ὑπὸ θεοῦ· καὶ τῷ ἀνδρὶ κοινοῦται τὸ ἀγγελθέν, κἀκεῖνος συνεχώρει, τὴν σωφροσύνην γινώσκων τῆς γυναικός. ἀπῆλθεν ουν εἰς τὸ τέμενος· καὶ ὡς υπνου καιρὸς ην, ενδον ἐν τῷ ναῷ τῇ γυναικὶ καθευδῆσαι ἡτοίμαστο, καὶ τὰ λύχνα κατέσβεστο. ὁ γοῦν Μοῦνδος, ἐκέκρυπτο γὰρ ἐκεῖ, παν2.15 νύχιον ἐνεφορήθη αὐτῆς, ὡς Αννουβις αὐτῇ προσφερόμενος. ειτα ὁ μὲν ἀπῆλθεν, ἡ δὲ πρὸς τὸν ανδρα φοιτήσασα διηγεῖτο τὴν ἐπιφάνειαν τοῦ ̓Αννούβιδος, καὶ πρὸς τὰς συνήθεις ἐνελαμπρύνετο ὡς ὁμιλίας ἀξιωθεῖσα θεοῦ. τρίτῃ δὲ μετὰ τὴν πρᾶξιν ἡμέρᾳ συναντήσας ὁ Μοῦνδος αὐτῇ "Παυλῖνα," φησί, "καὶ τὰς εικοσι μυριάδας εχω, καὶ σύ μοι τούτων διηκονήσω χωρίς. α δὲ πρὸς Μοῦνδον ἐξύβριζες, τούτων οὐδέν μοι προσήπτετο, Αννουβιν ονομα θεμένῳ αὑτῷ." ἐκ τούτων εἰς εννοιαν ἐλθοῦσα τοῦ τολμήματος ἡ γυνὴ περιρρήγνυται τὴν στολήν, καὶ τῷ ἀνδρὶ ἐδήλου τὸ ἐπιβούλευμα· ὁ δὲ τῷ Τιβερίῳ προσῆλθε. καὶ ὁ αὐτοκράτωρ ἐξετάσας τὸ γεγονός, τοὺς μὲν ἱερεῖς ἀνεσταύρωσε καὶ τὴν Ιδην, τόν τε ναὸν καθεῖλε, καὶ τὸ τῆς Ισιδος αγαλμα εἰς τὸν Θύβριν ποταμὸν κατεπόντισε, τὸν δὲ Μοῦνδον φυγῇ ἐδικαίωσε, συγγνώμην νείμας αὐτῷ ωστε μὴ μεῖζον κολασθῆναι διὰ τὴν βίαν τοῦ ερωτος. ̓Αλλὰ ταῦτα μὲν ἐν τῇ ̔Ρώμῃ ἐπέπρακτο, ἐν δὲ Σαμαρείᾳ συμβέβηκε θόρυβος. ἀνὴρ γάρ τις ἐκέλευε τοὺς Σαμαρεῖς ἐπὶ τὸ Γαριζὶν ορος αὐτῷ συνελθεῖν· ἁγνότατον δὲ τοῦτο αὐτοῖς ὑπείληπται τῶν ὀρῶν· καὶ ἀφικομένοις ἐπηγγέλλετο ἱερὰ σκεύη ἐμφανίσαι κατορωρυγμένα ἐκεῖ ὑπὸ Μωυσέως· οἱ δὲ ἠθροίζοντο καὶ ἐν οπλοις ησαν. Πιλάτος δὲ στρατιώτας πέμψας τοὺς μὲν εκτεινε, τοὺς δὲ ἐτρέψατο εἰς φυγήν, καὶ τῶν ζωγρηθέντων τοὺς κορυφαίους διέφθειρεν. οἱ δὲ Σαμαρεῖς πρὸς Οὐιτέλλιον ηλθον Συρίας