165
φῶς, καὶ φωτίζων τὰ πράγματα. ̓Ελλεδανόσ. τῶν δραγμάτων ὁ δεσμός. παρὰ τὸ συνελεῖν τὰ δεσμευόμενα. ̓Ελεόσ. ἡ μαγειρικὴ τράπεζα. ̓Αριστοφάνης· ιθι, κάθελ' αὐτοῦ τοὐλεόν- καὶ Ομηρος· βάλλον δ' εἰν ἐλεοῖσιν- εστι δὲ καὶ ειδος ὀρνέου. ̓Ελεύθεροσ. ὁ σπουδαῖος μόνος, οἱ δὲ φαῦλοι δοῦλοι. Ελεοσ. συμπάθεια συμφορᾶς η ἑκούσιος λύπη ἐπ' ἀλλοτρίοις κακοῖς συνισταμένη· η ἡ ἐπὶ τῶν δυσφορούντων ἐπί τισιν ἀνιαροῖς ἀγαπητικὴ συμπάθεια η συνδιάθεσις. Ελλην. παρὰ τὸ ̔Ελλὰς, ο σημαίνει τὴν πόλιν, η παρὰ τὸ αλλος Ελλην· πλέον γὰρ τῶν αλλων ἐθνῶν ἀλλήλους φιλοῦσιν. εστι δὲ καὶ Ελλην ὁ φρόνιμος. epsilon.684 ̔Ελληνικόν γ' ἐπένευσαν ανδρες οὑτοιΐ. ἀντὶ τοῦ ουτοι. ̔Ελληνισμόσ. τὸ καθ' Ελληνας διαλέγεσθαι, ο ἐστι ἀσολοικίστως καὶ ἀβαρβαρίστως. ̔Ελληνοταμίαι. οἱ τὰ ἐκ τῶν φόρων χρήματα φυλάσσοντες, α πρώτως κοινῇ οἱ Ελληνες ἐν ἀδήλῳ ἀπετίθεντο, ουτως ἐκαλοῦντο. ̔Ελλήσποντοσ. κόλπος ὁ διείργων τὴν Θρᾴκην καὶ τὴν Τρωάδα, ἀπό τινος Ελλης ἐκεῖθεν πνιγείσης. Ελειοσ. ὁ κάθυγρος καὶ σύνδενδρος τόπος. καὶ ορνις. καὶ ονομα ορους. ̔Ελιγμόσ. ἡ συστροφή. ̔Ελικών. ορος. ̔Ελικώνιοσ. σοφιστὴς Βυζάντιος, ος χρονικὴν ἐπιτομὴν εγραψεν ἀπὸ ̓Αδὰμ εως μέχρι τῶν χρόνων Θεοδοσίου τοῦ μεγάλου ἐν βιβλίοις δέκα. ̔Ελίχρυσοσ. τὸ τοῦ κισσοῦ ανθος. ανθει ἑλιχρύσου ἐναλίγκιος. † ̓Ελαολόγοι. οἱ συλλέγοντες τῶν ἐλαιῶν τοὺς καρπούς. ἐλάα γὰρ ὁ καρπὸς τῆς ἐλαίας· ἐλαία δὲ τὸ δένδρον.† ̔Ελίκωπεσ. μελανόφθαλμοι. τινὲς τὸ μέλαν η τὸ εὐόφθαλμοι κατὰ γλῶσσαν. ἑλικὸν γὰρ κατὰ διάλεκτον τὸ μέλαν καλεῖται. ἑλίκωπες καὶ ναυτικοὶ οἱ ἑλίσσοντες τὰς κώπας. η ἑλικοepsilon.685 βλέφαροι. ωπας γὰρ τὰ βλέφαρα λέγουσιν ἀπὸ παντὸς μέρους. η οὐλότριχες. η οἱ ἑλίκην ωπα εχοντες, ηγουν μεγάλην. ̔Ελκηθμόσ. ἑλκυσμὸς, σπαραγμός. ̓Ελλόγιμοσ. λόγιος, ἀξιόλογος. Ελλοπεσ. ἰχθύες. Ελλουροι. εθνος. ̓Ελπιδηφόροσ. κύριον. Ελυμοσ. σπέρμα, ο εψοντες οἱ Λάκωνες ἐσθίουσιν. ̓Ελυμαῖοι. εθνος, ἀπὸ ̓Ελύμου υἱοῦ ̓Αγχίσου, νόθου οντος καὶ ἐλθόντος εἰς Σικελίαν. Ελωρ. τὸ ελκυσμα, τὸ σπάραγμα. παρὰ τὸ ελω τὸ ἑλκύω η τὸ λαμβάνω γίνεται ελωρ. ̔Ελκεσαῖοσ. ἀπὸ ̔Ελκεσοῦ κώμης τῆς ̓Ιουδαίας, ἐξ ης ην καὶ ὁ Ναούμ. * ̓Ελείμ. τόπος.* * ̓Ελεαλή. θεοῦ ἀνάβασις.* (Θηλυκόν.) ̓Ελαφρία. ἡ ὀλιγότης η ἡ ἁπλότης η ἡ κουφότης. Ελαφοσ. ἡ διὰ τῆς κουφότητος καὶ τοῦ τάχους ἐλαφρά τις ουσα. η διὰ τὸ ἑλεῖν τὰς οφεις καὶ ἀναιρεῖν διὰ τῶν μυκτήρων. η ἀπὸ epsilon.686 τοῦ ελους ελαφος, η ἀπὸ τοῦ ἐλαύνειν τὰς οφεις. Ελλαμψισ. φωτισμός. ̓Ελαϊτή. πόλις. ̓Ελάα. καρπὸς τῆς ἐλαίας. ̓Ελάτεια η ̓Ελάτρεια. πόλις μεγίστη τῶν ἐν Φωκεῦσιν. ̓Ελάτειραν. ἀπελαστικήν. ̓Ελαία. τὸ δένδρον. †καὶ πόλις.† παρὰ τὸ λεῖον η λειῶ λέαια καὶ ἐν ὑπερθέσει ἐλαία ἡ τὸ λεαῖνον ελαιον τίκτουσα. η παρὰ τὸ ελος, ἐν ελει γὰρ καὶ ὑγροῖς τόποις φύεται. η παρὰ τὸ ἁλέαν, τὴν θερμασίαν· ἐν θερμοῖς γὰρ τόποις χαίρει. ̓Ελαταῖσ. ὑπὸ τοῦ ἁγίου πνεύματος κεχαλκευμέναις. Ελγη. πόλις. ̓Ελευθεριότησ. ἡ μετὰ κιβδηλείας χάρις. ὁ δ' ἐς τοσοῦτον ἐλευθεριότητος ἐληλάκει, ωστε-. ̓Ελεπόλεισ. μηχανήματα, τὰ λιθοβόλα οργανα, δι' ων αἱ πόλεις ἁλίσκονται. Ελεγξισ. φανέρωσις τῶν κεκρυμμένων. ̓Ελεημοσύνη. ἑκούσιος λύπη ἐπ' ἀλλοτρίοις κακοῖς παρισταμένη. epsilon.687 ̔Ελεδώνη. ειδος πολύποδος, εχουσα μίαν κοτυληδόνα ητοι πλόκαμον, καὶ εστιν ἑπτάπους, ὡς φησὶν Αἰλίας. εστι δὲ τὸ λ περισσόν. καλεῖται δὲ ἑλεδώνη ἀπὸ τοῦ ἑαυτὴν εδειν καὶ ἐσθίειν. ̓Ελεεινή. ἀπὸ τοῦ ελεος, ἐλεγεινή. καὶ ἀπὸ τοῦ ἐλεῶ. ἐπεὶ εστιν αν διὰ τοῦ ˉε, νῦν δὲ διὰ τῆς ˉεˉι διφθόγγου, τῷ λόγῳ τῶν εἰς ˉνˉοˉς ὀξυτόνων τῶν παρωνύμων. ̔Ελένη. παρὰ τὸ πολλοὺς ἑλεῖν τῷ κάλλει. ̓Ελεοῦντα. πόλις ἐν Χερσονήσῳ. ἡ εὐθεῖα ἡ ̓Ελεοῦς. καὶ ̓Ελεὼν, ονομα πόλεως. τὴν αρα τ' ἐξ ̓Ελεῶνος-. παρὰ τὸ ελος· ἑλώδης γὰρ ὁ τόπος. ̓Ελευσίσ. πόλις πλησίον ̓Αθηνῶν. ὠνόμασται δὲ ἡ πόλις ἀπὸ ̓Ελευσίνου τοῦ ̔Ερμοῦ. καὶ ̓Ελευσίνια ἐπὶ οὐδετέρου. τοῖς γὰρ νικῶσι τὰ ̓Ελευσίνια ἐδίδοτο αθλον. αλλοι δὲ φασὶν ἑορτὴν ειναι τὰ ̓Ελευσίνια. ̔Ελετή. αἱρεθῆναι δυναμένη, ο ἐστι προκριθῆναι. ̔Ελληνόπολισ.