165
καλῶς εἴπωσιν ὑμᾶς πάντες οἱ ἄνθρωποι. Κατὰ ταῦτα γὰρ ἐποίουν τοῖς ψευδοπροφήταις οἱ πατέρες αὐτῶν.» «Κἂν ἐῤῥωμένος ὦ κατὰ τὸν Θεὸν, πλεῖόν με δεῖ φοβεῖσθαι καὶ προσέχειν τοῖς εἰκῆ φυσῶσίν με. Ἐπαινοῦντες γάρ με μαστιγοῦσιν.» Μὴ πρὸς ἐπαίνους χαυνωθῶμεν τοὺς ὑπὲρ τὴν ἀλήθειαν. Πολλοὶ τὸν παρὰ τῶν πολλῶν ἔπαινον θηρώμενοι, ἔργῳ μὲν τὴν ἀδικίαν καὶ πλεονεξίαν ὡς ὠφέλιμον προτιμῶσι, σχήματι δὲ καὶ λόγῳ, τὴν ἰσότητα καὶ τὴν δικαιοσύνην ὑπερθαυμάζουσιν. Ὁ δεῖνα τὸν πλοῦτον τοῖς θηριομάχοις προσαναλίσκων, καὶ ταῖς ματαίαις τῶν δήμων φωναῖς ἐπαγαλλόμενος, φυσᾶται τοῖς ἐπαίνοις, καὶ μέγα φρονεῖ, τὴν δόξαν ἔχων ἐν τῇ αἰσχύνῃ αὐτοῦ· ὅς γε καὶ ἔγγραφον τοῖς περιφανέσι τῆς πόλεως τὴν ἑαυτοῦ ἁμαρτίαν ἐπὶ τῶν πινάκων δεικνύει.
ΤΙΤΛ. ΚΘʹ. -Περὶ ἐκδικήσεως Θεοῦ τοῖς ἀδικουμένοις γενομένης· ὅτι χρὴ τῷ
Θεῷ ἐπιτρέπειν τὰ τῆς ἐκδικήσεως. «Θεὸς ἐκδικήσεων Κύριος, Θεὸς ἐκδικήσεων ἐπαῤῥησιάσατο.» «Ποιῶν
ἐλεημοσύνας ὁ Κύριος, καὶ κρῖμα πᾶσι τοῖς ἀδικουμένοις.» «Ἔγνων ὅτι ποιήσει Κύριος τὴν κρίσιν τῶν πτωχῶν, καὶ τὴν δίκην.» «Μὴ εἴπῃς, Τίσομαι τὸν ἐχθρὸν, ἀλλ' ὑπόμεινον τὸν Κύριον, ἵνα σε βοηθήσῃ.» «Σκόλοψ πικρίας καὶ ἄκανθα ὀδύνης ἀπὸ τῶν περικύκλῳ αὐτῶν. Καὶ ποιήσω κοῖμα ἐν πᾶσι τοῖς ἀτιμάζουσιν αὐτούς.» «Κριτής τις ἦν ἔν τινι πόλει τὸν Θεὸν μὴ φοβούμενος, καὶ ἄνθρωπον μὴ ἐντρεπόμενος. Χήρα δὲ ἦν ἐν τῇ πόλει ἐκείνῃ, καὶ ἤρχετο πρὸς αὐτὸν λέγουσα· Ἐκδίκησόν με ἀπὸ τοῦ ἀντιδίκου μου. Καὶ οὐκ ἤθελεν ἐπὶ χρόνου. Μετὰ δὲ ταῦτα εἶπεν ἐν ἑαυτῷ· Εἰ καὶ τὸν Θεὸν οὐ φοβοῦμαι, καὶ ἄνθρωπον οὐκ ἐντρέπομαι, διά γε τὸ παρέχειν μοι κόπον τὴν χήραν ταύτην, ἐκδικήσω αὐτὴν, ἵνα μὴ εἰς τέλος ἐρχομένη ὑποπιάζῃ με. Εἶπεν δὲ ὁ Κύριος· Ἀκούσατε τί ὁ κριτὴς τῆς ἀδικίας λέγει. Ὁ δὲ Θεὸς οὐ μὴ ποιήσῃ τὴν ἐκδίκησιν τῶν ἐκλεκτῶν αὐτοῦ, τῶν βοώντων πρὸς αὐτὸν νυκτὸς καὶ ἡμέρας, καὶ μακροθυμῶν ἐπ' αὐτοῖς; Λέγω ὑμῖν, ὅτι ποιήσει τὴν ἐκδίκησιν αὐτῶν ἐν τάχει.» «Μὴ ἑαυτοὺς ἐκδικοῦντες, ἀλλὰ δότε τόπον τῇ ὀργῇ. Γέγραπται γάρ· Ἐμοὶ ἐκδίκησις, ἐγὼ ἀνταποδώσω, λέγει Κύριος.» Πάντως ὁ ἀδικούμενος, καταφλέγεται μὲν ὑπὸ λύπης, ἀμύνασθαι δὲ οὐκ ἔχων, ἢ διὰ τῶν ἴσων ἐλθεῖν ἔσθ' ὅτε, διὰ τὸ ἡττᾶσθαι τῆς τοῦ ἀδικοῦντος χειρὸς, τῆς ἄνωθεν μισοπονηρίας τὸ κέντρον καλεῖ πρὸς ἐπικουρίαν. ∆εῖν, οἶμαι, τοὺς χωρίον ἱερὸν νεμομένους ἐπιτρέπειν πάντα τῷ Θεῷ δικάζειν, καὶ καταφρονεῖν τῆσδε χειρὸς ἀνθρωπίνης, ὅταν αὐτοὶ τὸν ἄνω δικαστὴν περισκοπῶσιν.
ΤΙΤΛ. Λʹ. -Περὶ εὐθυνομένων καὶ δίκας εἰσπραττομένων· καὶ ὡς οὐδαμῶς
ἄλλος ἀντὶ ἄλλου εὐθυνθήσεται. «Οὐκ ἀποθανοῦνται πατέρες ὑπὲρ τέκνων, οὔτε υἱοὶ ὑπὲρ πατέρων· ἕκαστος
τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται.» «Ἀδελφὸς οὐ λυτροῦται, λυτρώσεται ἄνθρωπος;» «Ἐν ταῖς ἡμέραις ἐκείναις οὐ μὴ εἴπωσι· Πατέρες ἔφαγον ὄμφακας, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν· ἀλλ' ἕκαστος ἐν τῇ ἑαυτοῦ ἁμαρτίᾳ ἀποθανεῖται, καὶ τοῦ φαγόντος αἱμωδιάσουσιν οἱ ὀδόντες.» «Οἱ πατέρες ἔφαγον ὄμφακας, καὶ οἱ ὀδόντες τῶν τέκνων ᾑμωδίασαν. Ζῶ ἐγὼ, λέγει Κύριος, ἡ ψυχὴ ἡ ἁμαρτάνουσα, αὐτὴ καὶ ἀποθανεῖται. Ὁ δὲ ἄνθρω 95.1568 πος ἔσται δίκαιος, ὁ ποιῶν δικαιοσύνην. Υἱὸς οὐ λήψεται τὴν ἀδικίαν τοῦ υἱοῦ. ∆ικαιοσύνη δὲ δικαίου ἐπ' αὐτὸν ἔσται, καὶ ἀνομία ἀνόμου ἐπ' αὐτὸν ἔσται.» «Ἕκαστος τὸ ἴδιον φορτίον βαστάζει.
ΤΙΤΛ. ΛΑ. -Περὶ ἐλεγμῶν
«Πληγαὶ καὶ ἔλεγχοι διδόασι σοφίαν.» «Ὁ ἐλέγχων ἀνθρώπου ὁδοὺς, χάριτας μᾶλλον ἕξει τοῦ γλωσσοχαριτοῦντος.» «Κρείσσων ἀνὴρ ἐλέγχων, ἀνδρὸς σκληροτραχήλου.» «Οἱ ἐλέγχοντες, βελτίους φανοῦνται, ἐπ' αὐτοὺς δὲ ἥξει εὐλογία