165
κείμενον· "Ὁ μακάριος, φησὶ, καὶ μόνος δυνάστης, ὁ βασιλεὺς τῶν βασιλευόντων, καὶ Κύριος τῶν κυριευόντων, ὁ μόνος ἔχων ἀθανασίαν, φῶς οἰκῶν ἀπρόσιτον." Πάντα γὰρ, φησὶ, τὰ ἔθνη μακάριον αὐτὸν, καὶ ὕμνων ἄξιον ὀνομάζει. Εἶτα σαφέστερον ὁ προφήτης τὴν κεκρυμμένην αὐτοῦ διδάσκων θεότητα ἐπήγαγεν· ιηʹ. "Εὐλογητὸς Κύριος ὁ Θεὸς Ἰσραὴλ, ὁ 80.1441 ποιῶν θαυμάσια μόνος." Οὗτος γὰρ, φησὶν, αὐτὸς ὁ προφητευόμενος, καὶ τὰς προειρημένας θαυμα τουργίας ἐπιτελέσων, αὐτός ἐστι καὶ τοῦ Ἰσραὴλ Θεὸς, καὶ τῶν ἁπάντων ∆εσπότης. ιθʹ. "Καὶ εὐλογημένον τὸ ὄνομα τῆς δόξης αὐτοῦ εἰς τὸν αἰῶνα, καὶ εἰς τὸν αἰῶνα τοῦ αἰῶνος." ∆ιὸ προσήκει παρὰ πάντων αὐτὸν ὑμνεῖσθαι. Εἰ γὰρ τὴν φύσιν αὐτοῦ ὡς ἀνέφικτον ἀγνοοῦμεν, ἀλλὰ τὸ σωτήριον αὐτοῦ ἐδιδάχθημεν ὄνομα. "Καὶ πληρωθήσεται τῆς δόξης αὐτοῦ πᾶσα ἡ γῆ. Γένοιτο, γένοιτο." Ἃ πολλάκις διὰ παντὸς προηγόρευσε τοῦ ψαλμοῦ, ταῦτα καὶ πληρώσας τὴν προφητείαν τέ θηκε, βεβαιοτέραν τὴν πρόῤῥησιν ἐργαζόμενος. Λέγει δὲ ὅτι καὶ ἐν πάσῃ τῇ γῇ δῆλος ἔσται, καὶ γνώριμος ὡς Θεός ἐστι καὶ τῶν ὅλων ∆εσπότης, καὶ τὸ παρὰ πάντων δέξεται σέβας, ταῖς τῆς θεο γνωσίας αὐτοῦ καταυγάσας ἀκτῖσιν. Τοῦτο δὲ διὰ τῆς τοῦ Πνεύματος χάριτος ὁ προφήτης μεμα θηκὼς, καὶ πυρσευθεὶς τῷ πόθῳ, ἐπεύχεται γε νέσθαι, καὶ πέρας τὴν προφητείαν λαβεῖν. ∆ιὸ καὶ ἐπιλέγει, Γένοιτο, γένοιτο· ἢ κατὰ τὸν Ἀκύλαν Πεπιστωμένως, [πεπιστωμένως,] ἀντὶ τοῦ, ἀψευδῆ καὶ ἀληθῆ τὰ εἰρημένα, καὶ δέξεται πάντως τὸ τέλος. Ἐξέλιπον οἱ ὕμνοι ∆αβὶδ υἱοῦ Ἰεσαί.
ΕΡΜΗΝ. ΤΟΥ ΟΒʹ ΨΑΛΜΟΥ. αʹ. "Ψαλμὸς τῷ Ἀσάφ." Καὶ ἤδη προειρήκα μεν, ὅτι καὶ τοῦτόν τινες
ψαλμογράφον ἔφασαν, τινὲς δὲ μελοποιὸν, καὶ τῶν ᾀδόντων χοροδιδάσκαλον. Ἄλλοι δὲ τὸν μὲν ∆αβὶδ εἶπον καὶ τοὺς δὲ τοὺς ψαλμοὺς εἰρηκέναι, τὸν δὲ Ἀσὰφ γεγραφέναι. [Ἡμεῖς δὲ, ὡς πολλάκις εἰρήκαμεν, τοὺς πάντας τὸν μακάριον ∆αβὶδ γεγραφέναι νενοήκαμεν· καὶ γὰρ οὕτως ἔχει ὁ τῆς ἀληθείας λόγος.] Ἀλλὰ ταῦτα μὲν ὡς βού λεταί τις δεχέσθω· οὐδὲ μία γὰρ ἐντεῦθεν βλάβη τοῖς οὕτως ἢ ἐκείνως δεχομένοις φυήσεται. Ἡμεῖς δὲ τοῦ ψαλμοῦ τὴν διάνοιαν τῆς χάριτος φωταγω γούσης ποιησόμεθα δήλην. Ἀπαχθεὶς ὁ λαὸς δορυ άλωτος εἰς Βαβυλῶνα, πολλαῖς καὶ παντοδαπαῖς περιεκλύζετο συμφοραῖς. Ὁρῶντες δὲ τοὺς Βαβυλωνίους, δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντας, ἐν εὐημερίᾳ καὶ εὐκληρίᾳ πολλῇ, σφᾶς δὲ αὐτοὺς ἐν δυσπραξίᾳ καὶ κακοπαθείᾳ, λογισμοὺς περὶ τῆς θείας ἀνεκίνουν προνοίας, ἐνθυμούμενοι καὶ λογιζόμενοι, τί δήποτε παντελῶς δυσσεβοῦντες τῶν μὲν ἀνιαρῶν οὐδεμίαν λαμβάνουσι πεῖραν, εὐποτμίας δὲ ἀπολαύουσι πάσης, ἐξ οὐρίων φερό 80.1444 μενοι. Ταῦτα ἡ τοῦ παναγίου Πνεύματος χάρις πόῤῥωθεν προορῶσα, ὠφέλειαν ἐκείνοις μηχανωμένη, καὶ μέντοι καὶ πᾶσιν ἀνθρώποις, τοῦτον γέγραφε τὸν ψαλμὸν, καὶ τοὺς ἐκείνων σαφῶς ἐξαγγέλλουσα λογισμοὺς, καὶ τῶν ζητουμένων τὴν λύσιν προσφέ ρουσα. Ἁρμόττει μὲν οὖν ἅπασιν ἡ τοῦ ψαλμοῦ διδασκαλία τοῖς τὰ τοιαῦτα ἢ λογιζομένοις, ἢ φθεγγομένοις· ἐσχημάτισται δὲ ὅμως, ὡς ἐξ ἐκεί νων ἐπανεληλυθότων μὲν, διηγουμένων δὲ τῆς δια νοίας τὸ πάθος. "Ὡς ἀγαθὸς ὁ Θεὸς τοῦ Ἰσραήλ. "Τὸ ὡς οὐ παραβολικῶς τέθεικεν, ἀλλὰ τῆς ἀγαθότητος δεικνὺς τὴν ὑπερβολήν. Λέγει δὲ ὅτι πολλὴν καὶ ὁ Θεὸς τοῦ Ἰσραὴλ ποιεῖται κηδε μονίαν. "Τοῖς εὐθέσι τῇ καρδίᾳ." Ἀλλὰ τοῦτο οὐ πάντες ἴσασιν, ἀλλ' οἱ ὀρθοῖς καὶ ὑγιέσι χρώμενοι λογισμοῖς. Οὕτως ἐκείνους ἐπαινέσας, τῶν οἰκείων λογισμῶν δημοσιεύει τὴν ζάλην. βʹ. "Ἐμοῦ δὲ παρὰ μικρὸν ἐσαλεύθησαν οἱ πόδες." Ἐγὼ μέν τοι μικροῦ δεῖν τῆς οἰκείας ἐξετράπην ὁδοῦ. "Παρ' ὀλίγον ἐξεχύθη τὰ διαβή ματά μου." Ὁ δὲ Σύμμαχος οὕτως· Παρ' οὐδὲν ἐλύθη τὰ ὑπορθοῦντά με. Τῶν ὑγιαινόντων, φησὶ, καὶ ὑπερειδόντων ἐκπεσεῖν ἐκινδύνευσα λογισμῶν, καὶ ὄλισθον ὑπέμεινα ἂν μέγιστον. Τοῦτο γὰρ τὸ ἐξεχύθη δηλοῖ, ὡς τοῦ ἐκχεομένου, διαλυομένου, καὶ