165
ἐμποιῶν ἐν τῇ ψυχῇ σου. ἰδοὺ ὡς ὄναρ ὁ κόσμος οὗτος· πάντα παρελεύσονται, ὁ δὲ ποιῶν τὸ θέλημα Κυρίου ζήσεται ἀιδίως καὶ οὐκ ἀποθανεῖται. τούτοις τοῖς ἐνθυμήμασι νεαροποιῶν ἀεὶ τὴν ψυχήν σου, χαῖρε, ὅτι πολὺς ὁ μισθός σου ἐν τοῖς οὐρανοῖς. 240 {1∆ωροθέῳ τέκνῳ ἑτέρῳ}1 Καλὲ ∆ωρόθεε, χαῖρε· εἴη σοι χάρις, ἔλεος ἀπὸ θεοῦ καὶ Κυρίου Ἰησοῦ Χριστοῦ, τοῦ ἐνισχύσαντός σε ὑπὲρ αὐτοῦ ἐκδοῦναι ἑαυτὸν εἰς μάστιγας καὶ πληγάς, εἰς φυλακὴν καὶ ἐξορίαν. πόθεν σοι τὸ ἀγαθὸν τοῦτο; ἐξ ἀφανῶν ἐμφανὴς ἐγένου, ἐξ ἀδόξων ἔνδοξος, ἐξ ὑστερήσεως τῶν ἐν Κυρίῳ ἀδελφῶν σου μέγας καὶ τίμιος. βλέπεις πῶς σοι διαλέγομαι ὁ ταπεινός; πολλοὶ τῶν προαγόντων σε ἐπιθυμοῦσι συλλαβήν μου δέξασθαι, σοὶ δὲ μετ' ἐγκωμίων τὸ γράμμα· οὕτως γὰρ ὁ θεὸς δοξάζει τοὺς δοξάζοντας αὐτόν. αἴνει τὸν θεόν, εὐχαρίστει, ὅτι ἐποίησέν σοι μεγάλα καὶ θυμαστά, ὁμολογητὴν αὐτοῦ ὀνομάζεσθαι νῦν ἐν τοῖς χριστιανοῖς. πολλοὺς ἀπέκρυψας ἐπισκόπους, πολλοὺς ἡγουμένους, πολλοὺς ἐρημίτας, ἐκλάμπων ἐν τῇ ἐκκλησίᾳ· βλέπε τὴν κλῆσίν σου, βλέπε τὴν δόξαν σου. μὴ ἀπονυστάξῃς, μὴ ἀποπέσῃς, μέχρι θανάτου ἀγώνισαι ἐν ὑπομονῇ· ὁ γὰρ ὑπομείνας εἰς τέλος, οὗτος, φησί, σωθήσεται. φυλακῇ πάσῃ τήρει ἑαυτὸν μὴ παραρρυῆναι ἐν πάθει τινὶ ἀτιμίας· καὶ τοῦτο γὰρ μαρτύριον μέγα, τὸ τηρεῖν τὸ συνειδὸς καθαρὸν ἀπὸ ἁμαρτίας. καθάριζε αὐτὸ ἀεὶ διὰ μετανοίας, διὰ δακρύων, διὰ προσευχῶν, δεόμενος καὶ περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ, ὅπως ὦ σεσωσμένος ἀπὸ παντὸς ἔργου πονηροῦ. Ἀσπάζονταί σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου πλεῖστα. ὁ θεός σε, τέκνον μου ἠγαπημένον, περὶ πάντα διαφυλάξειεν ἀβλαβῆ καὶ ἀπήμονα, πληροῦντα τὸν προκείμενόν σοι ἀγῶνα ἐν Κυρίῳ. ἀμήν. 241 {1Τίτῳ καὶ Φίλωνι τέκνοισ}1 Ὦ καλὲ Τῖτε καὶ ὦ καλέ μου Φίλων, τί τὸ ξένον θέαμα, ὅτι ἐκ τῶν πολλῶν ἀδελφῶν ὑμῶν ὑμεῖς ἐξελέχθητε παρὰ θεῷ ὁμολογεῖν αὐτῷ καὶ διὰ τοῦτο εἶναι ἐν φυλακῇ; πάντως ὅτι πολὺ ἠγαπήσατε, πάντως ὅτι ἀληθῶς ἐπιστεύσατε. εὐλογῶ οὖν τὸν θεόν μου καὶ Κύριον, τὸν μεγαλεῖα ποιήσαντα ἐν ὑμῖν. βλέπετε, ἀδελφοί, καθὼς καὶ προέγραψα ὑμῖν, στῆτε γενναίως, ἀνολιγώρως, κραταιῶς, καθὼς ἐκλήθητε ὑπὸ θεοῦ· δοξάσατε αὐτὸν ἐν τοῖς μέλεσιν ὑμῶν, μὴ παραδέξησθε διδασκαλίαν αἱρετικοῦ, μὴ ὀκλάσητε πρὸς τὴν κακοπάθειαν τῆς φυλακῆς, ἀκούοντες τοῦ λέγοντος ὅτι διὰ πολλῶν θλίψεων δεῖ ἡμᾶς εἰσελθεῖν εἰς τὴν βασιλείαν τῶν οὐρανῶν. Μνημονεύετε κἀμοῦ τοῦ ἁμαρτωλοῦ. ἀσπάζονται ὑμᾶς οἱ σὺν ἐμοὶ ἀδελφοί· ὁ Κύριος μεθ' ὑμῶν. ἀμήν. 242 {1Νικολάῳ μάγκιπι}1 Πῶς οἴει δέχεσθαί με τὰς ἀποστολάς σου καὶ εὐλογίας, ἠγαπημένε ἄνερ; οὐδ' ἂν χρυσίου τάλαντα τοσαῦτα ἡδύτερόν μοι εἰς ὑποδοχήν, διότι ἐξ ἀνθρώπου ὀρθοδόξου, φυλάττοντος ἀρχαίαν ἀγάπην καὶ μὴ ἑαλωκότος τῇ κοινωνίᾳ τῆς αἱρέσεως· ὃ καὶ μάλα με ξενίζει, πῶς ἐν μέσῳ πυρὸς ἄφλεκτος διαμένεις. ἀλλὰ γὰρ καὶ ἔτι διαμενεῖς θείᾳ προμηθείᾳ, ὡς ἂν μέγα δῶρον ἀπενέγκοις τῷ θεῷ τῆς οἰκείας σωτηρίας. Πάνυ δὲ ἐθεραπεύθην καί γε μεμακάρικά σε, ὅτι τὸν γραμματηφόρον ἐν ἡμέρα ἑορτῆς ἔλαβες συνδαιτυμόνα ἐν τόπῳ ξένῳ καὶ τραπέζῃ πληθούσῃ· ἀνθ' οὗ ἀνακλινεῖ σε ὁ Κύριος ἐν τῇ ἡμέρᾳ ἐκείνῃ μετὰ Ἀβραὰμ καὶ Ἰσαὰκ εἰς εὐφροσύνην αἰώνιον. 243 {1Ἰσιδώρῳ λαϊκῷ}1 Καὶ πάλιν κόπους σοι παρέσχον, ἄνθρωπε τοῦ θεοῦ καὶ γνήσιε φίλε, ἐπὶ ταῖς ἀποστολαῖς σου· ἀλλ' ὁ Κύριος ἀντιμετρήσει σοι μισθὸν ἐπουράνιον, ὃν χρῄζεις παρὰ Κυρίου, ὑπὲρ οὗ καὶ μετέρχει βίον παρθενίας καὶ εὐλαβείας, σχολάζων ἐν ἐκκλησίαις, διατρίβων ἐν ἔργοις εὐσεβείας ὡς φιλομόναχος, ὡς ἄπλαστος, οἰκῶν οἰκίαν κατὰ τὸν πατριάρχην Ἰακώβ. ἔτι παρακαλῶ ἔχεσθαί σε τῆς ὀρθοδοξίας καὶ ἀποχῆς τῆς αἱρετικῆς κοινωνίας, δι' ἣν ἕξομεν παρρησίαν ἐπὶ τοῦ βήματος τοῦ Χριστοῦ. Μιμνήσκου ἡμῶν εὐχὰς ἁγίας ποιούμενος, τιμιώτατέ μου καὶ ποθεινότατε. 244 {1Ἡγουμένῃ}1 Ἀπήγγειλέν μοι ὁ ἀδελφὸς ἑωρακέναι σου τὴν τιμιότητα καὶ ὡς ἔρρωται κατὰ πνεῦμα, τὴν δι' ὑπομονῆς ἐλπίδα κατέχουσα. καί γε ἐδόξασα τὸν ἀγαθὸν θεὸν ἡμῶν,