165
ἐπέτρεψε Μαυΐας γενέσθαι ἐξόπλισιν μεγάλην τῶν πλοίων πρὸς τὸ ἀνελθεῖν τὸν στόλον αὐτοῦ κατὰ Κωνσταντινουπόλεως. ἡ δὲ πᾶσα ἑτοιμασία ἐν Τριπόλει ἦν τῇ κατὰ Φοινίκην. τοῦτο δὲ θεασάμενοι δύο ἀδελφοί τινες φιλόχριστοι ἐν Τριπόλει καταμένοντες, υἱοὶ Βουκινάτορος, ζήλῳ θεοῦ τρωθέντες ἐπὶ τὸ δεσμωτήριον τῆς πόλεως ὥρμησαν (εἶχε δὲ πλῆθος δεσμίων Ῥωμαίων) καὶ διαρρήξαντες τὰς πύλας καὶ τοὺς δεσμίους λύσαντες ἐπὶ τὸν ἀμηρᾶν τῆς πόλεως ὥρμησαν, καὶ κτείναντες αὐτόν τε καὶ τοὺς σὺν αὐτῷ καὶ τὴν ἀποσκευὴν ἅπασαν πυρὶ καταναλώσαντες ἐπὶ τὴν Ῥωμανίαν ἀπέπλευσαν. πλὴν οὐδ' οὕτως τῆς αὐτῆς ἐπαύσαντο ἐξαρτήσεως· ἀλλ' ὁ μὲν Μαυΐας στρατεύει ἐπὶ Καισάρειαν Καππαδοκίας, Ἀβουλαθὰρ δὲ ἀρχηγὸν κατέστησε τῆς αὐτῆς πλοιοποιΐας· ὃς παραγενόμενος εἰς τὸν λεγόμενον Φοίνικα τῆς Λυκίας, ἔνθα ἦν ὁ βασιλεὺς Κώνστας μετὰ τοῦ Ῥωμαϊκοῦ στόλου, ναυμαχεῖ μετ' 346 αὐτοῦ. μέλλοντος δὲ τοῦ βασιλέως ναυμαχεῖν, θεωρεῖ κατ' ὄναρ τῇ νυκτὶ ἐκείνῃ εἶναι αὐτὸν ἐν Θεσσαλονίκῃ. διϋπνισθεὶς δὲ διηγήσατό τινι ὀνειροκρίτῃ τὸ ὅραμα. ὁ δὲ ἔφη· "ὦ βασιλεῦ, εἴθοις μὴ ἐκοιμήθης, μήτε ὄνειρον εἶδες. τὸ γὰρ εἶναί σε ἐν Θεσσαλονίκῃ "θὲς ἄλλῳ νίκην" ἐγκρίνεται, τοῦτ' ἔστι πρὸς τὸν ἐχθρόν σου ἡ νίκη τρέπεται." τοῦ δὲ βασιλέως μηδὲν ποιησαμένου πρὸς παράταξιν ναυμαχίας, τὸν Ῥωμαϊκὸν στόλον προσῃτήσατο εἰς πόλεμον. καὶ συμβαλόντες ἀλλήλοις ἡττῶνται Ῥωμαῖοι, καὶ συγκιρνᾶται ἡ θάλασσα τῷ αἵματι τῶν Ῥωμαίων. ἐνέδυσε δὲ ὁ βασιλεὺς ἄλλον τὴν ἐσθῆτα αὐτοῦ. καὶ εἰσπηδήσας ὁ υἱὸς τοῦ Βουκινάτορος ὁ προλεχθεὶς εἰς τὸ βασιλικὸν σκάφος, τὸν βασιλέα ἀφαρπάσας καὶ εἰς ἕτερον σκάφος τοῦτον μεταβαλὼν παραδόξως διέσωσεν. αὐτὸς δὲ ἀνδρείως ἐπιστὰς τῇ βασιλικῇ νηῒ πολλοὺς ἀνεῖλεν ὁ γενναιότατος θανάτῳ ἑαυτὸν παραδοὺς ὑπὲρ τοῦ βασιλέως. τοῦτον δὲ κυκλώσαντες οἱ πολέμιοι καὶ ἐν μέσῳ κατασχόντες ἐδόκουν αὐτὸν εἶναι τὸν βασιλέα. μετὰ δὲ τὸ πολλοὺς ἀνελεῖν ἔκτειναν αὐτὸν οἱ πολέμιοι σὺν τῷ φοροῦντι τὴν βασιλικὴν ἐσθῆτα. ὁ δὲ βασιλεὺς οὕτω τροπωσάμενος σώζεται καὶ καταλιπὼν πάντας ἀπέπλευσεν ἐν Κωνσταντινουπόλει. ιδʹ. ιʹ. γʹ. Τούτῳ τῷ ἔτει ἐδολοφονήθη Οὐθμάν, ὁ τῶν Ἀράβων ἀρχηγός, ὑπὸ τῶν ἐν Ἐθρίβοις, ἀμηρεύσας ἔτη ιʹ. γέγονε δὲ ἀνασοβὴ μέσον αὐτῶν. ὅσοι γὰρ κατὰ τὴν ἔρημον ὑπῆρχον, τὸν Ἀλὴ ἤθελον, ἀνεψιὸν τοῦ Ἀλή, γαμβρὸν ὄντα τοῦ Μουάμεδ· οἱ δὲ κατὰ Συρίαν καὶ Αἴγυπτον τὸν Μαυΐαν ἤθελον· ὃς καὶ ἐνίκησε καὶ ἐκράτησεν ἔτη κδʹ. Ἀράβων ἀρχηγὸς Μαυΐας ἔτη κδʹ. ιεʹ. αʹ. δʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Μαυΐας κατὰ Ἀλή· καὶ συναθροί347 ζονται ἀμφότεροι ἀναμέσον Βαρβαλισσοῦ εἰς τὸ Καισάριον πλησίον τοῦ Εὐφράτου. οἱ δὲ τοῦ Μαυΐου ἐπικρατέστεροι γεγονότες τὸ ὕδωρ ἔλαβον· εἰς δίψαν δὲ ἐλθόντες οἱ τοῦ Ἀλὴ ἐλιποτάκτουν. Μαυΐας δὲ οὐκ ἤθελε πολεμῆσαι· ἀλλ' ἀπονητὶ τὴν νίκην ἤρατο. ιʹ. βʹ. εʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσεν ὁ βασιλεὺς κατὰ Σκλαυινίας καὶ ᾐχμαλώτευσε πολλοὺς καὶ ὑπέταξεν. τῷ δ' αὐτῷ ἔτει καὶ τὰ κατὰ τὸν ἅγιον Μάξιμον καὶ τοὺς μαθητὰς αὐτοῦ ἐπράχθη ὑπὲρ τῆς ὀρθῆς πίστεως ἀγωνισαμένων κατὰ τῶν Μονοθελητῶν. οὓς Κώνστας εἰς τὴν ἑαυτοῦ κακοδοξίαν μὴ ἰσχύσας μετενέγκαι, τὴν θεόσοφον καὶ πολυμαθεστάτην γλῶσσαν τοῦ ἁγίου ἀπέτεμε μετὰ τῆς δεξιᾶς χειρὸς αὐτοῦ, ὡς πλεῖστα κατὰ τῆς αὐτοῦ δυσσεβείας σὺν τοῖς μαθηταῖς αὐτοῦ Ἀναστασίοις συγγραψαμένου, ἃ καὶ κατ' ἔπος οὗτοι γεγράφασιν, ὡς οἱ φιλομαθεῖς γινώσκουσιν. ιζʹ. γʹ. ʹ. Τούτῳ τῷ ἔτει ἐστοιχήθη μεταξὺ Ῥωμαίων καὶ Ἀράβων, τοῦ Μαυΐου πρεσβεύσαντος διὰ τὴν ἀνταρσίαν, ἵνα τελῶσι τοῖς Ῥωμαίοις οἱ Ἄραβες καθ' ἡμέραν νομίσματα χίλια καὶ ἵππον καὶ δοῦλον. γέγονε δὲ καὶ σεισμὸς μέγας ἐν τούτῳ τῷ χρόνῳ καὶ πτῶσις ἔν τε τῇ Παλαιστίνῃ καὶ Συρίᾳ μηνὶ ∆αισίῳ ἰνδικτιῶνος βʹ. Τῷ δ' αὐτῷ ἔτει ἐξωρίσθη Μαρτῖνος, ὁ ἁγιώτατος πάπας Ῥώμης, ὑπὲρ τῆς ἀληθείας γενναίως ἀγωνισάμενος καὶ ὁμολογητὴς γενόμενος, ἐν τοῖς κλίμασι τῆς ἀνατολῆς