1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

166

Ἐγειρώμεθα· δεηθέντες ἐκτενῶς ἑαυτοὺς καὶ ἀλλήλους τῷ ζῶντι Θεῷ διὰ τοῦ Χριστοῦ αὐτοῦ παραθώμεθα. Ἐπευχέσθω οὖν ὁ ἀρχιερεὺς καὶ λεγέτω. Κύριε παντοκράτορ, ὕψιστε ὁ ἐν ὑψηλοῖς κατοικῶν, ἅγιε ἐν ἁγίοις ἀναπαυόμενε, ἄναρχε, μόναρχε, ὁ διὰ Χριστοῦ κήρυγμα γνώσεως δοὺς ἡμῖν εἰς ἐπίγνωσιν τῆς σῆς δόξης καὶ τοῦ ὀνόματός σου οὗ ἐφανέρωσεν ἡμῖν εἰς κατάληψιν· αὐτὸς καὶ νῦν ἔπιδε δι' αὐτοῦ ἐπὶ τὸ ποίμνιόν σου τοῦτο καὶ λύτρωσαι αὐτὸ πάσης ἀγνοίας καὶ πονηρᾶς πράξεως, καὶ δὸς φόβῳ φοβεῖσθαί σε καὶ ἀγάπῃ ἀγαπᾶν σε καὶ στέλλεσθαι ἀπὸ προσώπου δόξης σου. Eὐμενὴς αὐτοῖς γενοῦ καὶ ἵλεως καὶ ἐπήκοος ἐν ταῖς προσευχαῖς αὐτῶν, καὶ φύλαξον αὐτοὺς ἀτρέπτους, ἀμέμπτους, ἀνεγκλήτους, ἵνα ὦσιν ἅγιοι σώματι καὶ ψυχῇ, μὴ ἔχοντες σπῖλον ἢ ·υτίδα ἤ τι τῶν τοιούτων, ἀλλ' ἵνα ὦσιν ἄρτιοι καὶ μηδεὶς ἐν αὐτοῖς ᾖ κολοβὸς ἢ ἀτελής. Ἀρωγὲ δυνατὲ ἀπροσωπόληπτε, γενοῦ ἀντιλήπτωρ τοῦ λαοῦ σου τούτου, ὃν ἐξελέξω ἐκ μυριάδων, ὃν ἐξηγόρασας τῷ τιμίῳ τοῦ Χριστοῦ σου αἵματι, προστάτης, ἐπίκουρος, ταμίας, φύλαξ, τεῖχος ἐρυμνότατον, φραγμὸς ἀσφαλείας, ὅτι ἐκ τῆς σῆς χειρὸς οὐδεὶς ἁρπάσαι δύναται· οὐδὲ γὰρ ἔστι Θεὸς ὥσπερ σὺ ἕτερος, ὅτι ἐν σοὶ ἡ ὑπομονὴ ἡμῶν. Ἁγίασον αὐτοὺς ἐν τῇ ἀληθείᾳ σου, ὅτι ὁ λόγος ὁ σὸς ἀλήθειά ἐστιν, ἀπροσχάριστε, ἀπαραλόγιστε· ·ῦσαι αὐτοὺς πάσης νόσου καὶ πάσης μαλακίας, παντὸς παραπτώματος, πάσης ἐπηρείας καὶ ἀπάτης, ἀπὸ φόβου ἐχθροῦ, ἀπὸ βέλους πετομένου ἡμέρας, ἀπὸ πράγματος ἐν σκότει διαπορευομέ νου· καὶ καταξίωσον αὐτοὺς τῆς αἰωνίου ζωῆς τῆς ἐν Χριστῷ σου, τῷ Υἱῷ σου τῷ μονογενεῖ, τῷ Θεῷ καὶ σωτῆρι ἡμῶν, δι' οὗ σοι δόξα καὶ σέβας ἐν ἁγίῳ Πνεύματι νῦν καὶ ἀεὶ καὶ εἰς τοὺς αἰῶνας τῶν αἰώνων· ἀμήν. Καὶ μετὰ τοῦτο λεγέτω ὁ διάκονος· Πρόσχωμεν. Καὶ ἀσπαζέσθω ὁ ἐπίσκοπος τὴν Ἐκκλησίαν καὶ λεγέτω· Ἡ εἰρήνη τοῦ Θεοῦ μετὰ πάντων ὑμῶν. Καὶ ὁ λαὸς ἀπο κρινάσθω· Καὶ μετὰ τοῦ πνεύματός σου. Καὶ ὁ διάκονος εἰπάτω πᾶσιν· Ἀσπάσασθε ἀλλήλους ἐν φιλήματι ἁγίῳ. Καὶ ἀσπαζέσθωσαν οἱ τοῦ κλήρου τὸν ἐπίσκοπον, οἱ λαϊκοὶ ἄνδρες τοὺς λαϊκούς, αἱ γυναῖκες τὰς γυναῖκας. Τὰ παιδία δὲ στηκέτωσαν πρὸς τῷ βήματι, καὶ διάκονος αὐτοῖς ἕτερος ἔστω ἐφεστώς, ὅπως μὴ ἀτακτῶσιν· καὶ ἄλλοι διάκονοι περιπατείτωσαν καὶ σκοπείτωσαν τοὺς ἄνδρας