Glaphyra in Pentateuchum ARGUMENTAGLAPHYRORUM S. CYRILLIALEXANDRINI
ΓΛΑΦΥΡΩΝ ΕΙΣ ΤΗΝ ΓΕΝΕΣΙΝ ΛΟΓΟΣ ∆ΕΥΤΕΡΟΣ.
οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ δόξα σὺν ἀγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας τῶν αἰώνων. Ἀμήν.
Χριστός. Κέκληνται μὲν γὰρ οἱ ἐξ ἐθνῶν ἐπὶ τὴν τῆς ἀληθείας ἐπίγνωσιν, οὐ διὰ Μωσέως ἢ νόμου, δυνάμει δὲ μᾶλλον τῇ τοῦ Θεοῦ καὶ Πατρὸς, ἀποκαλύπτοντος τοῖς ἀγνοοῦσιν αὐτοῦ τὴν ἰδίαν εἰκόνα, τουτέστι τὸν Υἱόν· κεκλημένους δὲ καὶ ἁγίους ἐτίθει καταχρίων τῷ πνεύματι. Καὶ ζηλοῦσι· μὲν οἱ ἐν νόμῳ τοὺς ἐν Χριστῷ καὶ ἐν πίστει δεδικαιωμένους καὶ ἡγιασμένους ἐν πνεύματι. Πλὴν ἐγεγήθει ὁ Μωσῆς προεγνωκὼς τὸ μυστήριον. Οὐκοῦν οὐ φρονοῦσι τὰ Μωσέως, ζηλοῦντες ἀτόπως τοὺς ἁγίους ἐν Χριστῷ τῶν Ἰουδαίων οἱ δῆμοι. Ἀναμηρυσάμενοι δὴ οὖν ὥσπερ εἰς τὸ ἐν ἀρχαῖς τὸν λόγον, ἐκεῖνό φαμεν· Ἐν μὲν τῷ πρώτῳ κεφαλαίῳ διεδείκνυτο σαφῶς, ὅτι σαρκικὸς μὲν ἔτι τῶν Ἰουδαίων ὁ δῆμος. Ἕτερος δὲ καὶ ἁγιοπρεπὴς καὶ ἀμείνων ἀληθῶς ὁ τῶν ἐν πίστει καὶ ἐν Χριστῷ, καὶ ὅτι σκιὰν ἐπλήρου καὶ τύπον τῶν διὰ Χριστοῦ χαρισμάτων τὸ μάννα τὸ αἰσθητόν. Ἐδιδασκόμεθα δὲ πρὸς τούτοις, ὅτι ἐὰν τὰς νόμου σκιὰς καὶ μετὰ χρόνον αὐταῖς ἕτοιμον φυλάττωμεν, προσκρούσομεν τῷ Θεῷ, ἐσόμεθα δὲ καὶ αὐτοῖς τοῖς ἀγίοις ἀπηχθημένοι. Κατεπικραίνετο γὰρ ἐπὶ τοῖς τετηρηκόσι τὸ μάννα ὁ Μωσῆς. Ἐν δὲ τοῖς δευτέροις ἔνεστιν ἰδεῖν, ὅτι τὸ μάννα τὸ νοητὸν ἀτιμάζοντες Ἰουδαῖοι, καὶ ἀποσπουδάζοντες μὲν τὰ ἄνωθεν καὶ διὰ Χριστοῦ, προσκεκλιμένοι δὲ ὥσπερ τοῖς γεωδεστέροις, καὶ νενευκότες ἀμέτρως ἐπὶ τὰς δυσώδεις ἡδονὰς, ἐπισήμως διολώλασιν. Ἔδει γὰρ πάντως ἡγεῖσθαι μὲν ἐν ἀμείνοσι τὰ παρὰ Θεοῦ, στεφανοῦσθαι δὲ τῇ πίστει τὸν ἁπάντων ἡμῶν Σωτῆρα καὶ Λυτρωτὴν, φημὶ δὴ Χριστόν· δι' οὗ καὶ μεθ' οὗ τῷ Θεῷ καὶ Πατρὶ ἡ δόξα σὺν ἁγίῳ Πνεύματι εἰς τοὺς αἰῶνας. Ἀμήν. Περὶ τῶν διὰ Μωσέως γεγονότων τριῶν σημείων. αʹ. Τὴν μὲν θείαν, ἥτις ποτ' ἐστὶν καταθρῆσαι φύσιν, οὐκ ἂν δύναιτό τις. Ἄποπτος γὰρ παντελῶς, καὶ μὴν καὶ ἐπέκεινα νοῦ παντὸς, καὶ λόγου δύναμιν ὑπερφέρεται· μόνη δὲ ὑπὸ μόνης ἑαυτῆς γινώσκεται. Καὶ πεύσει δὴ τοῦτο βοῶντος Χριστοῦ· Οὐδεὶς γὰρ οἶδε, φησὶ, τίς ἐστιν ὁ Υἱὸς, εἰ μὴ ὁ Πατήρ· οὐδὲ τὸν Πατέρα τις ἐπιγινώσκει τίς ἐστιν, εἰ μὴ ὁ Υἱὸς, καὶ ᾧ ἂν βούληται ὁ Υἱὸς ἀποκαλύψαι. Παρέδειξε τοίνυν ἡμῖν τὸ ἐξαίρετον κάλλος τοῦ Θεοῦ καὶ Πατρὸς, ὁ Μονογενὴς, ἑαυτὸν ὥσπερ λαμπρὰν ἀναθεὶς εἰκόνα. Τοιγάρτοι φησίν· Ὁ ἑωρακὼς ἐμὲ, ἑώρακε τὸν Πατέρα. Τεθεάμεθα δὲ τὸν Υἱὸν, καὶ τοῖς τῆς καρδίας ὄμμασιν, καὶ τοῖς τῆς σαρκὸς, ὅτε καθεὶς ἑαυτὸν εἰς κένωσιν, καταβέβηκεν ἐν τοῖς 69.468 καθ' ἡμᾶς· καίτοι καὶ ἐν μορφῇ, καὶ ἐν ἰσότητι, τοῦ Θεοῦ καὶ Πατρὸς ὑπάρχων Θεὸς, καὶ ἐξ αὐτοῦ κατὰ φύσιν γεγεννημένος. Καὶ μὴν ἔφη μὲν ὁ Βαροὺχ, αὐτὸν, οἶμαί που, τὸν Λόγον καταδεικνύς· Οὗτος ὁ Θεὸς ἡμῶν, οὐ λογισθήσεται ἕτερος πρὸς αὐτόν. Ἐξεῦρε πᾶσαν ὁδὸν ἐπιστήμης, καὶ ἔδωκεν αὐτὴν Ἰακὼβ τῷ παιδὶ αὐτοῦ, καὶ Ἰσραὴλ τῷ ἠγαπημένῳ ὑπ' αὐτοῦ. Μετὰ τοῦτο ἐπὶ τῆς γῆς ὤφθη, καὶ τοῖς ἀνθρώποις συνανεστράφη. Προανακεκράγει δὲ σαφῶς καὶ ὁ θεῖος ἡμῖν ∆αβίδ· Θεὸς θεῶν Κύριος ἐλάλησεν, καὶ ἐκάλεσε τὴν γῆν, ἀπὸ ἀνατολῶν ἡλίου μέχρι δυσμῶν· ἐκ Σιὼν ἡ εὐπρέπεια τῆς ὡραιότητος αὐτοῦ. Ὁ Θεὸς ἐμφανῶς ἥξει, ὁ Θεὸς ἡμῶν, καὶ οὐ παρασιωπήσεται. Καταβέβηκε γὰρ ἐν εἴδει πυρὸς ἐπὶ ὄρος Σινᾶ. Ἀλλ' ὅτι τύπος ἦν ἐκεῖνα, καὶ ἕτερον οὐδὲν, πληροφορεῖ Χριστός. Ὤοντο γὰρ οἱ τῶν Ἰουδαίων δῆμοι, τὴν ἀπόῤῥητον ἀληθῶς τεθεᾶσθαι φύσιν, μεσολαβοῦντος Μωσέως, καὶ περιστάντος αὐτοὺς ἐν Χωρὴβ, καὶ συλλέγοντος εἰς ἐκκλησίαν ὑπὸ τὸ ὅρος Σινᾶ. Ἐπειδὴ δὲ καὶ σαλπίγγων ἠχὴ διαπρύσιος εἰς τὸ ἄνω διᾴττουσα κατεπτόει τοὺς ἀκροωμένους, ᾤοντο κατὰ σφᾶς καὶ φωνῆς τῆς θείας γενέσθαι κατήκοοι. Ἀλλ' ὅτι ταυτὶ μειρακιωδῶς ἐσκέπτοντο, πεπληροφόρηκεν ἐναργῶς οὕτω λέγων ὁ Θεός· Φωνὴν αὐτοῦ ἀκηκόατε, οὐδὲ εἶδος αὐτοῦ ἑωράκατε. Καὶ τὸν λόγον αὐτοῦ οὐκ ἔχετε ἐν ὑμῖν μένοντα, ὅτι ὃν ἀπέστειλεν ἐκεῖνος, τούτῳ ὑμεῖς οὐ πιστεύετε. Οὐκοῦν οἱ πιστεύσαντες, τεθεάμεθα ἐν Υἱῷ τὸν Πατέρα, παρεδεξάμεθα δὲ καὶ τὸν Λόγον αὐτοῦ. Ταύτῃτοι καὶ λελυτρώμεθα· σέσωκε γὰρ ἡμᾶς, οὐ πρέσβυς, οὐκ ἄγγελος, οὐχ ὁ νόμος ὁ διὰ Μωσέως, ἀλλ' αὐτὸς ὁ Κύριος, κατὰ τὸ γεγραμμένον. Ὅτι δὲ ἀληθὲς ὅ φημι, καὶ διὰ τῶν γεγραμμένων εἰσόμεθα. Ἔχει δὲ οὕτως· Καὶ εἶπε, φησίν· Ἐγώ εἰμι ὁ Θεὸς τοῦ