δηλοῦται δίοσμον, ὥσπερ ἄλλως ἐν ἄλλοις τὸ διαφανὲς καὶ τὸ διηχές. τοῦτο δὲ καὶ ἐπὶ ἀνδρὶ ἀγαθῷ παρῳδηθήσεταί ποτε, οὗ ἡ κατ' ἀρετὴν νοερὰ εὐοδμία πάντα κόσμον πληροῖ. ἄλλως δὲ κοινότερον, καὶ μύρου αὐτὸ εὐγενοῦς ἐστιν ἔπαινος διϊκνουμένου ἐπὶ πολὺ ἐν τῷ ῥιπίζεσθαι. εἰ δὲ καὶ ῥοδόεντι χρίει τινά που ὁ ποιητὴς ἐλαίῳ, ἑτέρου ἐκεῖνο λόγου. [Ἰστέον 3.605 δὲ ὅτι τὸ εἰρημένον ἀνωτέρω εἰς ἔπαινον μύρου, ἤγουν τὸ «τοῦ καὶ κινυμένοιο» καὶ ἑξῆς, παρεκόλλησέ τις παρῳδήσας εἴτε καὶ αὐτολεξεὶ παραπλέξας ἐπὶ λοπάδι καλουμένῃ ῥοδουντία ἢ ῥοδωνία, ὡς γράφει Ἀθήναιος, ἐπεὶ ἀναπετασθεῖσα, φησί, πάνυ πολλὴν εὐωδίαν παρέσχε τῷ συμποσίῳ.] (ῃ. 175-86) Ἐνταῦθα δὲ λέγει ὁ ποιητὴς καί, ὅτι «τῷ ῥ' ἥ γε», ἤγουν τῷ τοιούτῳ δὴ αὕτη ἐλαίῳ, «χρόα καλὸν ἀλειψαμένη ἰδὲ χαίτας πεξαμένη», ὅ ἐστιν εὐθετίσασα, κτενίσασα-κάλλους δὲ σχῆμα τὸ ἀλειψαμένη καὶ πεξαμένη-, «χερσὶ πλοκάμους ἔπλεξε φαεινούς, καλούς, ἀμβροσίους, ἐκ κράατος ἀθανάτοιο. ἀμφὶ δ' ἂρ ἀμβρόσιον ἑανὸν ἕσατο, ὃν οἱ Ἀθήνη ἔξυσ' ἀσκήσασα, τίθει δ' ἐνὶ δαίδαλα πολλά· χρυσείῃς δ' ἐνετῇσι κατὰ στῆθος περονᾶτο. ζώσατο δὲ ζώνην ἑκατὸν θυσάνοις ἀραρυῖαν», ὅπερ που καὶ ἡ τῆς Ἀθηνᾶς ἔχει αἰγίς, «ἐν δ' ἄρα ἕρματα ἧκεν ἐϋτρήτοισι λοβοῖσι, τρίγληνα, μορόεντα, χάρις δ' ἀπελάμπετο πολλή. κρηδέμνῳ δ' ἐφύπερθεν καλύψατο, καλῷ, νηγατέῳ· λευκὸν δ' ἦν ἠέλιος ὥς. ποσσὶ δ' ὑπαὶ λιπαροῖσιν ἐδήσατο καλὰ πέδιλα». Οὕτω κατὰ ∆ιὸς ἐπιμελῶς ὁπλίζεται πανοπλίαν ταύτην περιθεμένη ἀσίδηρον, ἄμαχον. καὶ οὐδένα, ὡς οἱ παλαιοί φασι, γυναικεῖον κόσμον ἀφῆκεν ἀργόν, οὐ τὰ νίπτρα, οὐ τὸ περίεργον ἄλειμμα, οὐ τὴν ἐμπλοκήν, οὐ τὴν περιειργασμένην ἐσθῆτα, οὐ τὸν περὶ κεφαλὴν καὶ ὦτα καὶ πόδας καλλωπισμόν. ὕστερον δὲ προσάπτει τῷ τε φυσικῷ καὶ τῷ τεχνητῷ κάλλει καὶ ἄλλην μαγγανείαν ἐπαφρόδιτον τὴν τοῦ κεστοῦ, διδάσκων ὡς αἱ τῶν γυναικῶν ἡδοναὶ περιέργῳ τινὶ δυνάμει γίνονται τὰ πολλά, πρὸς ἣν δεῖ παρεσκευάσθαι τὸν ἔμφρονα. μία γάρ, φασί, τοῖς ἀσθενοῦσιν ὁδὸς τὸ ἡδονῇ περιγίνεσθαι τῶν μειζόνων. ἅμα δὲ καὶ διδάσκει ὁ ποιητής, ὅτι δυσχερὲς περιγενέσθαι τοῦ σοφοῦ μὴ πολλῇ καὶ τεχνικῇ τινι περιεργίᾳ. Ἐπεὶ δέ, φασί, τρία εἰσίν, οἷς περιγινόμεθά τινων, ἡ βία, ἡ πειθώ, καὶ ἡ ἀπάτη, ὁ Ζεὺς δὲ ἄμαχος ἦν διὰ τὴν ἰσχύν, πείθειν δὲ αὐτὸν οὐκ ἦν, οἷα καθάπαξ τὰ ὑπὲρ Ἀχιλλέως κατανεύσαντα, ἐπὶ τὴν ἀπάτην ἡ Ἥρα ἐξ ἀνάγκης ἀπεῖδε καὶ ἡδονῇ θηρᾶται τὸν ∆ία, δι' ἧς ὡς τὰ πολλὰ καὶ αὐτῆς τῶν μειζόνων οἱ ἀσθενεῖς περιγίνονται. Τοῦ δὲ χωρίου τούτου πολλὰ εἰς καλλωπισμὸν γυναικεῖον παρῳδηθήσεται καὶ παραπλακήσεται· Ὅρα δὲ ὡς ἐν οὕτω περιέργῳ καλλωπισμῷ οὐ κάτοπτρον ὁ ποιητὴς τῇ Ἥρᾳ δίδωσιν, ὡς Εὐριπίδης ταῖς Τρῳάσιν, οὐ κομμωτρίας, ὡς Ἡσίοδος τῇ Πανδώρᾳ, οὐδὲ θεραπαίνας τινὰς εἰσάγει, καθά που τῇ Κίρκῃ, ἀλλ' αὐτουργοῦσαν πλάττει 3.606 αὐτήν, ἥτις καὶ τοὺς πλοκάμους αὐτὴ ἔπλεξεν. Ὅρα δὲ καὶ ὅτι ποιητῶν ἄλλων γυμνὰς πλαττόντων, φασί, τὰς ὑπ' αὐτῶν ὡραϊζομένας πρὸς ἀπάτην, ὁ ποιητὴς ἄλλως ἐμφαίνει τὸν κόσμον καὶ τὸ κάλλος, καὶ λόγοις πλέον χρωμάτων αὐτὰ διατυποῖ, ἵνα μὴ γυμνώσας αὐτὴν εἰς αἰσχράν, φασί, ἐνάργειαν τὴν τῶν ἀκροατῶν διάνοιαν προκαλέσηται. καὶ οὕτω μὲν ὁ ποιητής. Ἄλλως δὲ οὐκ ἐν μόνοις πλάσμασι ποιητικοῖς ἐγυμνοῦντο γυναῖκες, ὡς ἂν ἡ ποίησις οὕτως ἐναγλαΐζηται τῇ συνήθει φραστικῇ, ἀλλὰ καὶ εἰς ἔθος παρὰ ∆ωριεῦσι τὸ πρᾶγμα παρείλκυστο. Αἴλιος γοῦν ∆ιονύσιος δωριάζειν φησὶ τὸ παραφαίνειν καὶ παραγυμνοῦν πολύ τι τοῦ σώματος. αἱ γὰρ κατὰ Πελοπόννησον, φησί, κόραι διημέρευον ἄζωστοι καὶ ἀχίτωνες, ἱμάτιον μόνον ἐπὶ θατέρᾳ ἐπιπεπορπημέναι. Καὶ ὅρα ἐνταῦθα διαφορὰν χιτῶνος καὶ ἱματίου. Παυσανίας δὲ καὶ αὐτὸς δωριάζειν φησὶ τὸ παραγυμνοῦσθαι. ∆ωρικὸν γάρ, φησί, τὸ παραφαίνειν τὸ σῶμα διὰ τὸ μηδὲ ζώνας ἔχειν, τὸ πολὺ δὲ χιτῶνας φορεῖν, ἐν δὲ Σπάρτῃ καὶ τὰς κόρας γυμνὰς φαίνεσθαι. Καὶ ὅρα ὡς ὁ ∆ιονύσιος μὲν ἀπέφησε τῶν ∆ωριάδων τὸ χιτωνοφορεῖν, Παυσανίας δὲ χιτῶνας φορεῖν αὐτὰς ἔφη, πλὴν οὐκ ἀεί, ἀλλ' ὡς ἐπὶ πολύ. Σημείωσαι δὲ καὶ ὅτι ὀρθῶς νῦν ὁ ποιητὴς ἐκτοπίζει τῆς Ἥρας τὴν