1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

166

Σκηπίωνα παρόντων καταβοῶν· οὐδὲν δὲ πλέον ἔδρασε τοῦ μείζονος γενέσθαι προ κοπῆς αἴτιος Ἀντιπάτρῳ παραδόξως διὰ τὴν ἐν Αἰγύπτῳ συμμαχίαν αὐτοῦ πρὸ μικροῦ, ὡς καὶ Μιθριδάτης ὁ Περγαμηνὸς μάρτυς ἦν δι' αὐτοῦ περι σωθεὶς αὐτός τε Ἀντίπατρος τὸ σῶμα πᾶν ἐπιδεικνὺς κατατετρωμένον ὑπὲρ εὐνοίας τοῦ Καίσαρος. Ἀλλὰ τούτων ὁ Καῖσαρ ἀκούσας Ὑρκανῷ τὴν ἀρχὴν ἐπιβεβαιοῖ τῆς ἱερωσύνης καὶ Ἀντιπάτρῳ δυναστείας αἵρεσιν δίδωσιν· ἧς ἐπιδραξάμενος στρατηγὸν εὐθὺς ἀναδείκνυσιν Ἱεροσολύμων καὶ πέριξ αὐτῆς τὸν πρῶτον παῖδα Φασάιλον, Ἡρώδην δὲ νέον κομιδῆ τῆς Γαλιλαίας καὶ τῶν περὶ ταύ την πόλεων οὐκ ἀποδέουσαν τῆς Φασαΐλου ἀρχῆς. αὐτίκα δ' οὗτος εὐδο κιμεῖ τῷ δεινῷ τοῦ φρονήματος εὑρηκὼς ὕλην ἁρμόζουσαν Ἡρώδης, ὡς γενέσθαι Σέξτῳ Καίσαρι γνώριμος διὰ τὰς κατὰ λῃστῶν ἀριστείας. Ἐζεκίαν γὰρ ἀρχιλῃστὴν μετὰ πολλῶν τοῦ στίφους συλλαβόμενος κατα τρέχοντα Συρίας ἀνεῖλε, φήμη τε περὶ αὐτοῦ μεγάλη κατὰ χώρας καὶ πό λεις ἐγένετο, ὡς εἴη καὶ πρὸς τὸ βασιλεύειν ἐπιτήδειος. ἐκ τούτου κινεῖται καὶ Ὑρκανὸς κατ' αὐτοῦ ζηλοτυπίᾳ, καταδίκῃ φονικῇ συνεχεῖ πειραθείς. Ἡρώδης δὲ πρὸς Σέξτον εἰς ∆αμασκὸν ἀνεχώρησε Καίσαρα καὶ τὴν ἀρχὴν παρ' αὐτοῦ κοίλης Συρίας καὶ Σαμαρείας λαβὼν στρατηγὸς ἀνα δείκνυται, μετὰ στρατεύματός τε παρεγένετο καταλύσων τὸν Ὑρκανὸν ἐπὶ τὰ Ἱεροσόλυμα, εἰ μὴ ταῖς πατρικαῖς ἐκωλύθη παραινέσεσι. καὶ τὰ μὲν περὶ τὴν Ἰουδαίαν ἐν τούτοις ἦν, Ὑρκανοῦ μὲν ζηλοτυποῦντος Ἀντιπάτρῳτῆς δυναστείας καὶ τοῖς παισὶ τῆς εὐπραγίας, Ἡρώδῃ μάλιστα, Ἀντιπάτρου δὲ πρὸς Ὑρκανὸν τὰ τῆς εὐνοίας φυλάττοντος διὰ τὸ καὶ αὐτὸν ἡσυ χάζειν θορύβων. 365 Ὁ δὲ Γάιος Ἰούλιος Καῖσαρ εἰς τὴν Ῥώμην ἐπανελθὼν πάσης ἐφείσατοτῆς μοίρας Πομπηίου, ἧς ἐτύγχανε καὶ Κικέρων καὶ Βροῦττος καὶ Κάσ σιος. Κάτων γὰρ τῷ Γαΐου φόβῳ προδιέφθειρεν ἑαυτὸν φαρμάκῳ. τέλος δ' οὖν μετὰ τὴν Πομπηίου τελευτὴν ἔτει δʹ κατὰ Κελτιβηρίαν πολλοῖς τοῖς ἀγῶσι τῶν Πομπηίου περιγίνεται παίδων, μόλις κρατήσας αὐτῶν, πολλὴν ἐχόντων δύναμιν, ὧν τὸν πρεσβύτερον ἀνελὼν τοὺς ἄλλους ζῶντας ἔλαβε. καὶ ἐλθὼν εἰς Ῥώμην τὴν τῶν ὑπάτων ἀρχὴν καταλύει σύνεγγυς ἔτι κατασχοῦσαν μετὰ Ταρκύινον Σούπερβον, πρῶτος μοναρχήσας Ῥω μαίων, ἔτι φιλανθρωπότατος γενόμενος τῶν πώποτε βεβασιλευκότων. Ἀλεξανδρείας καὶ Αἰγύπτου Κλεοπάτρα θυγάτηρ Πτολεμαίου τοῦ καὶ ∆ιονύσου ἔτη κβʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ευμςʹ. Ἀντώνιος Ἀραβίαν Κλεοπάτρᾳ προὔδωκε. Κλεοπάτρα ἡ τελευταία τῶν Λαγιδῶν ἀπόγονος ἐπὶ τῷ φόνῳ τοῦ ἀδελ φοῦ, Ἀντωνίου μοιχευθεῖσα, τούτῳ καὶ αὐτὴ γέγονεν ἀπωλείας αἴτιος, ἀσπίδι καθ' ἑαυτῆς ὅπλῳ θανάτου χρησαμένη, ἀπὸ Ἀλεξάνδρου ἔτη ςζηʹ. Ὑρκανὸς τὰ Ἱεροσολύμων ἀνέστησε τείχη ὑπὸ Πομπηίου καθαιρεθέντα. Ἡρώδην Κάσσιος κοίλης Συρίας καὶ Ἰουδαίας στρατηγὸν ἐν ∆αμασκῷ προεχειρίσατο. Ῥωμαίων μόναρχος Γάιος Ἰούλιος Καῖσαρ ἔτη εʹ. τοῦ δὲ κόσμου ἦν ἔτος ευνδʹ. Γάιος Ἰούλιος Καῖσαρ ἐλθὼν εἰς τὴν Ἰουδαίαν μετὰ τὸν Πομπηίου θάνατον ἀπ' Αἰγύπτου βεβαιοῖ τὴν ἀρχὴν ἱερωσύνης Ὑρκανῷ καὶ Ἀντιπάτρῳ δυναστείας αἵρεσιν δίδωσιν. Ὀλυμπιὰς ρπγʹ. Ἀπὸ κτίσεως Ῥώμης ἔτη ***. 366 Ἀντώνιος τὸν ζʹ παρὰ Ῥωμαίοις μῆνα Κυντίλλιον καλούμενον Ἰούλιονμετονομασθῆναι ἐψηφίσατο διὰ τὸ γεννηθῆναι ἐν αὐτῷ. Γάιος Ἰούλιος ἔτη εʹ μοναρχήσας Ῥωμαίων, προκαθήμενος τῇ συγκλήτῳ βουλῇ ἀθρόως ὑπὸ Βρούττου καὶ Κασσίου δολοφονεῖται, συλλαβομέ νων περὶ τοὺς ξʹ συγκλητικοὺς τῶν τηλικαύτης παρ' αὐτοῦ φιλανθρωπίας ἀξιωθέντων, ὡς καὶ ὑπατεῦσαι· πλήν, ὥς φασιν, οὐ φέροντες τὴν Πομ πηίου ἀναίρεσιν μηδὲ τὴν τῶν ὑπάτων καθαίρεσιν, ἀναιροῦσι μὲν αὐτόν, πολεμοῦνται δὲ φυγάδες αὐτίκα γενόμενοι παρὰ Ἀντωνίου σφόδρα τῷ Καίσαρι κατῳκειωμένου καὶ τηνικαῦτα ὑπατεύοντος. οὗτος οἴκτῳ τοῦ φόνου τὸν δῆμον προσλαβόμενος τοὺς μὲν φυγαδεύει, τὸ δὲ Καίσαρος μεγαλοπρεπῶς σὺν τῷ δήμῳ κηδεύει σῶμα. Τούτου