166
τῷ προσήκοντι γενησομένους· αὐτοὺς δὲ περὶ τῆς εἰρήνης ποιεῖσθαι τὰς συνθήκας. καὶ γενομένων παρ' ἀμφοτέρων λόγων οὐ πολλῶν, συνέβησάν τε καὶ τὰς σπονδὰς ἐποιήσαντο αὐθήμερον· καὶ ὅρκους ἐποιήσαντο ἐπ' αὐταῖς οἱ βασιλεῖς κατὰ τὸ ἔθος· καὶ τοὺς περιόντας τῶν Ῥωμαίων δοριαλώτους ἔλυσαν ἄνευ λύτρων· οὕτω γὰρ ἦν ἐν ταῖς συνθήκαις εἰρημένον· εἰς τὴν ὑστεραίαν τε γενόμενοι ἐν ταὐτῷ, συνηρίστησάν τε ἀλλήλοις καὶ συνδιέτριψαν διὰ πάσης τῆς ἡμέρας περὶ τῶν γεγενημένων τῇ προτεραίᾳ κατὰ τὴν μάχην ὁμιλοῦντες. ἔκπληξις γὰρ εἶχεν Ἀλέξανδρόν τε καὶ Μυσοὺς τῆς Ῥωμαίων τόλμης καὶ τῆς εὐψυχίας, ὅτι ὀλίγοι πρὸς πολλαπλασίους ἀγωνιζόμενοι, καὶ τῶν μετ' αὐτοὺς τεταγμένων ἡττημένων ἤδη λαμπρῶς, οὐδὲν μᾶλλον ὑφῆκαν τῆς ἀν 1.470 δρίας καὶ τῆς τόλμης, ἀλλ' ὥσπερ μηδενὸς καινοῦ γεγονότος, ἀτρέπτῳ φρονήματι συνέβαλον τοῖς πολεμίοις· καὶ βιασθέντες ὑπὸ τοῦ πλήθους μετὰ ταῦτα ἐπεὶ ἀνεχώρουν, οὐ πρὸς φυγὴν παντάπασιν ἀπεῖδον, ἀλλ' ἠμύνοντο ἀπιόντες, ὅπερ καὶ μάλιστα διέσωσεν αὐτούς. διεβεβαιοῦτό τε Ἀλέξανδρος καὶ ὅρκους προστιθεὶς, ὡς εἰ χρόνον τινὰ ἔτι ἐνέμειναν μικρὸν ἐπὶ τοῦ σχήματος, καὶ μὴ ἐγένετο ἡ τροπὴ, οὐκ ἂν ὑπέμειναν αὐτοὶ, ἀλλ' ᾤχοντο φεύγοντες, ἐκπεπληγμένοι τὴν τόλμαν αὐτῶν καὶ τὴν καρτερίαν καὶ μάλιστα βασιλέως. τοιαῦτα καὶ ἕτερ' ἄττα διὰ πάσης τῆς ἡμέρας ὁμιλήσαντες, πρὸς ἑσπέραν συνταξάμενοι ἀλλήλοις, Ἀλέξανδρος μὲν ἐπανέζευξεν εἰς τὴν οἰκείαν, βασιλεὺς δὲ Ῥωσοκάστρῳ ἡμέρας ἐνδιατρίψας οὐ πολλὰς, ἄρας ἐκεῖθεν ἦλθεν εἰς ∆ιδυμότειχον, καὶ διέλυσε τὴν στρατιάν. κηʹ. Καὶ μετὰ πεντεκαιδεκάτην ἡμέραν ἠγγέλλετο αὐτῷ ὡς ὁ Σμύρνης καὶ Ἐφέσου καὶ ἄλλων τῶν κατὰ τὴν Ἰωνίαν πόλεων σατράπης Ἀμοὺρ, πέντε ἄγων καὶ ἑβδομήκοντα στόλον νεῶν, τὸν Αἰγαῖον διαβαλὼν Σαμοθράκῃ προσέσχε πρῶτον· κἀκεῖθεν πρὸς τὴν ἀντιπέρας ἤπειρον περαιωθεὶς, τὰ ἐκεῖ παράλια τῆς Θρᾴκης παραπλεῖ, ἄδηλος ὢν ὅποι ἀποβήσεται. αὐτίκα τε ἐκ τῶν παρόντων ὅσους ἐνῆν συναγαγὼν, πρὸς τὰ παράλια ἐχώρει τῆς Θρᾴκης ὡς τῷ Περσικῷ στόλῳ κώλυμα ἐσόμενος τοῦ μὴ ἀποβάντας κακοῦν τὴν χώραν. συμβέβηκε δὲ βασιλέα τε κατὰ τὰ Κουμουτζηνὰ πόλισμα τῆς Θρᾴκης οὐ πολὺ ἀπῳκισμένον τῆς θαλάσσης αὐλίσασθαι τὴν νύκτα, καὶ Ἀμοὺρ κατὰ τὴν Ποροῦν παράλιον τῆς Θρᾴκης 1.471 χώραν καταντικρὺ Κουμουτζηνῶν τὴν ἀπόβασιν ποιήσασθαι· ἐξελθόντα τε αὐτὸν πανστρατιᾷ ὡς ἐπὶ λείαν, καὶ βασιλέα ἐπὶ τὸ κωλῦσαι προελθεῖν, συντυχεῖν ἀλλήλοις κατά τι χωρίον ὠνομασμένον Παναγίαν. ὃ ὕπτιον μὲν ἦν καὶ ὁμαλὸν, καὶ μάλιστα ἐπικαιρότατον ἱππεῦσι πρὸς πεζοὺς διαγωνίζεσθαι, καὶ διὰ τοῦτο βασιλεῖ παρεῖχε προθυμίαν συμπλέκεσθαι τοῖς βαρβάροις. ἀπέτρεπε δὲ αὖθις τὸ πλῆθος τῶν Περσῶν, οὐ τρὶς καὶ τετράκις, οὐδὲ δεκάκις, ἀλλὰ καὶ πλεονάκις τοσούτων ὄντων ἢ ὅσους ἦγεν αὐτὸς, καὶ διὰ τοῦτο οὔτε ἀφίστασθαι αὐτῶν ἠδύνατο ὁρῶν οὐκ ἀνέλπιστον τὴν ἐπιχείρησιν αὐτῶν· τό, τε συμπλέκεσθαι ἐποιεῖτο ἐν δεινῷ, εἰ ὀλίγους ἄγων πρὸς τοσούτους διακινδυνεύσοι. ἐλπίζων δὲ ἀφίξεσθαι καὶ ἄλλην στρατιὰν, ἣ ἦν προστεταγμένη πρὸς αὐτὸν ἐλθεῖν, περιέμενεν ἐκεῖ, ὡς εἰ ἀφίξοιτο τοῖς βαρβάροις συμβαλών. οὕτω γὰρ ὅ,τε μέγας δομέστικος καὶ ὁ τούτου πενθερὸς Ἀσάνης συνεβούλευεν ἐκεῖ παρών. οἵ τε βάρβαροι τῇ φύσει μὲν τοῦ τόπου οὐκ ἐθάῤῥουν διὰ τὸ μηδεμίαν εἶναι ἀναχώρησιν πρός τι καρτερὸν, εἰ βιάζοιντο ὑπὸ τῶν ἱππέων· τῷ πλήθει δὲ ὁρῶντες ἑαυτοὺς ὑπερέχοντας πολὺ τῶν πολεμίων, ἐκαρτέρουν, μήτε ἄρχοντες αὐτοὶ πολέμου, μήτε ἀναχωροῦντες, ἵνα μὴ θάρσος παρέχωσι Ῥωμαίοις ἐπιφέρεσθαι αὐτοῖς. οὕτω μὲν οὖν ἀμφότερα τὰ στρατεύματα εἱστήκει ἀλλήλοις ἀντιπαρατεταγμένοι, γνώμην ἔχοντες ἑκάτεροι μὴ προεπιχειρεῖν, ἀλλ' ἀμύνεσθαι τοὺς ἐπιόντας. ἐπεὶ δὲ ἤδη περὶ δείλην ἡ ἡμέρα ἦν, οἱ βάρβαροι πρότερον Ἑλληνιστὶ πρὸς Ῥωμαίους εἶπον, ὡς 1.472 οὐ δέον ἀργοὺς οὕτω διὰ πάσης ἑστάναι τῆς ἡμέρας· ἀλλ' ἢ μάχην συνάπτειν, ἢ ἀναχωρεῖν σπονδὰς θεμένους. μηδὲν δὲ ἀποκριναμένων τῶν Ῥωμαίων, οἱ βάρβαροι μικρὸν διαλιπόντες, ἐπυνθάνοντο