166
ἡγεμονεύοντα, Πιλάτου κατηγοροῦντες ἐπὶ τῇ τῶν ὁμοφύλων σφαγῇ. καὶ Οὐιτέλλιος Μάρκελλον πέμψας τῶν ̓Ιουδαίων προνοησόμενον, ἐπὶ ̔Ρώμην ἀπιέναι τὸν Πιλάτον ἐκέλευεν ἐπὶ τοῦ αὐτοκρά2.16 τορος ἀπολογησόμενον ἐφ' οις ἐγκαλεῖται. καὶ ὁ μὲν ἀπῄει ἐπὶ δέκα ετεσιν ἡγεμονεύσας τῆς ̓Ιουδαίας, πρὶν δὲ τῇ ̔Ρώμῃ ἐγγίσαι αὐτόν, εφθη Τιβέριος μεταστάς. Οὐιτέλλιος δὲ εἰς ̔Ιεροσόλυμα ἐλθὼν τῆς τοῦ πάσχα ἑορτῆς τελουμένης ὑπεδέχθη μεγαλοπρεπῶς, καὶ τὰ τέλη τῶν γεωργουμένων καρπῶν τοῖς ̔Ιεροσολυμίταις ἀνίησι, καὶ τὴν στολὴν τοῦ ἀρχιερέως εἰς τὸ ἱερὸν συνεχώρησε κεῖσθαι καὶ παρὰ τοῖς ἱερεῦσιν ειναι καθάπερ καὶ πρότερον· τότε δὲ ἐν τῇ ̓Αντωνίᾳ ἀπέκειτο. τῶν γὰρ ἀρχιερέων τις, ὁ πρῶτος δηλαδὴ ̔Υρκανός, εγγιστα τοῦ ἱεροῦ βᾶριν ἐγείρας, καὶ ἐν αὐτῇ διαιτώμενος, ἐκεῖ καὶ τὴν ἀρχιερατικὴν στολὴν αὐτῷ ἀνήκουσαν ειχεν, ὡς ἀρχιερεῖ. τὰ αὐτὰ δὲ ἐκείνῳ καὶ τοῖς μετ' ἐκεῖνον ἐπράσσετο. ̔Ηρώδης δὲ τὴν βᾶριν ἐκείνην ἐπικατασκευάσας ἐπὶ τὸ πολυτελέστερον, φίλος ων ̓Αντωνίου, ἐπὶ τῷ ἐκείνου ταύτην ὀνόματι μετωνόμασε· καὶ τὴν στολὴν ἐν αὐτῇ εὑρηκὼς κατεῖχεν ἐκεῖ. τοῦτο δ' ἐποίει καὶ ὁ ̓Αρχέλαος, καὶ μετ' ἐκεῖνον οἱ ̔Ρωμαῖοι τὰ αὐτὰ ἐπὶ τῇ στολῇ επραττον, ἀποκειμένῃ ἐκεῖ ὑπὸ σφραγῖσι τῶν ἱερέων καὶ τῶν γαζοφυλάκων. ἑορτῆς δ' ἐφεστώσης ἀπεδίδοτο τοῖς ἀρχιερεῦσιν ὑπὸ τοῦ φρουράρχου, καὶ μετὰ μίαν τῆς ἑορτῆς ἡμέραν αυθις ἐκεῖ ἀπετίθετο. Οὐιτέλλιος δὲ παραχωρεῖ τῆς στολῆς τῷ εθνει. τὸν δὲ ἀρχιερέα ̓Ιωσὴφ τὸν καὶ Καϊάφαν ἀφῃρηκὼς τὴν ἱερωσύνην, ̓Ιωνάθῃ δίδωσι ταύτην τῷ Αννα τοῦ ἀρχιερέως υἱῷ. Κατ' ἐντολὰς δὲ Τιβερίου σπένδεται Οὐιτέλλιος ̓Αρταβάνῳ τῷ Πάρθων βασιλεῖ, πέμψαντι τὸν υἱὸν ∆αρεῖον μετὰ δώρων πολλῶν ὁμηρεύσοντα. παρὼν δ' ἐν ταῖς σπονδαῖς καὶ ὁ τετράρχης ̔Ηρώδης ἐκ2.17 πέμπει πρὸς Καίσαρα παραχρῆμα γράψας τὰ γεγονότα. ειτα τοῦ Οὐιτελλίου περὶ τούτων ἐπιστείλαντος Τιβερίῳ, ἐκεῖνος ἀντέγραψε μαθεῖν πάντα παρὰ ̔Ηρώδου. τοῦτο εἰς ὀργὴν τὸν Οὐιτέλλιον κατὰ τοῦ ̔Ηρώδου κεκίνηκεν· ἐβυσσοδόμευε δὲ τὸν θυμόν, καὶ μετῆλθεν αὐτὸν Γαΐου κρατήσαντος. Τότε καὶ Φίλιππος ̔Ηρώδου τούτου ων ἀδελφὸς τετελεύτηκεν, εἰκοστῷ ἐνιαυτῷ τῆς Τιβερίου ἀρχῆς, αρξας ἑπτὰ καὶ τριάκοντα ετη. ην δὲ τὸν τρόπον ἀπράγμων καὶ μέτριος τοῖς ἀρχομένοις, προόδους σὺν ὀλίγοις τῶν ἐπιλέκτων ποιούμενος· καὶ προϊόντι ει τις προσῄει δεόμενος βοηθείας, εὐθὺς αὐτῷ κατὰ τὸν τόπον τοῦ θρόνου τιθεμένου, ειποντο γὰρ οἱ τοῦτον φέροντες, καθήμενος ἠκροᾶτο καὶ ἐποινηλάτει τοὺς ἀδικοῦντας καὶ τοὺς ἀδίκως αἰτιωμένους ἀπέλυε. τὴν δὲ ἀρχὴν ὁ Τιβέριος, παῖδες γὰρ Φιλίππῳ οὐκ ησαν, τῇ τῶν Σύρων ἐπαρχίᾳ προσέθετο. ̔Ηρώδης δὲ ὁ τετράρχης ἐπὶ ̔Ρώμην στελλόμενος κατέλυσεν ἐν ̔Ηρώδου τοῦ ἀδελφοῦ αὐτοῦ, ον ἡ τοῦ Σίμωνος τοῦ ἀρχιερέως θυγάτηρ τῷ βασιλεῖ ̔Ηρώδῃ ἐγείνατο. ἐρασθεὶς δὲ ̔Ηρωδιάδος τῆς τοῦ ἀδελφοῦ γυναικός, θυγατρὸς ̓Αριστοβούλου τοῦ ἀδελφοῦ αὐτῶν, ἀδελφῆς δὲ τοῦ μεγάλου ̓Αγρίππα, λόγους περὶ γάμων πρὸς αὐτὴν ἐποιήσατο. καὶ δεξαμένη συνέθετο μετοικίσασθαι πρὸς αὐτόν, εἰ τὴν ̓Αρέτα θυγατέρα ἐκβάλοι. καὶ ὁ μὲν ἐπὶ ̔Ρώμην επλει ἐπὶ τοιαύταις συνθήκαις· ὡς δ' ἐπανῆλθε, γνοῦσα ἡ γυνὴ αὐτοῦ, τοῦ δὲ ̓Αρέτα θυγάτηρ, τὰς πρὸς ̔Ηρωδιάδα συνθήκας, ῃτει πρὸς Μαχαιροῦντα πεμφθῆναι τὸ φρούριον· μεθόριον δὲ τοῦτο ην τῆς ̓Αρέτα καὶ τῆς 2.18 ̔Ηρώδου ἀρχῆς. καὶ ὁ ̔Ηρώδης ἐξέπεμψε, μὴ γινώσκων ο,τι ἐστὶν αὐτῇ τὸ βουλόμενον· ἡ δὲ ἐκεῖθεν πρὸς ̓Αραβίαν πρὸς τὸν πατέρα ἐξώρμησε, καὶ τὴν ̔Ηρώδου διηγεῖτο γνώμην περὶ αὐτήν. κἀκεῖνος εσχε τοῦτο εχθρας ὑπόθεσιν· καὶ μάχη μέσον ἀμφοῖν συγκεκρότητο διὰ στρατηγῶν, καὶ οἱ ̔Ηρώδου ἡττήθησαν καὶ απαν τὸ ἐκείνου στράτευμα πέπτωκε. ταῦτα διὰ γραφῆς ̔Ηρώδης μηνύει τῷ Τιβερίῳ· ὁ δὲ γράφει πρὸς Οὐιτέλλιον, πόλεμον πρὸς ̓Αρέταν ποιήσασθαι καὶ η ζωγρηθέντα δέσμιον ἀναπέμψαι εἰς ̔Ρώμην η ἀνῃρημένου στεῖλαι τὴν κεφαλήν. Τισὶ δὲ ὑπὸ θεοῦ τὴν ̔Ηρώδου στρατιὰν ὀλέσθαι ἐδόκει, δίκας τιννύντος διὰ τὸν φόνον τοῦ προφήτου καὶ βαπτιστοῦ ̓Ιωάννου. ταῦτα γὰρ καὶ περὶ τούτου