166
̓Απολλόδωρος· Ατταλος ἐκ τῶν ̔Ελληνίδων πόλεων οἰκήτορας συναγαγὼν εκτισε πόλιν καὶ ὠνόμασεν αὐτὴν ̔Ελληνόπολιν. εστι δὲ καὶ ̔Ελενούπολις. Ελη. ἡ θερμασία. ̔Ελίκη. πόλις. Ελικι. κλήματι λεπτῷ καὶ νευρώδει. ̔Ελικώπιδα. εὐόφθαλμον. epsilon.688 ̔Ελκεσίπεπλοι. ἐφελκόμεναι τοὺς πέπλους ἐν τῷ φορεῖν. οτι τὸ ˉο ἐν ταῖς συνθέσεσι πολλάκις εἰς τὸ ˉε μεταβαλλόμενον καὶ τὴν ˉσˉι συλλαβὴν προσλαμβάνει. ελκω, ἑλκόπεπλος, ἑλκέπεπλος, ἑλκεσίπεπλος. πρῶτος, πρωτόλαος, πρωτέλαος. πήξω, πηξίμαλος. ̔Ελλοφόνοσ. ἡ Αρτεμις, ἡ τοὺς ἑλλοὺς φονεύουσα, ο ἐστι τοὺς ἐλάφους· κυνηγετικὴ γάρ. ̓Ελπίσ. ἀγαθοῦ πνὸς η κακοῦ προσδοκία. η τὸ δοκεῖν τῷ ἀπόντι ὡς παρόντι συνεῖναι. ̓Ελπωρή. ἡ ἐλπίς. παρὰ τὸ ελπω ἐλπωρὴ, ὡς θάλπω θαλπωρή. ̔Ελλάσ. χώρα. παρὰ τὸ ελκω ἑλκὰς καὶ τροπῇ τοῦ κ εἰς ˉλ ̔Ελλάς. ἡ ελκουσα πρὸς τὸν ἑαυτῆς πόθον τοὺς βροτούς· ειπερ τὶς αλλη τῶν χωρῶν πόλις. λλ γράφεται δύο, διατί; ἑλκὰς καὶ τροπῇ τοῦ ˉκ εἰς ˉλ ̔Ελλάς. (Οὐδέτερον.) ̓Ελασίβροντα. μεγαληγόρα, ὡς ὑπὸ βροντῆς ἐλαυνόμενα. ̓Αριστοφάνης· ἐλασίβροντ' ἀναῤῥηγνὺς επη-. Ελασσον. μικρόν. Ελαιον. παρὰ τὸ λεῖον λεαῖνον, τὸ λειαῖνον τὸ σῶμα. καὶ ἐν ὑπερθέσει ελαιον. η ἀπὸ τοῦ ἐλαίου, τοῦ φυτοῦ παρωνύμως. ̓Ελαιόδευτον. τὸ ἐλαιόβρεκτον. ̓Ελευσίνια. τοῖς νικῶσι τὰ ̓Ελευσίνια ἐδίδοτο αθλον. η ἑορτὴν μόνον ειναι τὰ ̓Ελευσίνια. epsilon.689 ̔Ελλέβορον. τὸ λεγόμενον καρπίν. Ελλερα. φόνια, χαλεπὰ, κακά. ελλερα εργα. ̓Ελεγεινά. ἐπίπονα, θρηνώδη. ̓Ελεύθερα. ἀδούλωτα. Ελη. σύνδενδροι τόποι. Ελη· τυφλά. τὰ ἀπρόοπτα. ̓Εληθερέσ. τὸ ὑπὸ τοῦ ἡλίου θερμαινόμενον. παρὰ τὴν ελην, τὴν θερμασίαν, καὶ τὸ θέρω, τὸ θερμαίνω. ἐληθερὲς υδωρ. ̔Ελικώτατον υδωρ. ἑλικοειδῆ εχον τὴν ῥεῦσιν, η διαυγές. Ελκοσ. τὸ χρονίσαν τραῦμα. ἀπὸ τοῦ μετὰ τὴν τρῶσιν ελκεσθαι τὸ σῶμα. καὶ τὸ σῶμα αὐτοῦ πᾶν ἑλκῶν ἐξέζεσεν. Ελλερα. χαλεπὰ, κακά. σημαίνει καὶ τὰ βλέφαρα. Καλλίμαχος· -ιν' ελλερα πολλὰ τέλεσκεν. ολλυρα τινὰ οντα, ὀλλύντα καὶ εῤῥειν ποιοῦντα. ̓Ελλόγιμον. τίμιον. καὶ χωρίον ἐλλόγιμον. epsilon.690 ̓Ελλόβια. τὰ ἐνώτια, διὰ τὸ ἐν τοῖς λοβοῖς τῶν ωτων ειναι. Ελυτρα. σκεπάσματα. κυρίως δὲ τὰ οστρακα τῶν ὀστρακοδέρμων· οιον τοῦ ἀστακοῦ, τοῦ καρκίνου καὶ τῶν ὁμοίων. ελυτρον καὶ ἡ θήκη τοῦ τόξου. παρὰ τὸ εἱλῶ, εἱλύω καὶ εἱλύσω, ειλυτρον καὶ ελυτρον. ̔Ελώρια. ἑλκύσματα, σπαράγματα. παρὰ τὸ ελω τὸ ἑλκύω. γράφεται καὶ ελωρ. ( ̔Ρῆμα.) ̓Ελαφρίζω. ἀνασηκῶ. ̓Ελασαίατο. ἐλάσαιτο, πλεονασμῷ τοῦ ˉα. ̓Ελαστρηθείσ. βιασθεὶς, κινηθείς. εζανος ἐλαστρηθεὶς γυιοπαγεῖ νιφᾶσι. καὶ ἐλαστρῶ καὶ ἐλάστρεον. ζεύγεα διανεύοντες ἐλάστρεον- ἀπὸ τοῦ ἐλῶ, ἀφ' ου τὸ ἐλαύνω. ὁ παρακείμενος ἐλήλακα, ὁ παθητικὸς ἐλήλασμαι. ονομα ῥῆμα ἐλάστρεον, ὡς κεντῶ, κέντον καὶ κέντρον. ἐκ τοῦ ελαστρον γίνεται ἐλαστρῶ. η ὡς ἀπὸ τοῦ βοῦς, βοάζω, βοαστὴς, βοαστρῶ epsilon.691 καὶ συναιρέσει βοστρῶ, ουτως ἐλάζω, ἐλαστὴς, ἐλαστρῶ. ̓Ελάω. ἐλᾷν καὶ ἐλάειν, ἀντὶ τοῦ ἐλαύνειν. Ελακεν. ἐφθέγξατο. ̓Ελάκισε μέσοσ. ἀντὶ τοῦ ἐσχίσθη. ἐλάκησε δὲ ἀντὶ τοῦ ἐβόησε καὶ ἐφώνησεν, η. Ελαμψαν. φανερὰ ἐγένοντο. ελαμψαν τὰ καλὰ εργα σου. ̓Ελαιᾷ. διεγείρει. ̓Ελαιώμενοσ. διεγειρόμενος. ̓Ελαίνειν. τὸ ἐλαύνειν. παρὰ τὸ ἐλῶ ἐλαίνω, ὡς βῶ, βαίνω. ̓Ελαιοκομεῖν. τὸ ἐπιμελεῖσθαι τῶν ἐλαιῶν. κομῶ γὰρ τὸ ἐπιμελῶ. ἀφ' ου καὶ φυτοκόμος. καὶ ἐλαιοκόμος. ̓Ελέγχομεν. κακολογοῦμεν. νυκτὶ δ' ολῃ βασιλῆας ἐλέγχομεν. καὶ, εργα δὲ χεῖρας ἐλέγχει. καὶ ελεγχος ἡ αἰσχύνη. ̓Ελεηλάτουν. ἠφάνιζον. ̓Ελελιξάμενοσ. ἐπιστραφείς. καὶ ἐλελίχθησαν ἀντὶ τοῦ συνεστράφησαν. ἀπὸ τοῦ ἐλίσσω. epsilon.692 ̓Ελεφαίρετο. ἐπλανᾶτο, ἐβλάπτετο. ἠπατᾶτο. καὶ ἐλεφῆρα. Ελεψεν. ἀντὶ τοῦ ἐλέπησεν. ἀπὸ τοῦ λέπω. η ἀπὸ τοῦ λεπῶ, λεπήσω, ἐλέπησα, συγκοπῇ καὶ τροπῇ. ̔Ελέσθαι. ἐκλέξασθαι. ̓Ελλεβοριᾷν. τὸ ἐλλεβόρου δεῖσθαι ὡς φαρμάκου. ουτως Καλλίας. καὶ ἐλλεβορίζω, αἰτιατικῇ. ̓Ελεγαίνειν. τὸ παραφρονεῖν. τινὲς τῶν παλαιῶν καὶ τὸ ἐλεγεῖον μέτρον ἀπὸ τούτου κληθῆναι νομίζουσιν, οτι Θεοκλῆς Νάξιος η ̓Ερετριεὺς πρῶτος αὐτὸ ἐφθέγξατο. ἐλεγαίνειν