1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

 244

 245

 246

 247

 248

 249

 250

 251

 252

 253

 254

 255

 256

 257

 258

 259

 260

 261

 262

 263

 264

 265

 266

 267

 268

 269

 270

 271

 272

 273

 274

 275

 276

 277

 278

 279

 280

 281

 282

 283

 284

 285

 286

 287

 288

 289

 290

 291

 292

 293

 294

 295

 296

 297

 298

 299

 300

 301

 302

 303

 304

 305

 306

 307

 308

166

ἀγαθή.» «Ὁ ἐλέγχων μετὰ παῤῥησίας εἰρηνοποιεῖ.» «Μὴ ἔλεγχε κακοὺς, ἵνα μὴ μισήσωσί σε.» «Ἐν συμποσίῳ οἴνου μὴ ἐλέγξῃς τὸν πλησίον σου.» «Μὴ ἐκκαίῃς ἄνθρακας, ἁμαρτωλοὺς ἐλέγχων, μὴ ἐμπυρισθῇς ἐν φλογὶ πυρὸς ἁμαρτιῶν.» «Τοὺς ἁμαρτάνοντας ἐνώπιον πάντων ἔλεγχε, ἵνα καὶ οἱ λοιποὶ φόβον ἔχωσιν.»

ΣΤΟΙΧΕΙΟΝ Ζ. ΤΙΤΛ. Αʹ. -Περὶ τοῦ ζητεῖν τὸν Θεὸν, καὶ ἀκολουθεῖν αὐτῷ, καὶ ὅτι ἐπὶ τῷ

ὀνόματι αὐτοῦ πάντα χρὴ ἡμᾶς πράττεσθαι. «Ἐν τοῖς ἐγγίζουσί με ἁγιασθήσομαι.» «Κύριον τὸν Θεόν σου φοβηθήσῃ, καὶ

αὐτῷ μόνῳ λατρεύσεις, καὶ πρὸς αὐτὸν κολληθήσῃ, καὶ ἐπὶ τῷ ὀνόματι αὐτοῦ ὀμῇ. Οὗτος καύχημά σου, καὶ οὗτος ζωή σου.» «Οὐκ ἐγκατέλιπες τοὺς ἐκζητοῦντάς σε, Κύριε.» «Ἐν κημῷ καὶ χαλινῷ τὰς σιαγόνας αὐτῶν ἄγξαι, τῶν μὴ ἐγγιζόντων πρὸς σέ.» «Ἐξεζήτησα τὸν Κύριον, καὶ ἐπήκουσέ μου, καὶ ἐκ πασῶν τῶν θλίψεών μου ἐῤῥύσατό με.» «Οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται.» «Πλούσιοι ἐπτώχευσαν, καὶ ἐπείνασαν, οἱ δὲ ἐκζητοῦντες τὸν Κύριον, οὐκ ἐλαττωθήσονται παντὸς ἀγαθοῦ.» «Ἀγαλλιάσθωσαν, καὶ εὐφρανθήτωσαν ἐπὶ σοὶ πάντες οἱ ζητοῦντές σε, Κύριε.» «Ἐκζητήσατε τὸν Θεὸν, καὶ ζήσεται ἡ ψυχὴ ὑμῶν.» «Εὐφρανθήτω καρδία ζητούντων τὸν Κύριον.» «Ὁ ζητῶν τὸν Κύριον, εὑρήσει γνῶσιν μετὰ δι 95.1569 καιοσύνης. Οἱ δὲ ὀρθῶς ζητοῦντες αὐτὸν, εὑρήσουσιν εἰρήνην.» «Ὡς ἔτι καιρὸς, ἐκζητήσατε τὸν Κύριον.» «Ἔλεον καὶ κρῖμα φυλάσσου, καὶ ἔγγιζε πρὸς τὸν Θεόν σου διὰ παντός.» «Ἀκούσατέ μου, καὶ φάγεσθε ἀγαθὰ, καὶ τρυφήσει ἐν ἀγαθοῖς ἡ ψυχὴ ὑμῶν.» «Αἰσχυνθήσονται πάντες οἱ ἀφορίζοντες ἑαυτοὺς ἀπὸ Κυρίου.» «Ἐκζητήσατέ με ἐν ὅλῃ καρδίᾳ ὑμῶν, καὶ ἐπιφανοῦμαι ὑμῖν.» «Τοῖς ἐκζητοῦσιν αὐτὸν μισθαποδότης ὁ Θεὸς γίνεται, «Ἐγγίσατε τῷ Θεῷ, καὶ ἐγγιεῖ ὑμῖν.» Ἀμήχανον ἐκτραπῆναι τῆς δικαίας ὁδοῦ, μὴ λήθην Θεοῦ ταῖς ψυχαῖς νοσήσαντας. Ὅσον ἀφίστατο τῆς ζωῆς ὁ Ἀδὰμ, τοσοῦτον προσήγγιζεν τῷ θανάτῳ. Ζωὴ γὰρ ὁ Θεός· στέρησις δὲ ζωῆς ὁ θάνατος. Ὥστε τὸν θάνατον ὁ Ἀδὰμ διὰ τῆς ἀναχωρήσεως τοῦ Θεοῦ κατεσκεύασεν, κατὰ τὸ γεγραμμένον, ὅτι Ἰδοὺ οἱ μακρύνοντες ἑαυτοὺς ἀπὸ σοῦ, ἀπολοῦνται. Ἀνάγκη τὴν ἐρημωθεῖσαν ψυχὴν τῆς οἰκειώσεως τοῦ Θεοῦ, οἰκητήριον γενέσθαι πνευμάτων ἀκαθάρτων. Τάξις ἀρίστη παντὸς ἀρχομένου, καὶ λόγου, καὶ πράγματος, ἐκ Θεοῦ τε ἄρχεσθαι, καὶ εἰς Θεὸν ἀναπαύεσθαι. Ἀρχὴν ἁπάντων καὶ τέλος ποιοῦ Θεόν.

ΤΙΤΛ. Βʹ. -Περὶ ζώων ἀλόγων, τῶν φυσικῇ σοφίᾳ κεκοσμημένων.

«Ἢ σὺ περιέθηκας ἵππῳ δύναμιν, ἐνέδυσας δὲ τραχήλῳ αὐτοῦ φόβον; πόῤῥωθεν δὲ ὀσφραίνεται πολέμους. Ἐκ δὲ τῆς σῆς ἐπιστήμης ἕστηκεν ἱέραξ, ἀναπετάσας τὰς πτέρυγας αὐτοῦ, ἀκίνητος ὁρῶν πρὸς νότον; Γὺψ ἐπὶ νοσσιὰν αὐτοῦ καθεσθεὶς, αὐλίζεται ἐπ' ἐξοχῇ πέτρας, καὶ ἀποκρύφῳ; ἐκεῖ ὢν ζητεῖ τὰ σῖτα· πόῤῥωθεν δὲ οἱ ὀφθαλμοὶ αὐτοῦ σκοπεύουσι.» «Τίς ἡτοίμασε κόρακι βοράν; νεοσσοὶ γὰρ αὐτοῦ πρὸς Κύριον κεκράγασι, πλανώμενοι, τὰ σῖτα ζητοῦντες. Εἰ ἔγνως καιρὸν τοκετοῦ τραγελάφου ἐπὶ πέτρας, ἐφύλαξας δὲ ὠδῖνας ἐλάφων; Ἠρίθμησας δὲ μῆνας αὐτῶν πλήρεις τοκετοῦ, ὠδῖνας δὲ αὐτῶν ἔλυσας; Ἐξέθρεψας δὲ αὐτῶν τὰ παιδία ἄνευ φόβου; Τίς δέ ἐστιν ὁ ἀφεὶς ὄνον ἄγριον ἐλεύθερον; δεσμοὺς δὲ αὐτοῦ τίς ἔλυσεν; ἐθέμην δὲ τὴν δίαιταν αὐτοῦ ἔρημον.» «Ἴθι πρὸς μύρμηκα, ὦ ὀκνηρὲ, καὶ ζήλωσον ἰδὼν τὰς ὁδοὺς αὐτοῦ, καὶ γενοῦ ἐκείνου σοφώτερος. Ἐκεῖνος γὰρ γεωργίου μὴ ὑπάρχοντος, μηδὲ τὸν ἀναγκάζοντα ἔχων, μηδὲ ὑπὸ δεσπότην ὢν, ἑτοιμάζεται θέρους τὴν τροφὴν, πολλήν τε ἐν τῷ ἀμητῷ 95.1572 ποιεῖται τὴν