κατ' ἀναλογίαν μετέρχεται ἕκαστον ὁ λόγος τοῦ κυρίου. ὅσον ἐπικρατεῖ τις αὐτοῦ, τοσοῦτον ἐπικρατεῖται, καὶ ὅσον φυλάσσει, φυλάσσεται τοσοῦτον. 36.2.3 ∆ιὰ τοῦτο πᾶς ὁ χορὸς τῶν ἁγίων προφητῶν, ἀποστόλων, μαρτύρων τὸν λόγον ἐν ταῖς καρδίαις αὐτῶν ἐφύλασσον, μηδὲν ἕτερον μεριμνῶντες, ἀλλὰ τοῦ γηΐνου πνεύματος τὸ φιλόθεον προκρίνοντες, οὐ μόνον λόγῳ ἢ γνώσει ψιλῇ, ἀλλ' ἐν λόγῳ καὶ ἔργῳ δι' αὐτῶν τῶν πραγμάτων. ἀντὶ πλούτου ἑλόμενοι πτωχείαν, ἀντὶ δόξης ἀτιμίαν, ἀντὶ ἀπολαύσεως κακουχίαν, ὅθεν καὶ ἀντὶ θυμοῦ ἀγάπην. μισοῦντες γὰρ τὰ ἡδέα τοῦ βίου τοὺς ἀφαιρουμένους αὐτὰ μᾶλλον ἠγάπων ὡς συνεργοῦντας αὐτοῖς πρὸς τὸν σκοπόν, ἀπεχόμενοι τοῦ γινώσκειν καλὸν καὶ πονηρόν. οὐδὲ γὰρ τοὺς ἀγαθοὺς ᾑροῦντο, τοὺς δὲ κακοὺς ᾐτιῶντο, πάντας ἀποκρισιαρίους τῆς δεσποτικῆς οἰκονομίας ἡγούμενοι. πρὸς πάντας οὖν 36.2.4 εἶχον ἐνδιάθετον εὔνοιαν. ὅταν γὰρ ἤκουον τοῦ κυρίου λέγοντος· «ἄφετε, καὶ ἀφεθήσεται ὑμῖν», τότε τοὺς ἀδικοῦντας εὐεργέτας ἐλογίζοντο εἰς ἄφεσιν ἔχοντες τὰς παρ' αὐτῶν ἀφορμάς. ὅτε δὲ πάλιν ἤκουον λέγοντος· «καθὼς θέλετε, ἵνα ποιῶσιν ὑμῖν οἱ ἄνθρωποι, καὶ ὑμεῖς ποιεῖτε ὁμοίως», τότε καὶ τοὺς ἀγαθοὺς κατὰ συνείδησιν ἠγάπων. ἀφέντες γὰρ τὴν δικαιοσύνην τὴν ἑαυτῶν καὶ τὴν τοῦ θεοῦ δικαιοσύνην ζητοῦντες εὗρον ἀκολούθως καὶ τὴν ἀγάπην ἐν 36.2.5 αὐτῇ κατὰ φύσιν ἐγκεκρυμμένην. καὶ γὰρ ὁ κύριος, πολλὰ περὶ τῆς ἀγάπης ἐντειλάμενος, «τὴν δικαιοσύνην» ἐκέλευσε ζητεῖν «τοῦ θεοῦ»· οἶδε γὰρ αὐτὴν μητέρα τῆς ἀγάπης ὑπάρχουσαν. οὐκ ἔστι γὰρ ἄλλως σωθῆναι, εἰ μὴ διὰ τοῦ πλησίον καθὼς ὁ κύριος, ἐνετείλατο εἰπών· «ἄφετε καὶ ἀφεθήσεται ὑμῖν». οὗτός ἐστιν ὁ τοῦ πνεύματος νόμος, ὁ ἐν καρδίαις πισταῖς ἐγγραφόμενος, τὸ πλήρωμα τοῦ πρώτου νόμου· «οὐκ ἦλθον, γάρ φησι, καταλῦσαι τὸν νόμον, ἀλλὰ πληρῶσαι». πῶς δὲ πληροῦται, μάθε. 36.2.6 Ὁ πρῶτος νόμος διὰ τῆς εὐλόγου ἀφορμῆς τοῦ ἁμαρτήσαντος κατέκρινεν περισσοτέρως τὸν ἀδικηθέντα· «ἐν ᾧ γὰρ κρίνει τις τὸν ἕτερον, ἑαυτὸν κατακρίνει», ἐν ᾧ δὲ ἀφίησιν ἀφεθήσεται αὐτῷ. οὕτω γὰρ καὶ ὁ νόμος λέγει· «ἀνὰ 36.2.7 μέσον κρίσεως κρίσις καὶ ἀνὰ μέσον ἀφῆς ἀφή». πλήρωμα οὖν νόμου ἡ ἄφεσις τυγχάνει. πρῶτον δὲ νόμον εἰρήκαμεν, οὐχ ὅτι ὁ θεὸς δύο νόμους παρέθετο τοῖς ἀνθρώποις, ἀλλ' ἕνα· πνευματικὸν μὲν κατὰ φύσιν, κατὰ δὲ τὴν ἐκδίκησιν δικαίαν ἐπιφέροντα ἑκάστῳ τὴν ψῆφον. τῷ ἀφίεντι ἀφήσει καὶ τῷ παραζητοῦντι παραζητήσει. φησὶ γάρ· «μετὰ ἐκλεκτοῦ ἐκλεκτὸς ἔσῃ καὶ μετὰ στρεβλοῦ διαστρέψεις». διὰ τοῦτο οἱ πνευματικῶς αὐτὸν τὸν νόμον ἐκτελοῦντες καὶ ἀναλόγως τῆς χάριτος μετέχοντες, οὐ μόνον τοὺς εὐεργετοῦντας, ἀλλὰ καὶ τοὺς ὀνειδίζοντας καὶ διώκοντας ἠγάπων, τὴν πνευματικὴν ἀνταπόδοσιν ἐκδεχόμενοι τῶν ἀγαθῶν. οὐχ ὅτι τὰ ἀδικήματα συνεχώρησαν, ἀλλ' ὅτι καὶ τὰς ψυχὰς τῶν ἀδικούντων εὐηργέτησαν· οὕτω γὰρ αὐτοὺς παρετίθεντο τῷ θεῷ, ὡς δι' αὐτῶν τοῦ μακαρισμοῦ τυγχάνειν, ὥς φησι· «μακάριοί ἐστε, ὅταν διώξωσιν ὑμᾶς καὶ ὀνειδίσωσιν». ὑπὸ δὲ τοῦ πνευματικοῦ νόμου οὕτω φρονεῖν ἐδιδάσκοντο. 36.2.8 Ὑπομενόντων γὰρ αὐτῶν καὶ τὴν νοερὰν πραΰτητα τηρούντων ὁ κύριος, βλέπων τὴν ὑπομονὴν τῆς καρδίας πολεμουμένης καὶ τῆς ἀγάπης μὴ ἐξισταμένης, διέρρηξε «τὸ μεσότοιχον τοῦ φραγμοῦ», καὶ τέως τὴν ἔχθραν ἀπέβαλε, καὶ οὐκέτι μετὰ βίας, ἀλλὰ μετὰ βοηθείας εἶχον τὴν ἀγάπην. ὁ κύριος λοιπὸν κατήργει τὴν στρεφομένην ῥομφαίαν, τὴν κινοῦσαν τοὺς λογισμούς, καὶ εἰσήρχοντο «εἰς τὸ ἐσώτερον τοῦ καταπετάσματος, ὅπου πρόδρομος ὑπὲρ ἡμῶν εἰσῆλθεν ὁ κύριος», καὶ ἐνετρύφων τοῖς καρποῖς τοῦ πνεύματος, καὶ τὰ μέλλοντα ἐν βεβαιότητι καρδίας θεασάμενοι κατὰ τὸν ἀπόστολον ὡς ἐν ἐσόπτρῳ ἐν αἰνίγματι ἔλεγον, «ἃ ὀφθαλμὸς οὐκ εἶδε καὶ οὖς οὐκ ἤκουσε καὶ ἐπὶ καρδίαν ἀνθρώπου οὐκ ἀνέβη, ὅσα ἡτοίμασεν ὁ θεὸς τοῖς ἀγαπῶσιν αὐτόν». 36.3.1 Ἀλλὰ ἐγὼ τοῦτο τὸ