166
ὑποῤῥέοντος· πόδας δὲ καὶ διαβήματα τοὺς λογισμοὺς καλεῖ τροπικῶς. Εἶτα καὶ τὴν αἰτίαν λέγει. γʹ. "Ὅτι ἐζήλωσα ἐπὶ τοῖς ἀνόμοις, εἰρήνην ἁμαρτωλῶν θεωρῶν." Ἐπυρπολούμην γὰρ, βλέπων τοὺς δυσσεβείᾳ καὶ παρανομίᾳ συζῶντας ἐν εἰρήνῃ καὶ εὐποτμίᾳ πολλῇ. [Ὁρῶμεν δὲ καὶ νῦν τινας τὰ παραπλήσια ἐκείνοις λέγοντας κατά τινων τῶν ἐν δυσσεβείᾳ καὶ πλεονεξίᾳ συζώντων, καὶ πλούτῳ καὶ δόξῃ, ὡς νομίζουσι, καταδυναστευόν των.] δʹ. "Ὅτι οὐκ ἔστιν ἀνάνευσις ἐν τῷ θανάτῳ αὐ τῶν." Ὁ δὲ Ἀκύλας οὕτως· Οὐκ εἰσὶ δυσπάθειαι τῷ θανάτῳ αὐτῶν· ὁ δὲ Σύμμαχος· Οὐκ ἐνεθυμοῦντο περὶ θανάτου αὐτῶν. Οὐδὲ γὰρ, φησὶν, ἐν κιν δύνοις ἐξεταζόμενοι σφᾶς αὐτοὺς ἀπηγόρευον. Καὶ ἡ ἀνάνευσις δὲ τὴν ἀπαγόρευσιν δηλοῖ· ἀπαγορεύειν γάρ τι βουλόμενοι ἀνάνευσιν εἰώθαμεν. "Καὶ στερέωμα ἐν τῇ μάστιγι αὐτῶν." Πρὸς ὀλίγον αὐτοῖς, φησὶ, πελάζει τὰ λυπηρά. εʹ. "Ἐν κόποις ἀνθρώπων οὐκ εἰσὶ, καὶ μετὰ ἀνθρώπων οὐ μαστιγωθήσονται." Κατὰ ῥοῦν αὐτοῖς, φησὶ, τὰ πράγματα φέρεται, καὶ οὔτε πόνοις καὶ ταλαιπωρίαις, οὔτε παιδείαις περιβάλλονται τοῖς ἄλλοις ἀνθρώποις παραπλησίως. 80.1445 ʹ. "∆ιὰ τοῦτο ἐκράτησεν αὐτοὺς ἡ ὑπερηφανία εἰς τέλος· περιεβάλοντο ἀδικίαν καὶ ἀσέβειαν ἑαυτῶν." Ἐντεῦθεν εἰς ἀλαζονείαν καὶ τύφον ἐπήρθησαν, καὶ δίκας ὑπὲρ τῶν προτέρων μὴ δεδω κότες ἁμαρτημάτων, εἰς πλείονα παρανομίαν ἐξ ώκειλαν. Τὸ γὰρ περιεβάλοντο τὸ πλῆθος τῆς ἀδικίας ἐδήλωσεν, ὡς πανταχόθεν αὐτοὺς κυ κλούσης. ζʹ. "Ἐξελεύσεται ὡς ἐκ στέατος ἡ ἀδικία αὐτῶν." Στέαρ· ὡς πολλάκις ἔφαμεν, τὴν εὐπάθειαν καὶ τὴν εὐκληρίαν δηλοῖ. Ὡς ἐν τοσαύτῃ τοίνυν, φησὶν, ὄντες εὐημερίᾳ, μεθ' ἁπάσης ἀδείας τὴν ἀδικίαν ἐτόλμησαν. "∆ιήλθοσαν εἰς διάθεσιν καρδίας. [ηʹ, θ.] ∆ιενοή θησαν καὶ ἐλάλησαν ἐν πονηρίᾳ, ἀδικίαν εἰς τὸ ὕψος ἐλάλησαν. Ἔθεντο εἰς οὐρανὸν τὸ στόμα αὐτῶν, καὶ ἡ γλῶσσα αὐτῶν διῆλθεν ἐπὶ τῆς γῆς." Οὐκ ἀπέχρησε δὲ αὐτοῖς ἡ κατὰ τῶν ἀνθρώπων ἀδικία. ἀλλὰ καὶ τὸν οὐρανὸν ἐτόξευσαν καὶ λόγοις καὶ λογισμοῖς. Αἰνίττεται δὲ διὰ τούτων τὰς κατὰ τοῦ Θεοῦ βλασφημίας, τὰς κατὰ τοῦ λαοῦ λοιδορίας, τὰς κατὰ τοῦ νεὼ τοῦ θείου παροινίας. Τοῦτο δὲ σαφέ στερον εἴρηκεν ἐν τῷ μαʹ ψαλμῷ· "Ἐγενήθη τὰ δάκρυά μου ἐμοὶ ἄρτος ἡμέρας καὶ νυκτὸς, ἐν τῷ λέγεσθαί μοι καθ' ἑκάστην ἡμέραν· Ποῦ ἐστιν ὁ Θεός σου;" ιʹ. "∆ιὰ τοῦτο ἐπιστρέψει ὁ λαός μου ἐνταῦθα, καὶ ἡμέραι πλήρεις εὑρεθήσονται ἐν αὐτοῖς." Ταῦτα ὡς τοῦ Θεοῦ τῶν ὅλων εἰρηκότος, ὁ προφη τικὸς τέθεικε λόγος, τοὺς ἀθυμοῦντας ψυχαγωγῶν. Ἐκείνων γὰρ, φησὶ, βλασφημίαις κατὰ τοῦ Θεοῦ χρησαμένων, καὶ κακοπαθείαις ἡμᾶς ὑποβαλόντων, χρηστὰ περὶ ἡμῶν ὁ τῶν ὅλων Θεὸς ἐψηφίσατο, τὴν ἐπάνοδον ὑποσχόμενος, καὶ ζωὴν τὴν ὡρισμένην τῇ φύσει. Καὶ ἐντεῦθεν δῆλον, ὡς τοῖς ἐπανελθοῦσιν ἤδη, καὶ τὰ ἐν Βαβυλῶνι συμβεβηκότα διηγουμένοις, ἁρμόδιος ὁ ψαλμός. Ἔφη γάρ· "∆ιὰ τοῦτο ἐπιστρέ ψει ὁ λαός μου ἐνταῦθα," τουτέστιν εἰς τὴν Ἰου δαίαν. Ἐκεὶ τοίνυν διάγοντες, τὸ ἐνταῦθα λέγουσι. Τοῖς ἐν Βαβυλῶνι γὰρ οὐδαμῶς τοῦτο κατάλληλον. "Ἡμέρας δὲ πλήρεις" τὸ γῆρας ἐκάλεσεν. Ἀντὶ τοῦ, Καὶ ἐπανήξουσι, καὶ μέχρι γήρως βιώσονται. Οὕτω τοῦ Θεοῦ τὴν ὑπόσχεσιν δείξας, πάλιν εἰς τὴν διήγησιν ἐπανῆλθε τῆς τῶν Βαβυλωνίων βλασφημίας, καὶ τῆς τῶν λογισμῶν ταραχῆς. ιαʹ. "Καὶ εἶπον· Πῶς ἔγνω ὁ Θεός; καὶ εἰ ἔστι γνῶσις ἐν τῷ Ὑψίστῳ;" Ὁ δὲ Σύμμαχος σαφέστερον· Οἱ δὲ ἔλεγον, Πῶς ἔγνω ὁ Θεός; εἰ 80.1448 ἔστιν ἐπίγνωσις τῷ Ὑψίστῳ; Ὁ μὲν γὰρ Θεὸς, φησὶν, ἐκεῖνα ὑπέσχετο· οὗτοι δὲ παρ' ἑαυτοῖς ἐλο γίζοντο, μήτε ἐφορᾷν τὸν Θεὸν, μήτε τι τῶν γινο μένων εἰδέναι. Εἶτα δείξας διὰ τούτων τὴν ἐκείνων ἀσέβειαν, τοὺς οἰκείους ἐκφέρει λογισμούς. ιβʹ. "Ἰδοὺ οὗτοι ἁμαρτωλοὶ, καὶ εὐθηνοῦντες εἰς τὸν αἰῶνα κατέσχον πλοῦτον." Παρανομίᾳ συ ζῶντες ἀφθόνως ἀπολαύουσι τῶν ἀγαθῶν, καὶ ἄτρε πτον ἔχουσι τὴν εὐκληρίαν· τὸ γὰρ εἰς τὸν αἰῶνα κατὰ τὸν παρόντα βίον λέγει· πολλάκις γὰρ καὶ τὴν τοῦ ἀνθρώπου ζωὴν αἰῶνα καλεῖ· "Ὁ αἰὼν γὰρ ἡμῶν, φησὶν, εἰς φωτισμὸν τοῦ προσώπου σου." ιγʹ. "Καὶ εἶπα· Ἄρα ματαίως ἐδικαίωσα τὴν καρδίαν μου;" Ἐγὼ δὲ ὁρῶν αὐτοὺς εὐωχουμέ νους, καὶ ἐπὶ