166
τελευτήσας. ιηʹ. δʹ. ζʹ. Τούτῳ τῷ ἔτει ἀνεῖλε Κώνστας Θεοδόσιον, τὸν ἴδιον ἀδελφόν. τῶν δὲ Ἀράβων ὄντων εἰς τὸ Σαπφίν, ἐδολοφονήθη Ἀλή, ὁ τῆς Περσίδος· καὶ μονοκρατορεῖ Μαυΐας βασιλικῶς κατοικήσας ἐν ∆αμασκῷ καὶ τοὺς θησαυροὺς ἐκεῖ ἀποθέμενος τῶν χρημάτων. ιθʹ. εʹ. ηʹ. Τούτῳ τῷ ἔτει ἀνεφάνη αἵρεσις Ἀράβων, οἱ λεγόμενοι Χαρουργῖται. Μαυΐας δὲ τούτους χειρωσάμενος τοὺς ἐν Περσίδι ἐταπείνωσεν, τοὺς δὲ ἐν Συρίᾳ ὕψωσεν· καὶ τοὺς μὲν ἐκάλεσεν Ἰσαμίτας, 348 τοὺς δὲ Ἡρακίτας. καὶ τῶν μὲν Ἰσαμιτῶν τὰς ῥόγας ἀνήνεγκεν ἕως σʹ νομισμάτων, τῶν δὲ Ἡρακιτῶν κατήνεγκεν ἕως λʹ νομισμάτων. κʹ. ʹ. θʹ. Τούτῳ τῷ ἔτει καταλιπὼν ὁ βασιλεὺς Κωνσταντινούπολιν μετέστη ἐν Συρακούσῃ τῆς Σικελίας, βουληθεὶς ἐν Ῥώμῃ τὴν βασιλείαν μεταστῆσαι. καὶ πέμπει τοῦ ἀγαγεῖν τὴν γυναῖκα αὐτοῦ καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ, Κωνσταντῖνον, Ἡράκλειον καὶ Τιβέριον· οἱ δὲ Βυζάντιοι οὐκ ἀπέλυσαν αὐτούς. καʹ. ζʹ. ιʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσαν οἱ Ἄραβες κατὰ Ῥωμανίας καὶπολλοὺς ᾐχμαλώτευσαν καὶ τόπους πλείους ἠρήμωσαν. κβʹ. ηʹ. ιαʹ. Τούτῳ τῷ ἔτει ᾐχμαλωτίσθη μέρος τῆς Σικελίας, καὶ ᾠκίσθησαν ἐν ∆αμασκῷ θελήσει αὐτῶν. κγʹ. θʹ. ιβʹ. Τούτῳ τῷ ἔτει ἐγένετο πλάνη τῶν νηστειῶν. καὶ ἐπεστράτευσεν ὁ Ἀβδεραχμάν, ὁ τοῦ Χαλέδου, τὴν Ῥωμανίαν καὶ ἐν αὐτῇ ἐχείμασε καὶ πολλὰς ἐλυμήνατο χώρας. οἱ δὲ Σκλαυινοὶ τούτῳ προσρυέντες σὺν αὐτῷ ἐν Συρίᾳ κατῆλθον χιλιάδες πέντε, καὶ ᾠκίσθησαν εἰς τὴν Ἀπαμέων χώραν ἐν κώμῃ Σελευκοβόλῳ. Κωνσταντινουπόλεως ἐπίσκοπος Θωμᾶς ἔτη γʹ. κδʹ. ιʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε Βουσοὺρ κατὰ Ῥωμανίας· καὶ ἀπέθανε Θωμάριχος, ὁ ἐπίσκοπος Ἀπαμείας· καὶ ἐκάη ὁ ἐπίσκοπος Ἐμέσης. κεʹ. ιαʹ. βʹ. Τούτῳ τῷ ἔτει ἐπεστράτευσε πάλιν Βουσοὺρ τὴν Ῥωμανίαν καὶ ἐλυμήνατο τὰ μέρη Ἑξαπόλεως, καὶ Φαδαλᾶς ἐκεῖ ἐχείμασεν. κʹ. ιβʹ. γʹ. Τούτῳ τῷ ἔτει ὁ τῶν Ἀρμενιάκων στρατηγὸς Σαβώριος Περσογενὴς ἐστασίασε κατὰ Κώνστα τοῦ βασιλέως καὶ πέμπει πρὸς Μαυΐαν 349 Σέργιον τὸν στρατηλάτην ὑποσχόμενος τῷ Μαυΐᾳ ὑποτάξαι τὴν Ῥωμανίαν, εἰ αὐτῷ συμμαχήσει κατὰ τοῦ βασιλέως. γνοὺς δὲ Κωνσταντῖνος, ὁ υἱὸς τοῦ βασιλέως, ἀποστέλλει καὶ αὐτὸς πρὸς Μαυΐαν Ἀνδρέαν τὸν κουβικουλάριον μετὰ δώρων, ὅπως μὴ συνδώσῃ τῷ ἀντάρτῃ. καταλαβὼν δὲ Ἀνδρέας τὴν ∆αμασκὸν εὗρε Σέργιον προλαβόντα, ὁ δὲ Μαυΐας ὑπεκρίνετο συμπαθεῖν τῷ βασιλεῖ. ἦν δὲ Σέργιος καθήμενος πρὸς Μαυΐαν, καὶ εἰσελθόντος Ἀνδρέου, ἰδὼν αὐτὸν ὁ Σέργιος ἐπηγέρθη. ὁ δὲ Μαυΐας ἐμέμψατο τὸν Σέργιον, λέγων· "τί ἐδειλίασας;" ὁ δὲ Σέργιος ἀπελογήσατο κατὰ συνήθειαν τοῦτο πεποιηκέναι. στραφεὶς δὲ Μαυΐας λέγει τῷ Ἀνδρέᾳ· "τί ζητεῖς;" ὁ δὲ λέγει· "ἵνα δώσῃς βοήθειαν κατὰ τοῦ ἀντάρτου." ὁ δὲ λέγει. "ἀμφότεροι ἐχθροί ἐστε· καὶ τῷ πλείω παρέχοντί μοι δίδωμι." καὶ ὁ Ἀνδρέας ἔφη πρὸς αὐτόν· "μὴ ἀμφιβάλῃς, ἀμηρᾶ, ὅτι ὀλίγα παρὰ βασιλέως κρεῖττόν σοι, ἢ πλεῖστα παρὰ ἀντάρτου· ὅμως, ὡς ἐρασμίως ἔχεις, ποίει." καὶ ταῦτα εἰπὼν Ἀνδρέας ἐσιώπησεν. ὁ δὲ Μαυΐας λέγει· "σκέπτομαι περὶ τούτου·" καὶ κελεύει ἀμφοτέρους ἐξελθεῖν. προσκαλεσάμενος δὲ Μαυΐας κατ' ἰδίαν τὸν Σέργιον λέγει αὐτῷ· "μηκέτι προσκυνήσῃς τῷ Ἀνδρέᾳ, ἐπεὶ οὐδὲν ἀνύσεις." καὶ τῇ ἐπαύριον προλαβὼν ὁ Σέργιος τὸν Ἀνδρέαν πρὸς Μαυΐαν ἐκάθητο. καὶ εἰσελθόντος τοῦ Ἀνδρέου, οὐκ ἐπηγέρθη καθὼς χθές. ὁ δὲ Ἀνδρέας περιβλεψάμενος τῷ Σεργίῳ δεινῶς ὕβρισε καὶ ἠπείλησε λέγων, ὅτι· "εἰ ζῶ, δεῖξαί σοι ἔχω τὸ τίς εἰμί." ὁ δὲ Σέργιος ἔφη· "οὐκ ἐπεγείρομαί σοι, ὅτι οὐκ εἶ ἀνήρ, οὐδὲ γυνή." ἀμφοτέρους δὲ παύσας ὁ Μαυΐας τῷ Ἀνδρέᾳ ἔφη· "στοίχησον δοῦναι καθὼς ὁ Σέργιος δίδωσιν·" "καὶ πόσον ἔστιν;" ἔφη Ἀνδρέας. ὁ δὲ Μαυΐας εἶπεν· "τὴν εἰσφορὰν τῶν δημοσίων παρέχειν τοῖς Ἄραψιν." καὶ ὁ Ἀνδρέας ἔφη· "βαβαί σοι, Μαυΐα, συμβουλεύεις τὸ σῶμα δοῦναι, τὴν δὲ σκιὰν κατέχειν. ὡς θέλεις, μετὰ Σεργίου στοίχει· ἐγὼ γὰρ τοῦτο οὐ ποιῶ. πλὴν σὲ παρεῶντες, πρὸς τὸν θεόν, ὡς δυνατώτερόν σου ὄντα ὑπερασπίζειν Ῥωμαίοις, καταφεύγομεν καὶ ἐπ' αὐτῷ τὰς ἐλπίδας