Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxvi., cccxvii., cccxviii., cccxix.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letters cccxxx., cccxxxi., cccxxxii., cccxxxiii.
Letter CLXVI.817 Placed in 374.
To Eusebius, bishop of Samosata.818 This letter is numbered lxv. among those of Gregory of Nazianzus, to whom it is to be attributed. It is only found in one ms. of the letters of Basil (Coisl. i.)
ΕΥΣΕΒΙῼ ΕΠΙΣΚΟΠῼ ΣΑΜΟΣΑΤΩΝ
[1] Τὰ πάντα τίμιος ὢν ἡμῖν καὶ τῶν φίλων ἐν τοῖς γνησίοις ὁ αἰδεσιμώτατος ἀδελφὸς ἡμῶν Εὐπράξιος τιμιώτερος ὤφθη καὶ γνησιώτερος ἐκ τῆς περὶ σὲ διαθέσεως: ὅς γε καὶ νῦν οὕτως ὥρμησε πρὸς τὴν σὴν θεοσέβειαν (ἵν' εἴπω τὸ τοῦ Δαβὶδ) ὡς ἔλαφος πολὺ δίψος καὶ οὐ φορητὸν ποτίμῳ καὶ καθαρᾷ πηγῇ καταψύχουσα. Καὶ μακάριος ὅ σοι πλησιάζειν ἠξιωμένος. Καὶ μακαριώτερος δὲ ὁ τοῖς ὑπὲρ Χριστοῦ παθήμασι καὶ τοῖς ὑπὲρ ἀληθείας ἱδρῶσι τοιαύτην ἐπιθεὶς κορωνίδα ἧς ὀλίγοι τῶν φοβουμένων τὸν Θεὸν τετυχήκασιν. Οὐ γὰρ ἀβασάνιστον ἐπεδείξω τὴν ἀρετὴν οὐδὲ ἐν εὐδίας καιρῷ μόνον ὀρθῶς ἔπλευσας καὶ τὰς τῶν ἄλλων ψυχὰς ἐκυβέρνησας, ἀλλ' ἐν ταῖς δυσχερείαις τῶν πειρασμῶν ἀνεφάνης καὶ τῶν διωκόντων γέγονας ὑψηλότερος τῷ γενναίως μεταστῆναι τῆς ἐνεγκούσης. Καὶ ἄλλοι μὲν τὸ πατρῷον ἔδαφος ἔχουσιν, ἡμεῖς δὲ τὴν ἄνω πόλιν, καὶ ἄλλοι τὸν ἡμέτερον ἴσως θρόνον, ἡμεῖς δὲ Χριστόν. Ὢ τῆς πραγματείας! Οἵων ὑπεριδόντες, οἷα κεκομίσμεθα! Διήλθομεν διὰ πυρὸς καὶ ὕδατος, πιστεύω δὲ ὅτι καὶ ἐξελευσόμεθα εἰς ἀναψυχήν. Οὐ γὰρ εἰς τέλος ἐγκαταλείψει ἡμᾶς ὁ Θεὸς οὐδὲ περιόψεται τὸν ὀρθὸν λόγον δεδιωγμένον, ἀλλὰ κατὰ τὸ πλῆθος τῶν ὀδυνῶν ἡμῶν αἱ παρακλήσεις αὐτοῦ εὐφρανοῦσιν ἡμᾶς. Τοῦτο μὲν οὖν καὶ πιστεύομεν καὶ εὐχόμεθα. Σὺ δέ, παρακαλῶ, ὑπερεύχου τῆς ταπεινώσεως ἡμῶν, καί, ὁσάκις ἂν ἐμπίπτῃ καιρός, εὐλογεῖν ἡμᾶς διὰ γραμμάτων μὴ κατόκνει καὶ εὐθυμοτέρους ποιεῖν τὰ κατὰ σαυτὸν δηλῶν, ὃ ποιῆσαι νῦν κατηξίωσας.