1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

167

καὶ τὰς γυναῖκας, ὅπως μὴ θόρυβός τις γένηται καὶ μή τις νεύσῃ ἢ ψιθυρίσῃ ἢ νυστάξῃ. Oἱ δὲ ὑποδιάκονοι ἱστά σθωσαν εἰς τὰς τῶν ἀνδρῶν θύρας καὶ αἱ διάκονοι εἰς τὰς τῶν γυναικῶν, ὅπως μή τις ἐξέλθοι μήτε ἀνοιχθείη ἡ θύρα, κἂν πιστός τις ᾖ, κατὰ τὸν καιρὸν τῆς ἀναφορᾶς. Eἷς δὲ ὑποδιάκονος διδότω ἀπόρρυψιν χειρῶν τοῖς ἱερεῦσιν, σύμβολον καθαρότητος ψυχῶν Θεῷ ἀνακειμένων. Φημὶ δὴ κἀγὼ Ἰάκωβος, ὁ ἀδελφὸς Ἰωάννου τοῦ Ζεβεδαίου, ἵνα εὐθὺς ὁ διάκονος λέγῃ· Μή τις τῶν κατηχουμένων, μή τις τῶν ἀκροωμένων, μή τις τῶν ἀπίστων, μή τις τῶν ἑτεροδόξων. Oἱ τὴν πρώτην εὐχὴν εὐχόμενοι προσέλθετε· τὰ παιδία προσλαμβάνεσθε, αἱ μητέρες· μή τις κατά τινος, μή τις ἐν ὑποκρίσει· ὀρθοὶ πρὸς Κύριον μετὰ φόβου καὶ τρόμου ἐστῶτες ὦμεν προσφέρειν. Ὣν γενομένων οἱ διάκονοι προσαγέτωσαν τὰ δῶρα τῷ ἐπισκόπῳ πρὸς τὸ θυσιαστήριον, καὶ οἱ πρεσβύτεροι ἐκ δεξιῶν αὐτοῦ καὶ ἐξ εὐωνύμων στηκέτωσαν, ὡς ἂν μαθηταὶ παρεστῶ τες διδασκάλῳ· δύο δὲ διάκονοι ἐξ ἑκατέρων τῶν μερῶν τοῦ θυσιαστηρίου κατεχέτωσαν ἐξ ὑμένων λεπτῶν ·ιπίδιον ἢ πτερὸν ταῶνος ἢ ὀθόνης, καὶ ἠρέμα ἀποσοβείτωσαν τὰ μικρὰ τῶν ἱπταμένων ζóων, ὅπως ἂν μὴ ἐγχρίμπτωνται εἰς τὰ κύπελλα. Eὐξάμενος οὖν καθ' ἑαυτὸν ὁ ἀρχιερεὺς ἅμα τοῖς ἱερεῦσιν καὶ λαμπρὰν ἐσθῆτα μετενδὺς καὶ στὰς πρὸς τῷ θυσιαστηρίῳ, τὸ τρόπαιον τοῦ σταυροῦ κατὰ τοῦ μετώπου τῇ χειρὶ ποιησάμενος εἰπάτω· Ἡ χάρις τοῦ παντοκράτορος Θεοῦ καὶ ἡ ἀγάπη τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ καὶ ἡ κοινωνία τοῦ ἁγίου Πνεύματος ἔστω μετὰ πάντων ὑμῶν. Καὶ πάντες συμφώνως λεγέτωσαν, ὅτι· Καὶ μετὰ τοῦ πνεύματός σου. Καὶ ὁ ἀρχιερεύς· Ἄνω τὸν νοῦν. Καὶ πάντες· Ἔχομεν πρὸς τὸν Κύριον. Καὶ ὁ ἀρχιερεύς· Eὐχαριστήσωμεν τῷ Κυρίῳ. Καὶ πάντες· Ἄξιον καὶ δίκαιον. Καὶ ὁ ἀρχιερεὺς εἰπάτω· Ἄξιον καὶ δίκαιον ὡς ἀληθῶς πρὸ πάντων ἀνυμνεῖν σε τὸν ὄντως ὄντα Θεὸν τὸν πρὸ τῶν γενητῶν ὄντα, ἐξ οὗ πᾶσα πατριὰ ἐν οὐρανοῖς καὶ ἐπὶ γῆς ὀνομάζεται, τὸν μόνον ἀγέννη τον καὶ ἄναρχον καὶ ἀβασίλευτον καὶ ἀδέσποτον, τὸν ἀνενδεῆ, τὸν παντὸς ἀγαθοῦ χορηγόν, τὸν πάσης αἰτίας καὶ γενέσεως κρείττονα, τὸν πάντοτε κατὰ τὰ αὐτὰ καὶ ὡσαύτως ἔχοντα· ἐξ οὗ τὰ πάντα, καθάπερ ἔκ τινος ἀφετηρίας, εἰς τὸ εἶναι