Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
κονομίαν; "Ἕως πότε, Κύριε;" τουτέστι, μέχρι τίνος ἰσχύσει τὰ τῶν Ἰουδαίων τολμήματα; Ἀπέκτειναν, φησὶ, τὸν ἀρχηγὸν τῆς ζωῆς. Ἆρα κείσεται νεκρός; Ἆρα ἀποστρέψει εἰς τέλος, καὶ ἐκκαυθήσε ται ὡς πῦρ ἡ ὀργή σου; Ἡ ἀποστροφὴ δὲ καὶ ὀργὴ οὐ κατὰ Χριστοῦ· μὴ τοῦτο νόμισον, ἀλλ' ἡ καθ' ἡμῶν· ἡμεῖς γὰρ πολυτρόπως πεπλημμελήκαμεν, τῆς τρυφῆς ἐκπεπτώκαμεν, ὡς ἔν γε τοῖς πρωτο πλάστοις φημί. Τίς ἐστιν ἄνθρωπος ὃς ζήσεται καὶ οὐκ ὄψεται θάνατον; (F f. 152 b, K f. 161 b) Ἀληθὲς οὖν ὅτι οὐ μα ταίως ἔκτισας τοὺς υἱοὺς τῶν ἀνθρώπων· μαρτυρή σει καὶ αὐτὴ τῶν πραγμάτων ἡ φύσις· ἀπεθάνομεν ἐν Ἀδὰμ, ἀλλ' ἐζήσαμεν ἐν Χριστῷ. 69.1217 Ποῦ ἐστιν τὰ ἐλέη σου τὰ ἀρχαῖα; (M f.160.) Ἀρχαῖα ἐλέη τοῦ Θεοῦ φησιν, ἡ πρὸ καταβολῆς κόσμου ὡρισμένη, εἰς ἀφθαρσίαν ἀναστοι χείωσις. Οὗ ὑπέσχον ἐν τῷ κόλπῳ μου πολλῶν ἐθνῶν. (F f. 153) ∆εχόμεθα γάρ πως εἰς κόλπους τὰ δῶρα ὅταν προσφέρουσί τινες. Μνησθῆναι δὲ παρακαλοῦσι Θεὸν τῆς ὑποσχέσεως δοθείσης ἐν τῷ κόλπῳ πολλῶν ἐθνῶν. Τί γὰρ ὑπέσχετο τοῖς ἔθνεσιν ὁ Σωτήρ; Ἁμαρτίας ἄφεσιν, θανάτου λύσιν, σωτηρίαν καὶ ζωήν. Οὗ ὠνείδισαν τὸ ἀντάλλαγμα τοῦ Χριστοῦ σου. (F f. 153) Τουτέστι τὴν Ἐκκλησίαν, ἤτοι τοὺς πι στεύοντας εἰς αὐτόν· τούτους γὰρ εἶναί φαμεν τὴν Ἐκκλησίαν. Εἴρηται δὲ ἀντάλλαγμα διὰ ποίαν αἰ τίαν; Ἀντὶ γὰρ τῆς Ἰουδαίων Συναγωγῆς δέδωκεν ὁ Πατὴρ τῷ Υἱῷ τὴν ἐξ ἐθνῶν Ἐκκλησίαν.
ΨΑΛΜΟΣ ςʹ.
Ὁ Θεός μου, καὶ ἐλπιῶ ἐπ' αὐτόν. (B f. 373 b, H f. 393 b) Ὁρᾷς ὅσην ἔχει
παῤῥη σίαν παρὰ Θεῷ; ὅλον γὰρ ἑαυτὸν ὥσπερ ἀναθεὶς αὐτῷ, ἐπ' αὐτῷ πᾶσαν ἔχει τοῦ σώζεσθαι τὴν ἐλπίδα. Τρισμακάριος δὲ ὁ τοιοῦτος, καὶ ἁπάσης εὐημερίας ἔσται μεστός. Ψάλλει γοῦν ὁ μακάριος ∆αβὶδ καί φησιν· "Κύριε, ὁ Θεὸς τῶν δυνάμεων, μακάριος ἅνθρωπος ὁ ἐλπίζων ἐπὶ σέ." Αὐτὸς ῥύσεταί σε ἐκ παγίδος θηρευτῶν, καὶ ἀπὸ λόγου ταραχώδους. (B f. 373 b, H f. 394) Καὶ ποῖός ἐστιν ὁ ταραχώ δης λόγος; Ὁ παρὰ τοῖς ἀνοσίοις αἱρετικοῖς· συγχέ ουσι γὰρ τὰς τῶν ἀκεραίων καρδίας, δυσφημοῦντες ἀφυλάκτως, καὶ μὴ νοοῦντες μήτε ἃ λέγουσιν, μήτε περὶ τίνων διαβεβαιοῦνται. Οἱ μὲν γὰρ τῆς πρὸς τὸν Πατέρα Θεὸν ὁμοουσιότητος, τό γε ἧκον ἐπ' αὐτοῖς, κατασύρουσι τὸν Υἱὸν, καὶ τῶν ἀνωτάτω καταφέρουσι θρόνων, ἐναριθμοῦντες τοῖς κτίσμασι, καὶ τὸν τῶν ὅλων γενεσιουργὸν καὶ τεχνίτην πεποιῆσθαι λέγοντες, καὶ ἐξ οὐκ ὄντων παρῆχθαι πρὸς ὕπαρξιν. Ἕτεροι δὲ τοῦ ἁγίου καταψεύδονται Πνεύματος, κτίσμα λέγοντες καὶ αὐτό· καὶ πῦρ καὶ κόλασιν ταῖς ἑαυτῶν κατα χέοντες κεφαλαῖς. Τί οὖν ὁ Ψάλλων περὶ αὐτῶν; "Καταπόντισον, Κύριε, καὶ καταδίελε τὰς γλώσσας αὐτῶν· γεγόνασι γὰρ τῆς ἀληθείας κατήγοροι, καὶ τοῦ ψεύδους συνασπισταί." Ταραχώδης οὖν ὁ λόγος αὐτῶν, οὐ γὰρ ἔχει τῆς ἀληθείας τὴν ἀσφάλειαν. Οὐ φοβηθήσῃ ἀπὸ φόβου νυκτερινοῦ, ἀπὸ βέλους πετομένου ἡμέρας. (B f. 374, H f. 395) Καὶ τί δὴ τοῦτό ἐστιν; ∆ύο τρόπους ἴσμεν ἐπιβουλῆς. Ἢ γὰρ ἀφανῶς καὶ λελη θότως, καὶ ὡς ἐν νυκτὶ καὶ σκότῳ λανθάνοντες, 69.1220 ἀρτύουσί τινες οἷς ἂν βούλωνται παγίδας καὶ κατα σκευάζουσι δόλους· ἢ ἐναργῶς καὶ ὡς ἐν ἡμέρᾳ καὶ ἐμφανῶς. Οὐκοῦν φόβον μὲν ὀνομάζει νυκτερινὸν τὸν ἔτι λανθάνοντα κίνδυνον, καὶ ὡς ἐν νυκτὶ καὶ σκότῳ κρυπτομένην πανουργίαν· βέλος ἐν ἡμέρᾳ πετόμενον, τὴν ὡς ἐν φωτὶ καὶ ἐναργῶς ἐπιβουλήν. Ἀπὸ συμπτώματος καὶ δαιμονίου μεσημβρινοῦ. (B f. 374 b, H f. 395 b) ∆αιμόνιον δὲ μεσημβρινὸν ὀνομάζει τὴν ἀκηδίαν, ἤτοι τὴν ὀλιγωρίαν· συμβαίνει δὲ τοῦτό τισιν ἔσθ' ὅτε. Καὶ μετ' ὀλίγα· Σύμπτωμα τοίνυν πάσχουσί τινες ὅτ' ἂν ὁ νοῦς ὀκλάσῃ πρὸς φι ληδονίαν, ὅτ' ἂν ἀτονήσῃ καρδία καὶ κατενεχθῇ πρὸς φιλοσαρκίαν, ὅτ' ἂν ἀκηδιάσῃ πρὸς τὰ τῆς εὐσεβείας ἔργα, καὶ ὀλιγωρήσῃ πρὸς πόνους τοὺς ὑπὲρ τῆς ἀρετῆς. Ἀλλὰ καὶ τότε