παρθένον Ἀθηνᾶν ἐν τοῖς ἐρωτικοῖς, εἰ καὶ ἄλλως ἐν τοῖς ὑπὲρ τῶν Ἀχαιῶν εἴωθεν αὐτὴν προσεταιρίζεσθαι. ὅθεν ὁ τὰ Ἀργοναυτικὰ γράψας Ἀπολλώνιος οὐ καλῶς, φασί, τὴν Ἥραν περὶ τῆς Μηδείας ποιεῖ συσκεπτομένην τῇ Ἀθηνᾷ. καὶ τοιαῦτα μὲν καὶ ταῦτα. (ῃ. 171) Τὸ δὲ ἀλείψασθαι καιριωτάτη λέξις ἐπὶ ἐλαίου καὶ ἐλαιωδῶν, διὸ καὶ δεδίσσευται. [Λέγεται δὲ ἀλείφεσθαι καὶ τοῖχος κονίᾳ ἢ ἑτέρᾳ ὕλῃ. ὅθεν καὶ ὁ ἀλλαχοῦ δηλωθεὶς ἀλοιμός. Ἔστι δὲ καὶ γυμναστικὴ λέξις τὸ ἀλείφειν, ἐπεὶ καὶ οἱ γυμνικοὶ ἀγῶνες εἶχον ἔλαιον, ἐξ οὗ τινες ἠλαιοῦντο, εἰπεῖν κατὰ Πίνδαρον. καὶ τὸ τοιοῦτον ἀλείφειν παράγει τὸν διδασκαλικὸν ἀλείπτην, καὶ οὐ μόνον τὸν πάλαι ποτε ἀλείφοντα ἐλαίῳ τοὺς γυμνικοὺς μαθητάς, ἀλλὰ μεταφορικῶς καὶ τοὺς ὕστερον. Ἐκ τοῦ κατ' ἔλαιον δὲ ἀλείφειν καὶ τὸ ἀλείφαρ ἀλείφατος, ἐξ οὗ παρ' 3.607 Ἀθηναίῳ ἄρτος ἀλειφατίτης, ᾧπερ ἴσως καί τι πιμελῆς ἐγκαταμέμικται, καθὰ καὶ εἰς τοὺς λεγομένους τυρῶντας ἄρτους ἢ τυροῦντας τυρὸς ἐνέκειτο. χρῆσις δὲ τοιούτου ἄρτου παρ' Ἐπιχάρμῳ ἐν τῷ «ἄρτον κριβανίτην, σταιτίτην, ἐγκρίδα, ἀλειφατίτην». ἐν οἷς ὅρα ὅτι τε εἶδος ἄρτου καὶ ἡ ἐγκρίς, καὶ ὅτι οὐ μόνον κλίβανος διὰ τοῦ ˉλ, ὡς καὶ παρ' Ἡροδότῳ, ἀλλὰ καὶ διὰ τοῦ ˉρˉω Ἀττικῶς, ὅθεν ὁ κριβανίτης.] (ῃ. 172) ∆ῆλον δὲ ὡς ἄλλο ἀμβροσία καὶ ἄλλο ἀμβρόσιον ἔλαιον. (ῃ. 175) Ὁ δὲ καλὸς χροῦς ἱμερόεις ἀνωτέρω εἴρηται, ῥηθείη δ' ἂν ἴσως καὶ λειριόεις ὁ αὐτός. (ῃ. 176) Τὸ δὲ πέκειν, ὡς καὶ προσεχῶς ἐδηλώθη, ἕτερόν ἐστι τοῦ πλέκειν. διὸ καὶ ὁ ποιητὴς διαστέλλων ἔφη· πεξαμένη ἔπλεξεν. ἐπὶ μέντοι προβάτων πέκειν τὸ κείρειν λέγεται, ὅθεν καὶ ὁ πόκος καὶ τὸ πέσκος, ὃ δηλοῖ τὸ πεκόμενον δέρμα, καὶ τὸ «τὸν Κριόν, ὡς ἐπέχθη», ὃ κεῖται παρὰ τῷ Κωμικῷ. Τὸ δὲ «πλοκάμους ἔπλεξε» παρονομασίαν ἐτυμολογικὴν καλοῦσιν οἱ παλαιοί, ὡς τῷ ὀνόματι συγκειμένου ῥήματος ἐτυμολογικῶς, ἀφ' οὗ παρωνόμασται. Τοιοῦτον κατωτέρω καὶ τὸ «ἀμφιέσατο ἑανόν». ὡς γὰρ ἀπὸ τοῦ πλέκειν ὁ πλόκαμος, οὕτως ἀπὸ τοῦ ἕσασθαι ὁ ἑανός, πέπλος ὢν καλὸς ἕσασθαι, ὅ ἐστιν ἐνδύσασθαι. ὅμοιον δ' ἐφεξῆς καὶ τὸ «ζώσατο δὲ ζώνην», ἀφ' ἧς καὶ γυνὴ εὔζωνος. Φαεινοὺς δὲ πλοκάμους ἔφη τοὺς ὑπερξανθίζοντας. δῆλον δ' ὡς ἐπὶ γυναικῶν ὁ πλόκαμος λέγεται, καθὰ καὶ ἐν Ὀδυσσείᾳ δηλοῦται. [Ἀπ' αὐτοῦ δὲ συγκοπέντος γίνεται οὐ πλογμός, κατὰ τὸ ἔοιγμεν, ὃ συνεκόπη ἐκ τοῦ ἐοίκαμεν, οὐδὲ κατὰ τὸ δόγμα τὸ ἐκ τοῦ δοκῶ, ἀλλὰ πλοχμός, οἷα τραπέντος τοῦ ˉγ εἰς ˉχˉι κατὰ τὸ ῥωγμός ῥωχμός, καὶ βρέγμα βρεχμός.] Οἱ δὲ φαεινοὶ αὐτίκα καὶ καλοί, ὅ ἐστιν ὡραῖοι, λέξις αὕτη καιρία ἐπὶ κάλλους. διὸ καὶ χρόα καλὸν ἔφη καὶ κρήδεμνον καλὸν καὶ καλὰ πέδιλα, ἐπιμείνας ἀναγκαίως τῇ λέξει. τοιοῦτον καὶ τὸ ἀμβρόσιος, ὡς πανταχοῦ φαίνεται, διὸ καὶ λίπα ἔλαιον ἀμβρόσιον ἐνταῦθά φησι καὶ πλοκάμους ἀμβροσίους καὶ ἑανὸν ἀμβρόσιον. εἴη δὲ ἂν καίριον ἐν τοῖς τοιούτοις ἀμβρόσιον εἰπεῖν μὴ μόνον τὸ θεῖον συνήθως, ἀλλὰ καὶ τὸ ἀνθηρόν. Ἀμβροσία γὰρ καὶ ἄνθος τι κατὰ 3.608 Παυσανίαν, ὃς λέγει καὶ ὅτι ἀμβροσία γένος τι συνθέσεως ἐξ ὕδατος ἀκραιφνοῦς καὶ μέλιτος καὶ ἐλαίου παγκαρπίας. (ῃ. 177) Τὸ δὲ «κράατος» σημειῶδές ἐστιν, οὗ πάντως ἡ γενικὴ τῶν πληθυντικῶν κραάτων, καὶ κατὰ συναίρεσιν ἐξ ἀνάγκης κράτων, ὥστε οὐκ ἀλόγως τὸ κράτων, ὅ ἐστι κεφαλῶν, βαρύνεται, ἀλλὰ εὐλογώτερον ἤπερ τὸ πάντων, δμώων, Τρώων καὶ τῶν λοιπῶν, ἃ σεσημείωται. οἷον δὲ τὸ τῆς τοιαύτης λέξεως γένος, οὐ πάντῃ εὔδηλον, τοσοῦτον δὲ μόνον δῆλον, ὅτι οὐ τεθήλυνται, ὡς ἔστι συμβαλέσθαι, ὡς καὶ ἐν Ὀδυσσείᾳ, ἐκ τοῦ «σῷ κράατι τίσεις», καὶ ἐν Τραχινίαις «μέσου κρατὸς διασπαρέντος». (ῃ. 178) Ὁ ἑανὸς δὲ παραγωγὴν ἔχει ἀπὸ τοῦ ἕω, τὸ ἐνδύομαι, ὁποίαν καὶ τὸ ἑδανόν, ὡς πρὸ βραχέων ἐρρέθη, ἀπὸ τοῦ ἥδω. ἐλλείπει δὲ ὁ πέπλος ἐν τῷ «ἑανὸν ἕσατο», καθὰ καὶ ἀλλαχοῦ ἐδηλώθη. Ἔστι δὲ ἡ λέξις αὕτη καὶ κασσιτέρῳ ἐπικειμένη, ὡς καὶ ἐν τοῖς ἑξῆς εὑρεθήσεται. λεχθήσεται γὰρ καὶ κασσίτερος ἑανός. φησὶ δέ τις ἐνταῦθα οὕτω· ἑανὸς κασσίτερος ὁ εὐδιάχυτος, καὶ ἐπιβόλαιον λιτόν, ποτὲ δὲ λεπτὸν ὕφασμα. Παυσανίας δέ, ὅτι ἑανὸς γυναικεία ἐσθὴς ποδήρης. Ἰστέον δὲ ὅτι, καθάπερ ὁ ἑανός, οὕτω καὶ τὸ ἔκκυκλον ἢ