167
πάλιν, ὅθεν εἴη τε ἡ στρατιὰ καὶ τίς ὁ ἐξηγούμενος αὐτῆς. κελεύσαντος δὲ βασιλέως, ἀπεκρίναντο, τὴν μὲν στρατιὰν ἐκ τῶν παρακειμένων πόλεων ἐγχωρίων εἶναι συνειλεγμένην· στρατηγεῖν δὲ αὐτῆς τὸν ἐκ βασιλέως ἐπιτετραμμένον τὴν τῶν πόλεων ἡγεμονίαν. αὐτοὶ δὲ τὸν μὲν στρατηγὸν ἀπεκρίναντο οὐκ ἀγνοεῖν, ἀλλὰ σαφῶς εἰδέναι ὅστις εἴῃ· μηνύειν τε αὐτῷ τὸν αὐτῶν σατράπην Ἀμοὺρ, ὡς αὐτοὶ μὲν ἥκοιεν κέρδους ἕνεκα ἐνταῦθα, οἰόμενοι κώλυμα οὐδὲν ἔσεσθαι αὐτοῖς πρὸς τὴν ὁρμήν. ὑμῶν δὲ ἐμποδὼν γεγενημένων, διὰ πάσης μὲν ἡμέρας ἑστάναι ἐνταυθοῖ, ἔργῳ δεικνύντας, ὡς οὐκ ὀῤῥωδοῦμεν τὴν μάχην τὴν πρὸς ὑμᾶς, ἀλλ' οὕτω παρεσκευάσμεθα, ὡς διαγωνιούμενοι ὑμῖν, ἂν πρῶτοι ἄρχητε πολέμου· κλινούσης δὲ ἤδη τῆς ἡμέρας, καιρὸν εἶναι πρὸς τὰς ναῦς καὶ τὸ στρατόπεδον ἀναχωρεῖν· κἂν μὲν καὶ ὑμῖν δοκοίη βέλτιον ἀποσχέσθαι μάχης, ἀγαπήσειν καὶ αὐτοὺς, ἂν δ' ἐθέλητε συμπλέκεσθαι, ἀμυνεῖσθαι καὶ αὐτοὺς τὰ δυνατά. τοιαῦτα εἰπόντες, ἀναστρέψαντες ᾔεσαν τεταγμένοι πρὸς τὰς ναῦς· βασιλεῖ δὲ καὶ τοῖς συνοῦσιν ἀρκεῖν ἐδόκει τὸ φθορᾶς τοσαύτης τὴν χώραν ἀπαλλάττειν καὶ μὴ διὰ φιλονεικίαν ἑαυτοὺς εἰς κίνδυνον ἐμβάλλειν, ὀλίγους συμπλεκομένους πρὸς πολλούς. ἀλλ' ἐπεὶ κεναῖς χερσὶν οἱ βάρβαροι ἀπήλλαξαν καὶ τῶν ἰδίων τινὰς ἀποβαλόντες, τι 1.473 νὰς γὰρ αὐτῶν ἀπέκτειναν οἱ Ῥωμαῖοι, περί τι χωρίον ἐσκεδασμένοις ἐντυχόντες, ἀγαπᾷν καὶ αὐτοὺς ἀναιμωτὶ τὴν νίκην καρπουμένους. διὸ καὶ ὥσπερ ἀπὸ συνθήκης ἀπέσχοντο τῆς μάχης. καὶ Ἀμούρπεκις μὲν ταῖς ναυσὶν ἐμβὰς, ἀπέπλει πρὸς Ἀσίαν· βασιλεὺς δὲ εἰς ∆ιδυμότειχον ἐπανῆκε, καὶ διήγαγεν ἐνιαυτὸν, μήτε ἀπὸ τῶν ἑσπερίων μήτε τῶν ἑῴων βαρβάρων πόλεμον μηδένα ἔχων. μετὰ δὲ τοῦτο μηνὶ Φεβρουαρίῳ ἰνδικτιῶνι πέμπτῃ ἐπὶ δέκα, ἔτει τεσσαρακοστῷ ἐπὶ ὀκτακοσίοις καὶ ἑξακισχιλίοις, Ἀντώνιος ἐτελεύτησεν ὁ βασιλεὺς, δύο καὶ ἑβδομήκοντα ἔτη γεγονώς. καὶ μετὰ ἥμισυν καὶ ἕνα ἐνιαυτὸν ἀπὸ τῆς βασιλέως τελευτῆς ἡ Ἀνδρονίκου τοῦ βασιλέως μήτηρ βασιλὶς ἡ Ξένη ἐτελεύτησεν. ὑπὸ δὲ τοὺς αὐτοὺς χρόνους μετὰ μικρὸν καὶ ὁ Θετταλίας δεσπόζων τῆς ὁμόρου τῇ Βοτιαίᾳ Γαβριηλόπουλος Στέφανος ὁ σεβαστοκράτωρ ἐτεθνήκει. Θεσσαλονίκης δὲ ἐπιτροπεύων ἐν τῷ τότε ὕπαρχος ὁ Μονομάχος, συνέσει τε ἀγαθὸς καὶ πράγμασιν εἰδὼς χρῆσθαι, τά τε κατὰ τὰς στρατείας ἐξησκημένος καὶ στρατηγεῖν ἱκανὸς, συνιδὼν καιρὸν εἶναι ἐπιθέσθαι Θετταλίᾳ, ὡς ἂν ὑπαγάγοι βασιλεῖ, στρατιὰν ὅσην ἐνῆν ἀθροίσας ἐκ Θεσσαλονίκης, ἐσέβαλεν εἰς αὐτὴν, οὖσαν τεταραγμένην διὰ τὴν τοῦ δεσπόζοντος τελευτήν. καὶ εἷλε τόν τε Γόλον καὶ Καστρὶν καὶ 1.474 Λυκόστομον πολίσματα αὐτῆς. Σταγοὺς δὲ καὶ Τρίκαλα καὶ Φανάριον καὶ ∆αμάσιν καὶ Ἐλασῶνα, ἃ ὑπὸ Γαβριηλόπουλον ἐτέλουν, καὶ ἕτερα φρούριά τινα ὁ τῆς Ἀκαρνανίας ἄρχων ὁ δεσπότης Ἰωάννης ὁ δοὺξ φθάσας παρεστήσατο ὁμολογίᾳ. καὶ κατασχὼν φρουραῖς, ἐπανῆλθεν εἰς Ἀκαρνανίαν. βασιλεὺς δὲ ἐπεὶ ἐπύθετο τὰ κατὰ Θετταλίαν, ἔγνω δεῖν ἐκεῖ παραγενέσθαι. καὶ ὀλίγῳ ὕστερον ἐλθὼν, εἷλε πάντα ὅσα ὑπεποιήσατο ὁ δούξ. καὶ τοὺς φρουροὺς ἐκβαλὼν, ἠδίκησεν οὐδέν· ἀλλ' εὖ ποιήσας, ἀπέπεμψεν εἰς τὴν οἰκείαν. διατρίβοντα δὲ ἐν Θετταλίᾳ βασιλέα οἱ τὰ ὀρεινὰ τῆς Θετταλίας νεμόμενοι Ἀλβανοὶ ἀβασίλευτοι Μαλακάσιοι καὶ Μπούϊοι καὶ Μεσαρίται ἀπὸ τῶν φυλάρχων προσαγορευόμενοι, περὶ δισχιλίους καὶ μυρίους ὄντες, προσεκύνησαν ἐλθόντες καὶ ὑπέσχοντο δουλεύσειν. ἐδεδοίκεσαν γὰρ μὴ, χειμῶνος ἐπελθόντος, διαφθαρῶσιν ὑπὸ τῶν Ῥωμαίων, ἅτε πόλιν οἰκοῦντες οὐδεμίαν, ἀλλ' ὄρεσιν ἐνδιατρίβοντες καὶ χωρίοις δυσπροσόδοις, ὧν ἀναχωροῦντες τοῦ χειμῶνος διὰ τὸ κρύος καὶ τὴν χιόνα, ἄπιστόν τινα ἐν τοῖς ὄρεσιν ἐκείνοις νιφομένην, εὐεπιχείρητοι ἔσεσθαι ἐδόκουν. βασιλεὺς δὲ ἐκεῖθεν ἀναζεύξας ἦλθεν εἰς Θεσσαλονίκην. καὶ μετ' οὐ πολλὰς ἡμέρας πρεσβείαν πρὸς αὐτὸν ὁ Κράλης πεπομφὼς, ἠξίου καθ' ὃν ἂν δοκοίη τόπον γενομένους ἐν ταὐτῷ φιλίας ἕνεκα, ἀλλήλοις τε συνησθῆναι καὶ ὁμιλίας τῆς ἀλλήλων καὶ συντυχίας ἀπολαῦσαι. ἐπεὶ δὲ καὶ βασιλεῖ τοῦτο ἐδόκει κατὰ γνώ 1.475