167
κατὰ λέξιν ὁ ̓Ιώσηπος εγραψε. "κτείνει γὰρ τοῦτον ̔Ηρώδης ἀγαθὸν ανδρα καὶ τοὺς ̓Ιουδαίους κελεύοντα ἀρετὴν ἐπασκοῦντας καὶ τὰ πρὸς ἀλλήλους δικαιοσύνῃ καὶ τὰ πρὸς θεὸν εὐσεβείᾳ χρωμένους βαπτισμῷ συνιέναι· ουτω γὰρ καὶ τὴν βάπτισιν αὐτῷ φανεῖσθαι ἀποδεκτήν. δείσας δὲ ̔Ηρώδης τὸ ἐπὶ τοσοῦτον πιθανὸν αὐτοῦ τοῖς ἀνθρώποις μὴ ἐπὶ στάσει φέροι τινί, πάντα γὰρ ἐοίκασι συμβουλῇ τῇ ἐκείνου πράξοντες, πολὺ κρεῖττον ἡγεῖται, πρίν τι νεώτερον ἐξ αὐτοῦ γενέσθαι, προλαβὼν ἀνελεῖν, τοῦ μεταβολῆς γενομένης μὴ εἰς πράγματα ἐμπεσὼν μετανοεῖν. καὶ ὁ μὲν ὑποψίᾳ τοῦ ̔Ηρώδου δέσμιος εἰς Μαχαιροῦντα πεμφθεὶς ταύτῃ κτίννυται, τοῖς δὲ ̓Ιουδαίοις δόξαν ἐπὶ τιμωρίᾳ τῇ ἐκείνου τὸν ολεθρον τοῦ στρατοῦ γενέσθαι, τοῦ θεοῦ κακῶσαι ̔Ηρώδην θέλοντος." 2.19 Οὐιτέλλιος δὲ πρὸς ̓Αρέταν πολεμήσων ἠπείγετο. ὡρμημένῳ δὲ διὰ τῆς ̓Ιουδαίων διέρχεσθαι παρῃτοῦντο οἱ πρῶτοι αὐτῶν τὴν διὰ τῆς χώρας ὁδόν· οὐ γὰρ πάτριον ειναι αὐτοῖς εἰκόνας φέρεσθαι διὰ τῆς χώρας αὐτῶν, πολλὰς δ' ἐπικεῖσθαι ταῖς σημαίαις εἰκόνας. πεισθεὶς ουν διὰ τοῦ μεγάλου πεδίου διεβίβαζε τὸ στρατόπεδον, αὐτὸς δὲ μετὰ ̔Ηρώδου εἰς ̔Ιεροσόλυμα ἀνῄει θύσων τῷ θεῷ. καὶ τρεῖς ἐπιμείνας ἡμέρας ἐκεῖ, ̓Ιωνάθην μὲν τῆς ἀρχιερωσύνης μεθίστησι, τὸν δὲ ἀδελφὸν αὐτοῦ Θεόφιλον ἐγκαθίστησιν εἰς αὐτήν. τῇ τετάρτῃ δὲ γραμμάτων αὐτῷ κομισθέντων περὶ τῆς Τιβερίου τελευτῆς, ωρκισε τὸ πλῆθος εὐνοεῖν τῷ Γαΐῳ, ἀνεκάλει δὲ καὶ τὸ στράτευμα. λέγεται δὲ καὶ τὸν ̓Αρέταν οἰωνοσκοπησάμενον φάναι ἀμήχανον ειναι τῷ στρατῷ πολεμῆσαι· τεθνήξεσθαι γὰρ τῶν ἡγεμόνων η τὸν κελεύσαντα πολεμεῖν η τὸν κελευσθέντα η καθ' ου τὸ κέλευσμα γέγονε. Καὶ Οὐιτέλλιος μὲν εἰς ̓Αντιόχειαν ἀνεχώρησεν, ̓Αγρίππας δὲ ὁ ̓Αριστοβούλου υἱὸς ἐπὶ ̔Ρώμης ετυχενων τοῦ Τιβερίου θνήσκοντος. ουτος γὰρ πρὸ μικροῦ τῆς ̔Ηρώδου τοῦ μεγάλου τοῦ πάππου αὐτοῦ τελευτῆς ἐν τῇ ̔Ρώμῃ τρεφόμενος συνήθης ἐγένετο ∆ρούσῳ τῷ Τιβερίου υἱῷ, καὶ ̓Αντωνίᾳ τῇ ∆ρούσου τοῦ μεγάλου γυναικὶ γνωστὸς γέγονε, Βερνίκης τῆς αὐτοῦ μητρὸς τιμωμένης παρ' αὐτῆς. μεγαλοπρεπὴς δὲ ων ̓Αγρίππας καὶ δωρεῖσθαι πολυτελής, τῆς μητρὸς αὐτοῦ θανούσης τὰ μὲν τῶν χρημάτων εἰς ἑαυτὸν ἀνάλωσε πολυτελῶς διαιτώμενος, τὰ δὲ εἰς δωρεάς, τὰ πλείω δ' εἰς τοὺς ἀπελευθέρους τοῦ 2.20 Καίσαρος. καὶ ταχὺ ἐν ἐνδείᾳ ἐγένετο. θανόντος δὲ τοῦ υἱοῦ Τιβερίου, ἀπείρηκεν εἰς οψιν αὐτοῦ φοιτᾶν τοὺς συνήθεις τοὺς τοῦ παιδός, ινα μὴ δι' αὐτῶν εἰς ἀνάμνησιν ἐκείνου ἰὼν εἰς λύπην ἀνερεθίζηται. διά τε γοῦν τοῦτο καὶ οτι χρημάτων ἠπόρησεν εἰς ̓Ιουδαίαν ἐπανῆλθε κακοπραγῶν. ἀποτῖσαι δὲ καὶ τοῖς δανεισταῖς τὰς ὀφειλὰς βιαζόμενος πολλοῖς ουσι, καὶ μὴ εχων, εἰς εννοιαν ηλθεν αὐτοχειρίας. συνῆκε δὲ τὸ ἐννόημα ἡ γυνὴ αὐτοῦ Κύπρος, η θυγάτηρ ην Φασαήλου τοῦ ἀδελφόπαιδος τοῦ βασιλέως ̔Ηρώδου, ἐκ Σαλαμψιοῦς αὐτῷ γεννηθεῖσα τῆς ̔Ηρώδου θυγατρός, ην εσχεν ἐκ Μαριὰμ τῆς ὑπ' ἐκείνου ἀνῃρημένης, ὡς δεδιήγηται. αυτη γοῦν ἡ Κύπρος συνοικοῦσα τῷ ̓Αγρίππᾳ, καὶ αἰσθομένη τὸ βούλευμα, ἀπεῖργε τοῦτον αὐτοῦ, διαπέμπεται δὲ πρὸς ̔Ηρωδιάδα τὴν τῷ τετράρχῃ συνοικοῦσαν ̔Ηρώδῃ, ̓Αγρίππα τυγχάνουσαν ἀδελφήν, δηλοῦσα τὴν εννοιαν τοῦ συγγόνου, καὶ βοηθεῖν ἀξιοῦσα καὶ τὸν οἰκεῖον ανδρα πρὸς ἐπικουρίαν παρακαλεῖν. οἱ δὲ μετεπέμψαντό τε αὐτὸν καὶ οἰκητήριον τὴν Τιβεριάδα δεδώκασι, καί τι καὶ ἀργύριον ἀπέταξαν αὐτῷ εἰς τὴν δίαιταν. μετὰ καιρὸν δὲ διαφορᾶς γενομένης ̔Ηρώδῃ τε καὶ ̓Αγρίππᾳ, πρὸς Φλάκκον Συρίας ἡγούμενον ὁ ̓Αγρίππας μεθίσταται, φιλίως ἐκ ̔Ρώμης πρὸς αὐτὸν διακείμενον, κἀκεῖ διέτριβε δεξαμένου τοῦ Φλάκκου. ων δὲ ἐκεῖ καὶ ὁ ̓Αγρίππα ἀδελφὸς ̓Αριστόβουλος, διαφερόμενός τε τῷ ἀδελφῷ, διαβολαῖς αὐτὸν πρὸς τὸν Φλάκκον ἐξεπολέμωσε· καὶ ἐξωθεῖται ἐκεῖθεν ̓Αγρίππας. ὁ δὲ εἰς ἐσχάτην περιστὰς ἀπορίαν εἰς ̓Ιταλίαν ἐκπλεῖν ἐβούλετο, καὶ ἠξίου Μαρσύαν αὐτοῦ ἀπελεύθερον χρήματά οἱ πορίσαι ποθὲν δανεισάμενον. ἐκεῖνος δὲ Πέτρῳ πρόσεισιν ἀπελευθέρῳ 2.21 Βερνίκης τῆς ̓Αγρίππα μητρός, καὶ ὁ Πέτρος συμβόλαιον ελεγε ποιησάμενον δύο μυριάδων ̓Ατθίδων λαβεῖν τὰς μυριάδας