167
καὶ τὸ ἀλεγαίνειν. ̓Ελέγχειν. ἀντὶ τοῦ ὀνειδίζειν. ̓Ελευθεροστομῶ. παῤῥησιάζομαι. ̓Ελεύθω. παραγίνομαι. ̓Ελέγμην. ἐτάγην. ̔Ελεῖν. λαβεῖν. ̓Ελείψασκον. ἀπὸ τοῦ ελειψαν, πλεονασμῷ τοῦ ˉς ̓Ιωνικῶς. Ελδεται. ἐπιθυμεῖ. epsilon.693 ̓Εληγάτευσε. κατὰ ̔Ρωμαίους ἀπένειμεν. ̓Ελήκτευσε. κατὰ ̔Ρωμαίους ἀναγνοὺς διώρθωσεν. ̓Εληΐζοντο. ἐλῃστεύοντο, ἠφανίζοντο. ̓Ελήλαται. συνέχεται. καὶ ἐλήλατο ἀντὶ τοῦ ἐνεπάγη. ̓Εληλέδατο. ηλθεν. ἀπὸ τοῦ ἐλεύθω. ̓Ελήθετο. ἐπελάθετο. ̓Εληλεγμένον. κατησχυμμένον. ἀπὸ τοῦ ἐλέγχω. ̓Ελθεῖν. τὸ γυμνῇ τῇ παρουσίᾳ χρήσασθαι. παρεισελθεῖν δὲ τὸ μετ' αλλου πλαγιάσαντος συνεισελθεῖν. καὶ ὁ ̓Απόστολος· παρεισῆλθεν ὁ νόμος. ̓Ελιάσθη. ἐξέκλινεν. ̓Ελιννύω. βραδύνω. ἡσυχάζω. ̓Ελινιῶ. ὑμνῶ. ̓Ελίσσετο. παρεκάλει. ̓Ελιπάρησε. παρεκάλεσεν. ̓Ελίπανασ. ἐφαίδρυνας. η λιπαρὰν ἐποίησας. Ελκει. λαμβάνει, σύρει, κρατεῖ. epsilon.694 Ελκεο. -μὴ δὲ ξίφος ελκεο χειρί- ἀπὸ τοῦ ελκω, ελκου, καὶ κατὰ διάλυσιν ελκεο. ̓Ελίσσω. συστρέφω. ἀπὸ τοῦ εἱλῶ εἱλίσσω. γράφεται διὰ τοῦ ˉι, ἐπειδὴ μηδέποτε πρὸ τῶν δύο ςσ ἡ ˉεˉι δίφθογγος εὑρίσκεται, ἀλλ' οὐδὲ τὸ ˉη, οιον μέλισσα, κίσσα, φρίσσα· πλὴν τοῦ κρείσσων καὶ τοῦ ῥήματος τοῦ ἐξ αὐτοῦ, κρείσσω, καὶ ησσων, διὰ τοῦ ˉη. Ελοιτο. προκρίνει. ̔Ελόμενοι. βουλόμενοι. Ξενοφῶν· ὁ μὲν ηρχεν, οἱ δὲ ἐπείθοντο οὐχ ἑλόμενοι, ἀλλ' ὁρῶντες, οτι μόνος ἐφρόνει, οια εδει τὸν αρχοντα. ̓Ελογίσατο. ὑπέλαβεν. ̔Ελόντοσ. λαβόντος. Ελουσεν. ἀντὶ τοῦ ἐβάπτισεν. τὸν γὰρ Εὐνομιανὸν ελουσε Βελισσάριος τὸ θεῖον λοῦτρον, χερσὶ δὲ οἰκείαις ἀνελόμενος εἰσποιητὸν ἐποιήσατο παῖδα, ῃπερ εἰσποιεῖσθαι Χριστιανοῖς νόμος. epsilon.695 ̓Ελόχησε. παρὰ τῷ ̔Ηροδότῳ εἰς λόχους κατέταξεν. ̓Ελόχων. ἐνήδρευον. ὁ δὲ εχων κοινωνοὺς τῶν ἀσεβημάτων ἐλόχων τὰ κατὰ τὰς ὁδούς. ̓Ελοιδόρησε. διέβαλλεν, ἐσυκοφάντησεν. ὁ δὲ Κλέανδρος ἐλοιδόρησε τὸν υπατον τῆς ἐν Αἰγύπτῳ ἀρχῆς Κομώδῳ· καὶ παραλύει αὐτὸν τῆς ἀρχῆς. ̓Ελοιδορούμεθα. ἐστασιάζομεν. περὶ δὲ τοῦ ὀνόματος ἐλοιδορούμεθα. ̓Ελλοπεύειν. τὸ ἁλιεύειν. ειρηται δὲ ἀπὸ τινὸς ἰχθύος καλουμένου ελλοπος, η ἀπὸ τοῦ ἐλλείπειν τὸν ωπα· αφωνοι γὰρ οἱ ἰχθύες. Κρῆτες δὲ καὶ τοὺς ἀφώνους ελλοπας λέγουσιν. Ελπομαι. ἐλπίζω. Ελπεο. ελπιζε. ἀπὸ τοῦ ἐλπόμην ελπου καὶ ἐν διαλύσει ελπεο. ̓Ελπίζει. προσδοκᾷ. Ελσαι. τὸ συνελάσαι. πρὶν ελσαι παρὰ ναῦφι- παρὰ τὸ ἐλάσαι κατὰ συγκοπήν. ̓Ελύγωσεν. εκαμψεν. καὶ ∆ανάης ἐλύγωσεν ὁ δὲ φρένα. τουτέστιν ὁ χρυσός. epsilon.696 ̓Ελυμῄνατο. εβλαψεν. οἱ δὲ σύστημα γενόμενοι ἐλυμαίνοντο πολλοῖς ὁδίταις ἐμπίπτοντες εἰς τὰ καταλύματα. ̓Ελυσάμην. ἀπέδωκα. ̓Ελύσασο. ἐλυτρώσατο. ̓Ελύσθη. συνανεστράφη. οιον· ῥυμὸς δ' ἐπὶ γαῖαν ἐλύσθη. παρὰ τὸ ἐλεύθω ἐλεύσθη καὶ ἐλύσθη. η παρὰ τὸ εἰλῶ, εἰλύω, εἰλύσθη καὶ ἐλύσθη. ο ἐστι συνανεστράφη μετὰ τῶν ἡνίων. ̓Ελῶ. τὸ ἐλαύνω. ̓Ελωβήσατο. υβρισεν. Ελωμαι. ἀφέλωμαι. λήψωμαι. ̓Ελώφησεν. ἐγαλήνησεν, επαυσεν. ̓Ελυσθείσ. συστραφείς· κατενεχθείς. λασίην ὑπὸ γαστέρ' ἐλυσθείς- λασίην τὴν δασεῖαν λέγει. ἀπὸ τοῦ ελω, ἐλύω, ὡς ελκω, ἑλκύω. ̓Ελλόγει. ἀντὶ τοῦ λόγισαι. καὶ ὁ ̓Απόστολος· τοῦτό μοι ἐλλόγει. ἀντὶ τοῦ ἐμοὶ εἰς χρέος τοῦτο λόγισαι. ( ̓Επίῤῥημα.) ̔Ελικοειδῶσ. κυκλοειδῶς, συνεστραμμένως. epsilon.697 * ̓Ελωΐ. ὁ θεός.* ̓Ελλιπῶσ. ἐνδεῶς. ̓Ελελεύ. πολεμικὸν ἐπίφθεγμα, μετὰ τινὸς ἐμμελοῦς κινήσεως. καὶ ἀντὶ τοῦ φεῦ. ̓Ελεεινῶσ. οἰκτρῶς, ἀθλίως. ̓Ελλογίμωσ. τιμίως, σεβασμίως. Τὸ Ε μετὰ τοῦ Μ. ( ̓Αρσενικόν.) ̓Εμμανουήλ. μεθ' ἡμῶν ὁ θεός. η οτι οψονται τὸν θεὸν μετὰ ἀνθρώπων. ̓Εμαυτῷ βαλανεύσω. οἱονεὶ ἐμαυτῷ διακονήσω. ̓Εμβρόντητοσ. εκφρων, μαινόμενος. ̓Εμβριθήσ. στερεὸς, εμφρων. ̓Εμβόλιμοσ. ἀτελής. ̔Ιπποκράτης· παῖδες ἐμβόλιμοί τινες. Εμβαροσ. νουνεχής. φρόνιμος. εμβαρός εἰμι. Εμετοσ. ἡ τῶν περιττωμάτων κένωσις. ̓Εμεῦ. ἀντὶ τοῦ ἐμοῦ. ουτις ἐμεῦ ζῶντος- εστιν ἐμοῦ, καὶ κατὰ διάλυσιν ἐμέο, καὶ δωρικῶς ἐμεῦ, καὶ ἐμεῖο. ̓Εμέων. ἀντὶ τοῦ ἐμῶν. ̓Εμεῖο. ἀντὶ τοῦ ἐμοῦ. ̓Εμισαῖοσ. ἀπὸ ̓Εμίσης πόλεως. epsilon.698 Εμμισθοι. οἱ ὀφείλοντες λαβεῖν μισθόν. οἱ δὲ Ουννοι οὐδέν τι ησσον εμμισθοι ἐγίνοντο ληϊζόμενοι τὰ ̔Ρωμαίων.