ἀποστατῶν εὐθὺς διεσκεδάσθη. τοῦ δὲ θανάτου τοῦ Φωκᾶ γνωσθέντος τῷ βασιλεῖ πέμπεται Θεοφύλακτος ὁ ∆αμιανοῦ τοῦ ∆αλασσηνοῦ υἱός, καὶ τὸν Ξιφίαν συλλαβὼν ἐκπέμπει δέσμιον εἰς τὴν βασιλίδα πρὸς Ἰωάννην τὸν πρωτονοτάριον, ὃς ἐν τῇ νήσῳ τοῦ Ἀντιγόνου μοναχὸν αὐτὸν ἀποκείρει. ὁ δὲ βασιλεὺς τοῦ τῶν ἀποστατῶν ἀπολυθεὶς δέους συμβάλλει τοῖς Ἀβασγοῖς, καὶ πίπτουσι πολλοὶ τῶν Ῥωμαίων. ὅμως διελύθησαν ἄμφω τὰ στρατεύματα, καὶ ἡ νίκη ἀμφίβολος ἦν. μετὰ δὲ ταῦτα δευτέρας συμπλοκῆς γενομένης, τῇ ἑνδεκάτῃ τοῦ Σεπτεμβρίου μηνός, ἰνδικτιῶνος ἕκτης, κατὰ τὸ ἑξακισχιλιοστὸν πεντακοσιοστὸν τριακοστὸν πρῶτον ἔτος, πίπτει μὲν ὁ Λιπαρίτης (οὗτος γὰρ ἦν ἀρχιστράτηγος τῷ Γεωργίῳ) καὶ σὺν αὐτῷ πᾶν τὸ κρατιστεῦον ἐν Ἀβασγοῖς, φεύγει δὲ καὶ ὁ Γεώργιος εἰς τὰ ἐνδότερα ὄρη τῆς Ἰβηρίας. μετ' ὀλίγον δὲ πρεσβευσάμενος καὶ τῷ βασιλεῖ ἐκστὰς χώρας ὁπόσης ἐβούλετο, σπένδεται, ὅμηρον δοὺς τὸν υἱὸν αὐτοῦ Παγκράτιον. ὃν μάγιστρον ὁ βασιλεὺς ποιήσας ὑπέστρεψε. τοὺς μὲν οὖν ἄλλους τῶν τῷ Ξιφίᾳ συναραμένων καὶ τῷ Φωκᾷ τῶν ὑπαρχόντων γυμνώσας καθεῖρξε, μόνον δὲ τὸν πατρίκιον Φέρσην ἀπέκτεινε, πρὸ πάντων τε προσρυέντα τοῖς ἀποστάταις, καὶ τέσσαρας ἀρχόντων γειτόνων κουράτωρας ἀποκτείναντα, καὶ ἐκτομίαν τινὰ βασιλικὸν αὐτοχείρως καρατομήσαντα. ἐδόθη δὲ καὶ λέουσι βασιλικός τις θαλαμηπόλος βρῶμα, ἐλεγχθεὶς φαρμάκοις ἐπιβουλεύων τῷ βασιλεῖ διὰ τὸν Ξιφίαν. Bas+Const8.46 Καὶ Ἄννης δὲ τῆς τοῦ βασιλέως ἀδελφῆς ἐν Ῥωσίᾳ ἀποθανούσης, καὶ πρὸ αὐτῆς τοῦ ἀνδρὸς αὐτῆς Βλαδιμηροῦ, Χρυσόχειρ τις συγγενὴς ὢν τοῦ τελευτήσαντος, ἄνδρας ὀκτακοσίους προσεταιρισάμενος καὶ πλοίοις ἐμβιβάσας, ἦλθεν εἰς Κωνσταντινούπολιν ὡς τάχα μισθοφορήσων, τοῦ δὲ βασιλέως καταθεῖναι τὰ ὅπλα κελεύσαντος, καὶ οὕτω ποιήσασθαι τὴν ἐντυχίαν, μὴ θελήσας διῆλθε τὴν Προποντίδα. ἐν Ἀβύδῳ δὲ γενόμενος καὶ τῷ στρατηγοῦντι ταύτης συρράξας ὑπερμαχοῦντι τῶν παραλίων, καὶ τοῦτον ῥᾳδίως τρεψάμενος, κατῆλθεν εἰς Λῆμνον. ἐκεῖσε δὲ παρὰ τοῦ στόλου τῶν Κιβυρραιωτῶν, καὶ ∆αβὶδ τοῦ ἀπὸ Ἀχριδῶν στρατηγοῦντος Σάμου, καὶ Νικηφόρου τοῦ Καβάσιλα, δουκὸς ὄντος Θεσσαλονίκης, παρασπονδηθέντες ἅπαντες ἀπεσφάγησαν. Bas+Const8.47 Βουλόμενος δὲ ὁ βασιλεὺς ἐκστρατεῦσαι κατὰ τῆς Σικελίας Ὀρέστην προέπεμψε μετὰ δυνάμεως ἁδρᾶς, ἕνα ὄντα τῶν πιστοτάτων εὐνούχων, αὐτὸς δὲ ἐκωλύθη φθάσαντος τοῦ χρεών. ∆εκεμβρίῳ γὰρ μηνί, ἰνδικτιῶνος ἐννάτης, ἔτους ἑξακισχιλιοστοῦ πεντακοσιοστοῦ τριακοστοῦ τετάρτου, αἰφνιδίῳ νόσῳ ληφθεὶς ἀπεβίω, πρό τινων ἡμερῶν τῆς αὐτοῦ τελευτῆς καὶ Εὐσταθίου τοῦ πατριάρχου ἀποθανόντος, περὶ οὗ λέγεται, ὅτι ἐν μιᾷ τῶν ἐπισήμων ἑορτῶν τῆς ἱερουργίας τελουμένηςτοῦτο μὲν [γὰρ αδδ. ξ] διὰ τὸ γῆρας· ἔξωρος γὰρ (γὰρ ομ. ξ) ἦν, τοῦτο δὲ διὰ μαλακίαν σωματικήν· ἐνοσηλεύετο γάρτῆς εἰσόδου τῶν ἁγίων ἀργῶς τε καὶ σχολαίως πλεῖον (πλείω ευ) τοῦ (τοῦ] τῆς ε) συνήθους τελουμένης (τελωμένης ξ), μετὰ τὸ τελέσαι τὴν εὐχὴν μὴ δυνάμενος ἵστασθαι, δόξαν αὐτῷ ἤχθη θρόνος, ἐφ' ᾧ ἀναπαύεσθαι (ἀναπεπαῦσθαι α) εἴθιστο. κεκαθικὼς οὖν ἐξεδέχετο τὴν τῶν ἁγίων ἄφιξιν (κεκαθ. ἄφιξιν] καὶ δὴ καθίσας τὴν τῶν ἁγίων ἐξεδέχετο ἄφιξιν α). καθήμενος δὲ ἀφύπνωσε, καὶ ὁρᾷ θέαμα φρικτόν, ὕπαρ, οὐκ ὄναρ. ἑώρα γὰρ εἰσοδεύοντα θηρία ἱερατικὰς ἠμφιεσμένα (ἠμφιεσμένας ξυ) στολάς, τὰ μὲν ἄλλα σώματα ἀνθρωπίνως πεπλασμένα, μόνας δὲ τὰς κεφαλὰς θηριομόρφους ἔχοντα. ἐν τοσούτῳ δὲ τοῦ διακόνου ὑπομνήσαντος τὴν τῶν ἁγίων παρουσίαν, πολλὰ (πολὺ ε) αὐτὸν κατεμέμφετο τῆς ὑπομνήσεως, ὡς (ὡς ομ. υ) στερήσαντα αὐτὸν (αὐτῷ υ) φρικωδεστάτου θεάματος. ἕνδεκα γὰρ ἔλεγεν ἰδεῖν τοιούτους τερατομόρφους (τετραμόρφους υ) ἀρχιερεῖς, ἔτι ἐπὶ τούτοις καὶ ἄλλων εἰσιόντων, περικοπείσης τῆς αὐτῶν εἰσόδου διὰ τὴν τοῦ (τοῦ ομ. α) διακόνου ὑπόμνησιν. τὰ δὲ θηρία εἶναι ἔλεγεν ὄνους, λέοντας, παρδάλεις, κατοικιδίους αἰλούρους (αἱρούλους υ), οὓς ἡμεῖς συνήθως γάττας (γόητας ξ) καλοῦμεν (οὓς ἡμεῖςκαλοῦμεν ομ. α),