167
πλούτῳ βρενθυομένους, ἐνεθυμούμην, Μὴ ἀκερδὴς ἄρα τῆς δικαιοσύνης ἡ κτῆσις; "Καὶ ἐνιψάμην ἐν ἀθώοις τὰς χεῖράς μου." Τοιγαροῦν ἐκέρδανα, φησὶ, πόῤῥω τῶν πονηρίᾳ συζώντων γενόμενος· τὸ γὰρ, "Ἐνιψάμην ἐν ἀθώοις," ἀντὶ τοῦ, Ἀθῶον ἐμαυτὸν ἐφύλαξα, καὶ οὐ κεκοινώνηκα τοῖς κακοῖς. ιδʹ. "Καὶ ἐγενόμην μεμαστιγωμένος ὅλην τὴν ἡμέραν, καὶ ὁ ἔλεγχός μου εἰς τὰς πρωΐας." Ἐπι μεληθεὶς δικαιοσύνης, καὶ τῆς κακίας τὴν κοινωνίαν φυγὼν, καὶ αἰκίζομαι, καὶ παροινοῦμαι καθ' ἑκά στην ἡμέραν. ιεʹ. "Εἰ ἔλεγον· ∆ιηγήσομαι οὕτως, ἰδοὺ τῇ γενεᾷ τῶν υἱῶν σου ἠσυνθέτηκας." Τοὺς ἄλλους, φησὶ, καταλιπὼν λογισμοὺς, τοῦτο παρ' ἐμαυτῷ ἐνεθυμού μην· Μὴ ἄρα τὰς πρὸς ἡμᾶς συνθήκας διέλυσεν ὁ Θεός; τὸ γὰρ ἠσυνθέτηκας, ἀντὶ τοῦ, ἢ παρέβης τὰς συγκειμένας συνθήκας; Υἱοὺς δὲ καλοῦσιν ἑαυτοὺς, ὡς τοῦ Θεοῦ τοῦτο αὐτοὺς ὀνομάσαντος· "Υἱὸς πρωτότοκός μου Ἰσραήλ." Καὶ, "Υἱοὺς ἐγέννησα καὶ ὕψωσα." ιʹ, ιζʹ. "Καὶ ὑπέλαβον τοῦ γνῶναι· τοῦτο κόπος ἐστὶν ἐνώπιόν μου. Ἕως οὗ εἰσέλθω εἰς τὸ ἁγια στήριον τοῦ Θεοῦ· καὶ συνῶ εἰς τὰ ἔσχατα αὐτῶν." Ἀλλ' ἐκείνους, φησὶ, καταλιπὼν τοὺς λογισμοὺς, ἐσκόπουν, ὅτι κόποις με καὶ ταλαιπω ρίαις συνεκλήρωσεν ὁ Θεὸς, δίκας τῶν πεπλημμελημέ νων εἰσπραττόμενος· ἐπανήξω δὲ ὅμως, καὶ τὸν ἡγιασμένον αὐτοῦ νεὼν ὄψομαι, καὶ τὸ κακὸν τού των θεωρήσω τέλος. Εἶτα διὰ τῆς θείας τοῦτο προδιδάσκεται χάριτος. 80.1449 ιηʹ-κʹ. "Πλὴν διὰ τὰς δολιότητας αὐτῶν ἔθου αὐτοῖς κακά· κατέβαλες αὐτοὺς ἐν τῷ ἐπαρθῆναι. Πῶς ἐγένοντο εἰς ἐρήμωσιν; ἐξάπινα ἐξέλιπον· ἀπώλοντο διὰ τὴν ἀνομίαν αὐτῶν. Ὡσεὶ ἐνύπνιον ἐξεγειρομένων." Ταῦτα πάντα ἐπὶ τοῦ Κύρου Βαβυλωνίοις συνέβη· ἐκείνους μὲν γὰρ ἐξανδραπο δίσας κατεδουλώσατο, Ἰουδαίοις δὲ τὴν ἐπάνοδον ἐδωρήσατο. Εἰκότως δὲ αὐτῶν ὀνείρῳ τὴν εὐημερίαν ἀπείκασεν· οὐδὲν γὰρ ἐνυπνίου διενήνοχεν ἡ τοῦ παρόντος βίου σκηνή. Καὶ τοῦτο καὶ ἐξ αὐ τῶν τῶν Βαβυλωνίων ῥᾴδιον κατιδεῖν. Οἱ γὰρ πρὸ βραχέος ἀλαζονευόμενοι, καὶ βρενθυόμενοι, ὡς τῆς οἰκουμένης ἁπάσης κεκρατηκότες, τὴν μὲν δυνα στείαν ἐξαίφνης ἀπέβαλον, εἰς ἐσχάτην δὲ δουλείαν μετέπεσον. "Κύριε, ἐν τῇ πόλει σου τὴν εἰκόνα αὐτῶν ἐξουδενώσεις." Ἡ εἰκὼν πρόσκαιρον ἔχει τὸ ἄνθος. Εἰκόνι τοίνυν ἀπεικάζει τῶν Βαβυλω νίων τὴν δυναστείαν, εἰς ὀλίγον ἀρκέσασαν χρό νον· ταύτην δὲ, φησὶ, σὺ ἐξουδενώσεις, τῆς εἰς τὴν σὴν πόλιν δυσσεβείας εἰσπραττόμενος δίκας. καʹ. "Ὅτι ἐξεκαύθη ἡ καρδία μου." Ταῦτα, φησὶν, ἐλογιζόμην, ὑπὸ τῆς ἐκείνων παρανομίας πυρποληθείς· ἀνέλαβε γὰρ τὸ προοίμιον, Ὅτι ἐζή λωσα ἐπὶ τοῖς ἀνόμοις, καὶ ὅπερ ἐκεῖ ζῆλον ἐκά λεσε, τοῦτο ἐνταῦθα καρδίας ἔκκαυσιν. "Καὶ οἱ νεφροί μου ἠλλοιώθησαν." Νεφροὺς, ὡς πολλάκις ἔφην, τοὺς λογισμοὺς ὀνομάζει. Εὐσεβεῖς, φησὶν, ἔχων τοὺς λογισμοὺς, μικροῦ δεῖν ἐξετράπην διὰ τὴν ἐκείνων ἀλαζονείαν. κβʹ. "Κἀγὼ ἐξουδενωμένος, καὶ οὐκ ἔγνων." Τοῦτο σαφέστερον ὁ Σύμμαχος εἴρηκεν· Ἤμην δὲ ἀνεπιστήμων, καὶ μὴ εἰδώς. Τοῦτο τὸ πάθος ἔπαθον ἐξ ἀγνοίας, οὐκ εἰδώς σου τὰ κρίματα. "Κτηνώδης ἐγενήθην παρὰ σοί. [κγʹ] Κἀγὼ διὰ παντὸς μετὰ σοῦ." Ἀλλ' οὐκ ἔτι τοῦτο πείσο μαι, οὐδὲ ζητῆσαί τι ἢ περιεργάσασθαι τῶν ὑπὸ τῆς σῆς σοφίας οἰκονομουμένων ἀνέξομαι· ἀλλὰ κτήνει παραπλησίως, τοῖς σοῖς ἕψομαι νεύμασιν. Οὕτω γὰρ τῆς σῆς προνοίας οὐ χωρισθήσομαι. Καθ άπερ γὰρ τὸ κτῆνος ἀκολουθεῖ τῷ ἄγοντι, μὴ πε 80.1452 ριεργαζόμενον ᾗπερ ἂν ἄγηται, οὕτως ὑπὸ τῆς σῆς κυβερνώμενος χάριτος, ἀκολουθήσω κἀγὼ, μὴ πολυπραγμονῶν σου τὴν πρόνοιαν. "Ἐκράτησας τῆς χειρὸς τῆς δεξιᾶς μου. [κδʹ] Καὶ ἐν τῇ βουλῇ σου ὡδήγησάς με, καὶ μετὰ δόξης προσελάβου με." Ἐντεῦθεν τὰ κατὰ τὴν ἐπάνοδον λέγει, ὅτι καθάπερ πατὴρ ἤπιος παῖδα πεπλανη μένον εὑρὼν, τῆς τούτου λαβόμενος δεξιᾶς, εἰς τὴν οἰκίαν ἐπανάγει· οὕτω με εἰς τὴν πατρῴαν ἐπαν ήγαγες γῆν, τῆς μὲν δουλείας ἐλευθερώσας, ῥᾳδίαν δέ μοι τὴν διὰ τῶν ἐθνῶν διάβασιν χαρισάμενος, εὐ κλεᾶ τε καὶ ἔνδοξον ἀπέφηνας. κεʹ. "Τί γάρ μοι ὑπάρχει ἐν τῷ οὐρανῷ, καὶ παρὰ σοῦ τί ἠθέλησα ἐπὶ τῆς γῆς;" Ὁ δὲ Ἀκύλας, σαφέστερον· Τίς μοι ἐν τῷ οὐρανῷ; καὶ μετὰ