167
εὐπροθύμου γνώμης, τοῦτο μὲν ἐλθὼν καὶ ἐνεγκὼν τὰ κατὰ χρείαν ἐν τῷ οἴκῳ τοῦ ἁρπάσαντός με ἄρχοντος, τοῦτο δὲ καὶ ἐμπλοήσας καὶ συμπροθυμησάμενός με περὶ τῶν χρηστοτέρων ἐλπίδων εἰς τὴν ἀδελφότητα, φρουρουμένην στρατιωτικῇ χειρὶ εἰς τὰ Στουδίου. καί γε δέδειχας ἐξ ὧν προεθυμοῦ μόνος καλῶς βουλευσάμενος, εἰ καὶ ῥιψοκινδύνως· τί τοῦτο; ἀναθεματίσαι τὸν ἀλιτήριον Ἀντώνιον, καθελόντα τὰς σεπτὰς εἰκόνας, σὺν πάσῃ τῇ ἀδελφότητι· δι' ἣν αἰτίαν ἐτύφθης σὺν ἐννέα προέχουσιν ἀνδρείᾳ τῶν ἄλλων. ἔργον ἐποίησας, τέκνον μου, μάρτυρος, στρατιώτου Ἰησοῦ Χριστοῦ. ὢ τῆς μεγαλονοίας σου· ὢ τῆς στερροκαρδίας σου, πρώτου μαστιγωθέντος ὑπὲρ Χριστοῦ καὶ μετὰ Χριστοῦ καὶ ἐκβάντος ἐκ τῶν τοσούτων πληγῶν ἐξαίμου καὶ σαρκοτμήτου, μήτε γοερὰν φωνὴν ἀφεῖναι μήτε συμπεσεῖν τῷ προσώπῳ, ἀλλ' ἐκείνην ῥῆξαι τὴν ῥῆσιν, ἣν ᾄδουσι πολλοί, "4μὴ φοβηθῆτε, ἀδελφοί, οὐδέν ἐστι ταῦτα"5. ὢ τῆς ἁγίας σου γλώσσης· αὕτη ἡ φωνὴ καὶ τὸν τύραννον καὶ πανδαμάτορα ᾔσχυνεν, τύψαντά σε ἔτι διὰ ταύτην, καὶ τοὺς ἀδελφούς σου παρεθάρρυνεν ἴσα σοι ἐνηθληκέναι, καὶ τὸ μέγιστον, τὸν θεὸν εὔφρανεν, τὸν ἑτοιμάζοντά σοι τὸν στέφανον τῆς δικαιοσύνης. Μόνον, τέκνον, τελείως ἀγωνισώμεθα τὸν καλὸν ἀγῶνα· πέποιθα δὲ ὅτι ὁ ἐναρξάμενος ἐν ὑμῖν τὸν ἆθλον τοῦτον καὶ τελειώσειεν. βοήθει καὶ ἐν τῇ ἐξορίᾳ, ἀδελφέ, τοῖς συνεξορίστοις σου λόγῳ, ἔργῳ. προσεύχου καὶ περὶ ἐμοῦ τοῦ ταπεινοῦ ἵνα ἐνέγκω πάντα διὰ Χριστόν, τὸν νῦν διωκόμενον διὰ τῆς ἁγίας εἰκόνος αὐτοῦ. προσαγορεύουσίν σε οἱ σὺν ἐμοὶ ἀδελφοί σου· ἡ χάρις τοῦ Κυρίου Ἰησοῦ Χριστοῦ μετὰ τοῦ πνεύματός σου. ἀμήν. 247 {1Ὑπερεχίῳ τέκνῳ}1 Εὖγε, εὖγε, Ὑπερέχιε τέκνον ἐμόν, καλὸν ἆθλον ἠξιώθης ἀπενέγκασθαι ὑπὲρ Χριστοῦ· ἐδάρης, ἐφυλακίσθης, ἐξωρίσθης, ἐλογίσθης μετὰ ὁμολογητῶν Χριστοῦ. πόθεν σοι ἡ χάρις αὕτη, τὸ δῶρον τὸ οὐράνιον, ἵνα σου τὸ αἷμα ἴδῃς διὰ Χριστὸν περιρρεόμενον καὶ τὰς σάρκας ἐξεσμένας ταῖς μάστιξιν; ἀπελούσω τὰς ἁμαρτίας, ἡγίασας σεαυτόν. βλέπε, ἀδελφέ μου, μή ποτε ἐπιλάθῃ τῆς εὐεργεσίας, μή ποτε ἀπονυστάξῃς ἀπὸ θεοῦ. γρηγόρει εἰς τὴν σωτηρίαν σου, παρακαλῶ, εἰς ὑπομονὴν τελειώσεως· οὐ γὰρ τὸ ἄρξασθαι μόνον, ἀλλὰ καὶ τὸ τελειῶσαι μακάριον. ἤνεγκας πόνους πληγῶν, ἔνεγκον, τέκνον μου, καὶ κόπους ἀσκήσεως, λογισμοὺς πονηροὺς καθαίρων ἀπὸ τῆς καρδίας σου, ἐξ ὧν προάγεται ἄνθρωπος εἰς πρᾶξιν ἁμαρτίας. φοβερὸς ὁ θεός, πῦρ καταναλίσκον τοὺς καταφρονητάς· φύγωμεν τὴν παρρησίαν, τὴν θύραν τῆς ἀνομίας, ἔστω τὸ κάθισμά σου ἀσκανδάλιστον, ὅσιον. ψαλμὸν ἔχεις, ᾠδὴν ἔχεις, εὐχὴν ἔχεις· ἀνάγνωσιν ἔχε, δάκρυον, ἀναλογίζου ἀεὶ τὸν θάνατον, τὴν ἡμέραν τῆς κρίσεως, ὅτε γυμνὰ καὶ τετραχηλισμένα σταίη τὰ σύμπαντα. οἷος φόβος ἐκεῖ καὶ τρόμος τῷ κατ' ἐμὲ ἁμαρτωλῷ καὶ πηλίκη χαρὰ καὶ ἀγαλλίασις τῷ δικαίῳ. Ναί, τέκνον, φυλακῇ φυλάξωμεν ἑαυτούς, ἵνα τὴν παραθήκην ἡμῶν, τουτέστι τὴν ψυχήν, προσενέγκωμεν τῷ θεῷ σώαν, καθαράν· κἂν γὰρ ῥυποῦται διὰ τῶν σκολιῶν λογισμῶν, ἀλλὰ καθαρίζεται πάλιν διὰ τῶν ἐν μετανοίᾳ δακρύων. προσεύχου περὶ ἐμοῦ τοῦ ἁμαρτωλοῦ ἵνα σῴζωμαι ἐν πᾶσιν. οἱ μετ' ἐμοῦ ἀδελφοί σου προσαγορεύουσίν σε· ἡ χάρις μετὰ σοῦ. ἀμήν. 248 {1Ἀφροδισίῳ τέκνῳ}1 Χαίροις, Ἀφροδίσιε, τὸ ἐμὸν τέκνον, μᾶλλον δὲ θεοῦ, ὑπὲρ οὗ ὁ προκείμενος ἀγών. τί τὸ γεγονὸς ἐν σοί, ὅτι οὕτως ἀπηυτομόλησας ἐκδοῦναι τὰς ἑαυτοῦ σάρκας εἰς μάστιγας ὑπὲρ Χριστοῦ, οὕτως ἐνεγκὼν τὰς τοσαύτας πληγὰς ὡς ἀδάμας καρτερῶς; χαῖρε, τοῦ Χριστοῦ στρατιῶτα· ὅρα ποῦ σε κέκληκεν ἡ χάρις, πῶς ἀνεπήδησας εἰς ὕψος ἀρετῆς, ἀναποιησάμενος ἑαυτὸν ἀπὸ προλαβόντων ἐλαττωμάτων. ἐδόξασας τὸν θεόν, τέκνον μου, ἐν τοῖς μέλεσί σου, ἐτίμησας κἀμὲ τὸν ἁμαρτωλόν· ἔλαμψας ἐν τῇ ἀδελφότητί σου μετὰ τῆς ἰσάθλου ἑταιρείας ὡς ἀστὴρ ἑωθινός, ἐγένου τῆς ἐκκλησίας τοῦ θεοῦ στῦλος. Μακάριος εἶ καὶ καλόν σοι ἔσται. ἀλλὰ βλέπε τὸ ἔργον