1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

 217

 218

 219

 220

 221

 222

 223

 224

 225

 226

 227

 228

 229

 230

 231

 232

 233

 234

 235

 236

 237

 238

 239

 240

 241

 242

 243

167

τιθέμεθα." ταῦτα εἰπὼν λέγει τῷ 350 Μαυΐᾳ· "σώζου·" καὶ ἐξῆλθεν ἀπὸ ∆αμασκοῦ ἐπὶ τὴν Μελιτηνὴν διὰ τὸ τὸν τύραννον εἶναι ἐν τοῖς μέρεσιν ἐκείνοις, ἐν οἷς καὶ Σέργιος εἶχε πορεύεσθαι. ὡς δὲ κατέλαβε τὴν Ἀραβισσόν, περιτυγχάνει τῷ κλεισουροφύλακι. οὐ γὰρ συναπῄει τῷ τυράννῳ. τούτῳ δὲ προστάττει παρατηρεῖν τὸν Σέργιον ἐπανερχόμενον, ἵνα αὐτὸν ἀγάγῃ πρὸς αὐτόν. αὐτὸς δὲ ἐπορεύθη εἰς Ἀμνησίαν τὸν Σέργιον ἐκδεχόμενος, τὰ δὲ πεπραγμένα τῷ βασιλεῖ ἐδήλωσεν. Σέργιος δὲ στοιχήσας μετὰ Μαυΐου τὰ δοκοῦντα παρέλαβε Φαδαλᾶν, στρατηγὸν Ἀράβων, μετὰ βοηθείας βαρβαρικῆς συμμαχεῖν τῷ Σαβωρίῳ. προπορευόμενος δὲ ὁ Σέργιος τῷ Φαδαλᾷ καὶ περιχαρῶς πρὸς Σαβώριον ἀπερχόμενος περιπίπτει ἐν ταῖς κλεισούραις τοῖς τοῦ Ἀνδρέου λόχοις. καὶ τοῦτον κρατήσαντες πρὸς Ἀνδρέαν φέρουσι δέσμιον. ὁ δὲ Σέργιος ἰδὼν τὸν Ἀνδρέαν ῥίπτει ἑαυτὸν εἰς τοὺς πόδας αὐτοῦ δεόμενος φείσασθαι αὐτοῦ. ὁ δὲ πρὸς αὐτόν· "σὺ εἶ Σέργιος ὁ ἐγκαυχώμενος ἐν τοῖς αἰδοίοις ἐπὶ Μαυΐου, κἀμὲ θηλυδρίαν ἀποκαλῶν. ἰδού· ἀπὸ τοῦ νῦν τὰ αἰδοῖά σου οὐδέν σε ὠφελήσουσιν, ἀλλὰ καὶ θανατώσουσιν." ταῦτα εἰπὼν ἐπιτρέπει ἐκτμηθῆναι αὐτοῦ τὰ αἰδοῖα, καὶ ἐκρέμασεν αὐτὸν ἐπὶ ξύλου. ὁ δὲ Κωνσταντῖνος ἀκούσας τὴν τοῦ Φαδαλᾶ ἄφιξιν εἰς τὴν Σαβωρίου βοήθειαν ἀποστέλλει Νικηφόρον τὸν πατρίκιον μετὰ Ῥωμαϊκῆς δυνάμεως ἀντιτάξασθαι τῷ Σαβωρίῳ. ἦν δὲ Σαβώριος εἰς Ἀδριανούπολιν, καὶ ὡς ἐπύθετο Νικηφόρον ἔρχεσθαι πρὸς αὐτόν, ἐγύμναζεν ἑαυτὸν πρὸς πόλεμον. συνέβη δὲ ἐν μιᾷ τῶν ἡμερῶν κατὰ τὸ εἰωθὸς τοῦτον τῆς πόλεως ἔφιππον ἐξελαύνειν. ὡς δὲ γέγονε πλησίον τῆς πύλης τῆς πόλεως, δίδωσι τῷ ἵππῳ τῇ μάστιγι. ὁ δὲ ἀφηνιάσας καὶ τούτου τὴν κεφαλὴν τῇ πύλῃ προσρήξας κακῶς τοῦ ζῇν ἀπήλλαξεν· καὶ οὕτως ὁ θεὸς τὴν νίκην ἐδωρήσατο τῷ βασιλεῖ. Φαδαλᾶς οὖν ἐλθὼν εἰς τὴν Ἑξάπολιν καὶ μαθὼν πάντα ἠπόρησεν, καὶ ἀποστέλλει πρὸς Μαυΐαν αἰτῶν βοήθειαν διὰ τὸ τοὺς Ῥωμαίους εἰς ὁμόνοιαν ἐλθεῖν. 351 πέμπει δὲ αὐτῷ Μαυΐας τὸν υἱὸν αὐτοῦ Ἰζίδ, καθοπλίσας αὐτὸν πλήθει βαρβάρων. παρεγένοντο δὲ ἀμφότεροι εἰς Χαλκηδόνα καὶ ᾐχμαλώτευσαν πολλούς, παρέλαβον δὲ καὶ τὸ Ἀμώριον τῆς Φρυγίας εʹ χιλιάδας ἐνόπλων ἀνδρῶν ἀφέντες εἰς φυλακὴν αὐτοῦ, καὶ ἀνέκαμψαν εἰς Συρίαν. χειμῶνος δὲ γενομένου πέμπει ὁ βασιλεὺς τὸν αὐτὸν Ἀνδρέαν τὸν κουβικουλάριον, καὶ χιόνος πολλῆς οὔσης, ἐν νυκτὶ καταλαμβάνει· καὶ διὰ ξύλων ἀνέρχονται ἐπὶ τὸ τεῖχος καὶ εἰσέρχονται εἰς τὸ Ἀμώριον· καὶ πάντας κτείνουσι τοὺς Ἄραβας, τὰς εʹ χιλιάδας, καὶ οὐχ ὑπελείφθη ἐξ αὐτῶν οὐδὲ εἷς. ἐν αὐτῷ δὲ τῷ χειμῶνι πλημμύρα ὑδάτων γέγονεν εἰς Ἔδεσαν, καὶ πολλοὶ ἀπώλοντο· ἐφάνη δὲ καὶ σημεῖον ἐν τῷ οὐρανῷ. Κωνσταντινουπόλεως ἐπίσκοπος Ἰωάννης ἔτη ʹ. ρξʹ. κξʹ. κζʹ. ιγʹ. αʹ. Τούτῳ τῷ ἔτει ἐδολοφονήθη ὁ βασιλεὺς Κώνστας ἐν Σικελίᾳ ἐν Συρακούσῃ ἐν τῷ βαλανείῳ, ᾧ ὄνομα ∆άφνη. ἦν δὲ ἡ αἰτία αὕτη. μετὰ τὴν ἀναίρεσιν Θεοδοσίου, τοῦ ἀδελφοῦ αὐτοῦ, ἐμισήθη ὑπὸ τῶν Βυζαντίων, καὶ μάλιστα ὅτι καὶ Μαρτῖνον, τὸν ἁγιώτατον πάπαν Ῥώμης, ἀτίμως ἤγαγεν ἐν Κωνσταντινουπόλει καὶ ἐξώρισεν εἰς τὰ τῆς Χερσῶνος κλίματα, καὶ Μάξιμον τὸν σοφώτατον καὶ ὁμολογητὴν ἐγλωσσοτόμησεν καὶ ἐχειροκόπησε καὶ πολλοὺς τῶν ὀρθοδόξων αἰκίαις καὶ ἐξορίαις καὶ δημεύσεσι κατεδίκασε διὰ τὸ μὴ πείθεσθαι τῇ αἱρέσει αὐτοῦ, καὶ τοὺς δύο Ἀναστασίους μαθητὰς ὑπάρχοντας τοῦ ὁμολογητοῦ καὶ μάρτυρος Μαξίμου ἐξορίαις καὶ βασάνοις ἐπέδωκεν. διά τοι ταῦτα ἐμισήθη σφοδρῶς παρὰ πάντων. δειλιάσας δὲ ἠβουλήθη μετενέγκαι τὸ βασίλειον εἰς Ῥώμην. ὅθεν καὶ τὴν βασίλισσαν καὶ τοὺς τρεῖς υἱοὺς αὐτοῦ ἐπᾶραι ἠθέλησεν, εἰ μὴ Ἀνδρέας ὁ κουβικουλάριος καὶ Θεόδωρος ὁ Κολωνείας τὴν τούτου βουλὴν διεκώλυσαν. ἐποίησε δὲ ἐν Σικελίᾳ ἔτη ʹ. εἰσελθόντι δὲ αὐτῷ ἐν τῷ εἰρημένῳ βαλανείῳ συνεισῆλθεν αὐτῷ τις Ἀνδρέας, υἱὸς Τρωΐλου, ὑπουργῶν αὐτῷ. ὡς δὲ ἤρξατο γαλλικῷ σμήχεσθαι, λαβὼν Ἀνδρέας τὸ κάδιον δίδωσι κατὰ κορυφῆς τοῦ