Expositio in Psalmos ΤΟΥ ΕΝ ΑΓΙΟΙΣ ΠΑΤΡΟΣ ΗΜΩΝ ΚΥΡΙΛΛΟΥ ΑΡΧΙΕΠΙΣΚΟΠΟΥ
Εἰς τὸ τέλος, ἐν ὕμνοις. Ψαλμὸς ᾠδῆς τῷ ∆αβίδ. (A f. 20.) Τὸν μὲν τρίτον
Τῷ Κυρίῳ ὑπὲρ τῶν λόγων Χουσὶ υἱοῦ Ἰεμενεί. (A f. 3 b) Σὺ δέ μοι ὅρα, ὅτι σε
ΨΑΛΜΟΣ ΙΘʹ. Ἐπακούσαι σου Κύριος ἐν ἡμέρᾳ θλίψεως. (A f. 116 b.) Ἀεὶ τῶν ἁγίων τέταται
Κρῖνόν με, Κύριε, ὅτι ἐγὼ ἐν ἀκακίᾳ μου ἐπορεύθην. (A f. 141) Τὸ μέν τοι
Μέγας Κύριος, καὶ αἰνετὸς σφόδρα ἐν πόλει τοῦ Θεοῦ ἡμῶν, ἐν ὄρει ἀγίῳ
κοιλάδες χρηματίζουσιν; Ὅτι τῶν νοητῶν ὀρῶν, δηλαδὴ τῶν προφητῶν, τὸ ὕδωρ ἀποδέχονται.
Εἶπα τοῖς παρανομοῦσι, μὴ παρανομεῖν, καὶ τοῖς ἁμαρτάνουσι· Μὴ ὑψοῦτε
Πρὸς σὲ κεκράξομαι ὅλην τὴν ἡμέραν. (E f. 177, K f. 159 b) Τὸ ὅλην τὴν
[Καὶ οἶνος εὐφραίνει καρδίαν ἀνθρώπου. Νοητὸς δέ που πάντως ὁ τοιοῦτός
σώζει Θεὸς, ἀπαλλάττει γὰρ ἀπὸ συμπτώματος καὶ ἐξ ἀκηδίας, τουτέστι δαιμονίου μεσημβρινοῦ. Πεσεῖται ἐκ τοῦ κλίτους σου χιλιάς. (C f. 374 b, H f. 396 b) Κλῖτος μὲν γάρ φησιν τὸ μέρος τὸ ἀριστερὸν ἤτοι τὸ πλάγιον. Οὐκοῦν καὶ εἰ πολλοί τινες εἶεν, φησὶν, καὶ ἀριθμοῦ κρείττονες οἱ τοῖς σεβομένοις Θεὸν ἐπιβουλεύοντες, ἀλλ' ὄψει πί πτοντας αὐτοὺς ἐντεῦθεν κἀκεῖθεν, σὲ αὐτὸν δὲ πα ραδόξως σωζόμενον διὰ τὸν προεστηκότα καὶ προμα χόμενον. Ὡς γάρ φησιν τὸ Γράμμα τὸ ἱερὸν, "Ἐν χειρὶ κρυφαίᾳ πολεμεῖ Κύριος ἐπὶ Ἀμαλὴκ, ἀπὸ γενεῶν εἰς γενεάς." Οὐ γὰρ πεπαύσεται σώζων τοὺς ἀγαπῶντας αὐτόν. Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου· τὸν Ὕψιστον ἔθου καταφυγήν σου. (B f. 375, H f. 397 b) Ἐπισημήνασθαι δὲ ἀναγ καῖον ὅτι τοὺς προκειμένους στίχους ἑτέρως νοοῦσί τινες, κακῶς καὶ κεκιβδηλευμένως· ἀναφέρουσι γὰρ αὐτοὺς εἰς τὸ αὐτοῦ πρόσωπον τοῦ Χριστοῦ, συν άπτοντες τοὺς στίχους καὶ λέγοντες, Ὅτι σὺ, Κύριε, ἡ ἐλπίς μου, τὸν Ὕψιστον ἔθου καταφυγήν σου. Καὶ μετ' ὀλίγα· Φασὶ γὰρ αὐτὸν καταφυγὴν ἔχειν τὸν Ὕψιστον, δῆλον δὲ ὅτι τὸν ἐν τοῖς οὐρανοῖς Πατέρα. Γέγονε δὲ πρόφασις αὐτοῖς τῆς τοιαύτης ἐννοίας ὁ Σατανᾶς· αὐτὸς γὰρ οὕτω νενόηκεν τοὺς στίχους· καὶ τοῦτο ἰσώμεθα ἐκ τῶν εὐαγγελικῶν Γραμμάτων. Ὅτε γὰρ ἐπείραζεν αὐτὸν, ἀνήγαγεν αὐτὸν ἐπὶ τὸ πτερύγιον τοῦ ἱεροῦ, καὶ δὴ καὶ ἔφασκεν· "Εἰ Υἱὸς εἶ τοῦ Θεοῦ, βάλε σεαυτὸν κάτω ἐνταῦθα. Γέγραπται γὰρ, ὅτι Τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ, τοῦ διαφυλάξαι σε ἐν πάσαις ταῖς ὁδοῖς σου." Συκο φάντης γὰρ ὑπάρχων καὶ πλάνος ὁ Σατανᾶς τὰ περὶ ἡμῶν εἰρημένα καὶ αὐτῷ προσάπτει τῷ προσώπῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ. Ἀλλ' ἡμεῖς οὐχ οὕτως νοοῦμεν ὡς νοεῖν ἔθος τῷ Σατανᾷ Εἰ δὲ οὕτω νενοήκασιν Ἀρειανοὶ, θαυμαστὸν οὐδέν· ἀκο λουθοῦσι γὰρ τῷ ἰδίῳ πατρί. Ψεύστης γάρ ἐστιν ὁ Σατανᾶς, καὶ ἡ ἀλήθεια ἐν αὐτῷ οὐχ ἕστηκεν, κατὰ 69.1221 τὴν τοῦ Σωτῆρος φωνήν. Καὶ μετ' ὁλίγα· Εἰ γάρ ἐστι κατ' αὐτοὺς ἀληθὲς τὸ τοιοῦτον, ἐλπίδα μὲν αὐτὸν ἡμεῖς τὸν Χριστὸν πεποιήμεθα, αὐτὸς δὲ καταφυγὴν ἔχει τὸν Πατέρα· οὐκοῦν βοηθουμένῳ προσπεφεύγα μεν, Σωτῆρα καλοῦμεν τὸν παρ' ἑτέρου σωζόμενον. Οὐκ ἔστι ταῦτα, μὴ γένοιτο. Λέγομεν τοίνυν τοῖς οὕτω φρονεῖν εἰωθόσιν· Ἄλλα ἡμῖν λαλεῖτε, καὶ ἀναγγέλλετε ἡμῖν ἑτέραν πλάνησιν. Ἔξω τῆς εὐ θείας ἔρχεσθε τρίβου, τὴν βασιλικὴν ἀφέντες ὁδὸν, εἰς ἀκάνθας πίπτετε καὶ βόθρους, τῆς ἀληθείας ἐκ πεπτώκατε. Ἴσος καὶ ὅμοιος κατὰ πάντα ἐστὶ τοῦ Πατρὸς ὁ Υἱὸς, καὶ χαρακτήρ ἐστι τῆς ὑποστάσεως αὐτοῦ, εἰκὼν καὶ ἀπαύγασμα τῆς δόξης αὐτοῦ, Ὕψι στός ἐστι καθ' ἃ ὁ Πατήρ. Μάστιξ οὐκ ἐγγιεῖ τῷ σκηνώματί σου. (B f. 275 b, H f. 598) Τὸ σκήνωμα παρὰ τῇ θεο πνεύστῳ Γραφῇ οὐ πάντως τὸ σῶμα δηλοῖ, ἀλλ' ἢ πόλιν, ἢ χώραν, ἢ οἶκον. Πιστώσεται δὲ τοῦτο λέ γων ὁ μακάριος ∆αβίδ· "Εἰ ἀναβήσομαι ἐπὶ κλίνης στρωμνῆς μου· εἰ δώσω ὕπνον τοῖς ὀφθαλμοῖς μου, καὶ τοῖς βλεφάροις μου νυσταγμὸν, καὶ ἀνάπαυσιν τοῖς κροτάφοις μου, ἕως οὗ εὕρω τόπον τῷ Κυρίῳ, σκήνωμα τῷ Θεῷ Ἰακώb." Ὅτι τοῖς ἀγγέλοις αὐτοῦ ἐντελεῖται περὶ σοῦ. (B f. 375 b, H f. 398 b) Τούτοις ἐχρήσατο τοῖς στίχοις ὁ Σατανᾶς, ὡς ἐπ' ἀνθρώπου κοινοῦ τὰ τοιαῦτα λέγων τῷ πάντων ἡμῶν Σωτῆρι Χριστῷ. Ἐπειδὴ γάρ ἐστιν ὅλος σκότος, καὶ κατεσκοτισμένην ἔχει τὴν διάνοιαν, οὐ συνῆκε τῶν εἰρημένων τὴν δύναμιν· ὅτι ὁ ψαλμὸς ἐκ προσώπου παντὸς δικαίου εἴρηται βοηθουμένου ὑπὸ τοῦ Ὑψίστου, ὄντος Θεοῦ τοῦ οὐρα νοῦ. Ἠγνόησε δὲ πρὸς τούτῳ ὅτι Θεὸς ὢν ὁ Λόγος γέγονεν ἄνθρωπος, καὶ αὐτὸς ἦν ὁ οἰκονομικῶς πει ραζόμενος. Ἀλλ' ὁ μὲν Σατανᾶς, ὡς ἔφην, ὡς ἐπὶ ἀνθρώπου κοινοῦ, ἢ καὶ ὡς ἐφ' ἑνὸς τῶν ἁγίων προφητῶν, εἰρῆσθαι τοὺς λόγους ὑπελάμβανεν. Ἔστι δὲ τῶν ἀτοπωτάτων ἡμᾶς τοὺς εἰδότας ἀκριβῶς τὸ μυστήριον, καὶ πεπιστευκότας ὅτι Θεός ἐστιν, καὶ Υἱὸς Θεοῦ, καὶ ὅτι δι' ἡμᾶς καθ' ἡμᾶς γέγονεν ἄν θρωπος, ὑπονοεῖν περὶ αὐτοῦ τοὺς στίχους εἰρῆσθαι. Οὐχ ἁρμόζει τοίνυν τῷ προσώπῳ τοῦ πάντων ἡμῶν Σωτῆρος Χριστοῦ, τὸ λέγεσθαι· "Τὸν Ὕψιστον ἔθου καταφυγήν σου·" αὐτὸς γάρ ἐστιν ὁ Ὕψιστος, ἡ πάντων καταφυγὴ, ἡ πάντων ἐλπὶς,