ἔγκυκλον, οὗ καὶ ὁ Κωμικὸς μέμνηται, γυναικεῖον ἦν ποτε φόρημα. Φησὶ γοῦν Παυσανίας ὅτι ἔγκυκλον περιπόρφυρον ἱμάτιον καὶ χιτὼν γυναικεῖος, ὃν ἔνδοθεν ἐνδύονται γυναῖκες, εἶτα τὸ ἔνδυμα. λέγεται δέ, φησίν, ὑπ' ἐνίων ἐπιγονατίς, διότι μέχρι γονάτων διήκει. ∆ιαφέρει δὲ ἔγκυκλον ἐγκυκλήματος, ὅτι τὸ ἐγκύκλημα, ὃ καὶ ἐγκύκληθρον λέγεται, μηχάνημα ἦν ὑπότροχον, ὑφ' 3.609 οὗ ἐδείκνυτο τὰ ἐν τῇ σκευῇ ἢ σκηνῇ. (ῃ. 179) Τὸ δὲ «ἔξυσε» κατὰ τοὺς παλαιοὺς ἀντὶ τοῦ ἐκέρκισε. ξύουσι γάρ, φασί, τὴν κρόκην πρὸς τὸ πυκνωθῆναι, ἢ ἐλέανεν, ἀπὸ μεταφορᾶς τῶν ξύλων, ἢ ἔγναψε μετὰ τὸ ὑφῆναι. Ἀκόλουθον δὲ καὶ τὸ «ἀσκήσασα», ἧς δὴ λέξεως ἡ κίνησις Ὁμήρῳ συνήθης οὖσα σημαίνει μὲν ἐπιμέλειαν, ὡς δηλοῖ καὶ τὸ «ἤσκειν εἴρια» καὶ τὸ ἀσκητὸν νῆμα καὶ ὁ ἀσκητής. λαμβάνεται δὲ ἢ ἀπὸ τοῦ ἀκεῖσθαι, ὡς ἐν ἄλλοις ἐδηλώθη, ἢ ἀπὸ ἀσκοῦ, ὃς εἰ καὶ μὴ ξύεται πρὸς εὐχρηστίαν, ἀλλ' ἐν χρῷ κείρεται. ∆αίδαλα δὲ ἀπὸ τοῦ δαιδάλεα συγκέκοπται, καὶ εἴρηται καὶ περὶ τούτου ἀλλαχοῦ. δῆλον δὲ ὅτι τὸ δαίδαλα πολλὰ ἔχειν ποικίλον ἀσκητὸν πέπλον σημαίνει. [Καὶ ὅτι ἐκ τοῦ Κρητὸς ∆αιδάλου ἢ γυναικὸς ∆αιδάλης αἱ τοιαῦται λέξεις εἰσί, καὶ ὅτι πλεονάζει καὶ ἐν τοῖς τοιούτοις τὸ δεύτερον δέλτα. ἐκ τοῦ δαίω γάρ, τὸ μανθάνω, καὶ ὁ ∆αίδαλος καὶ τὰ κατ' αὐτόν.] Ὅρα δὲ τὸ πολλά, δι' οὗ ἐνέφηνεν ὁ ποιητὴς δύνασθαι μὲν εἰς πλέον καὶ νῦν πολυγραφῆσαι, ἀφιέναι δὲ τοῦτο, ἵνα μὴ ῥητορείαν ἐπιστοιβάσῃ φιλοτίμως ἄκαιρον. (ῃ. 180) Ἐνεταὶ δὲ περόνης εἶδος, χρησιμευούσης κατὰ τὸ ἰδιωτικῶς λεγόμενον τενάντιον. παρὰ τὸ ἐνίεσθαι, ὃ ἔστιν ἐμβάλλεσθαι, τῇ ἀντικειμένῃ ὀπῇ, ὥσπερ καὶ τὰ ἕρματα, ὡς ὁ ποιητὴς ἔφη, ἐνίενται εὐτρήτοις λοβοῖς. Καὶ ἔστι πως ἐτυμολογικὸν καὶ τὸ ἐνεταῖς ἐπερονᾶτο, ὡς εἰ ἔλεγε, περόναις ἐπερονᾶτο, ἢ ἐνεταῖς ἐνίετο. ταὐτὸν γὰρ κατὰ πολυωνυμίαν περόναι καὶ ἐνεταί. (ῃ. 181) Τοὺς δὲ θυσάνους γλῶσσα μέν τις σισύβους καλεῖ, ἡ δὲ κοινὴ κροσσούς, ἀφ' ὧν καὶ οἱ κροσσωτοί. Κρωσσὸς μέντοι διὰ τοῦ ˉω μεγάλου παρὰ Παυσανίᾳ κεράμειον, κρατὴρ ὕδατος, ὑδρία. ∆ῆλον δὲ ὡς κύκλῳ περὶ τὴν ζώνην ἀπῃώρηντο οἱ τοσοῦτοι θύσανοι, ὁποῖον δή τι καὶ μέχρι νῦν πολλαχοῦ γίνεται. (ῃ. 182) Ἕρματα δὲ τὰ τοῖς ὠτίοις ἐνειρόμενα κόσμια παρὰ τὸ ἐνείρεσθαι. δασύνεται δὲ ἡ λέξις ὁποίῳ 3.610 κανόνι καὶ τὰ τῶν νηῶν ἕρματα, ὧν ἡ ἐστερημένη ναῦς ἀνερμάτιστος λέγεται. ∆ιονύσιος δὲ λέγει καὶ ὅτι ἕρμα λέγεται καὶ ἡ ἐν θαλάσσῃ πέτρα. Λοβοὶ δὲ τὰ τοῦ ὠτὸς ἄκρα, ἔνθα ἐνείρεται τὸ ἐνώτιον. διὸ καὶ ἐλλόβια λέγονται ἀπὸ τοῦ λοβοῦ, ὡς ἀπὸ τοῦ ὠτὸς ἐνώτια. γίνεται δὲ ὁ λοβὸς παρὰ τὴν λαβήν. εὐλαβῆ γάρ εἰσιν αὐτὰ δι' ἁπαλότητα. παρὰ δὲ τοῖς μεθ' Ὅμηρον καὶ μέρος ἥπατος ὁ λοβὸς καὶ ἀγγεῖόν τι ὀσπριοδόχον. (ῃ. 183) Τρίγληνα δὲ ἢ τὰ ἀξιοθέατα καὶ πολλῆς γλήνης ἄξια, ἤγουν θέας, ὅθεν καὶ τὸ «γλήνεα πολλὰ κεχάνδει», ἤγουν ἐχώρει, ἢ τὰ ἐκ τριῶν τινων ζῴων σύνθετα. οἱ δέ φασι τριόφθαλμα, ἃ οἱ Ἀττικοὶ τριόττια καὶ τριοττίδας καλοῦσιν. οἱ δέ τινες τριῶν ἔχοντα Χαρίτων ἐκτυπώματα. τοῦτο δὲ οὐ καλῶς. οὐ γὰρ οἶδε Χαρίτων ἀριθμὸν ὁ ποιητὴς κατὰ τοὺς ὕστερον. ἐνήγαγε δὲ τοὺς τοιούτους νοῆσαι οὕτως ἐπαχθὲν τὸ «χάρις δ' ἀπελάμπετο». Ἰστέον δὲ ὅτι καὶ οἱ ἀξιοθέατα εἰπόντες τὰ τρίγληνα καὶ οἱ τριόφθαλμα διὰ τὴν γλήνην οὕτως ἐνόησαν, δι' ἧς ὀφθαλμοῦ κόρη δηλοῦται, γινομένη κατὰ συγκοπὴν ἐκ τοῦ γαλήνη. Μορόεντα δὲ παρὰ τὸν μόρον, τὴν κακοπάθειαν, τὰ ἐκπεπονημένα, φασί, τῇ κατασκευῇ καὶ μεμεριμνημένα τῇ τέχνῃ. τὰς δὲ τοιαύτας λέξεις ἔστιν εὑρεῖν καὶ ἐν τοῖς ἑξῆς, κεῖνται δὲ καὶ ἐν Ὀδυσσείᾳ. (ῃ. 184) Τὸ δὲ κρήδεμνον κεφαλῆς ἦν, φασί, κάλυμμα, παρειμένον μέχρι τῶν ὤμων κατὰ τὸ λεγόμενον πέτασον, παρὰ τὸ κάρη καὶ τὸ δέμα πλεονασμῷ τοῦ ˉν. καὶ ὁ κεκρύφαλος δέ, φασί, κεφαλῆς ἦν δετὸς κόσμος, ὡς ἐν τοῖς μετὰ ταῦτα φανεῖται, ὁμοίως καὶ ἡ ἀναδέσμη. (ῃ. 185) Τὸ δὲ νηγάτεον τί δηλοῖ, καὶ ὅθεν γίνεται, ἐν τῇ βῆτα ῥαψῳδίᾳ εἴρηται. Τὸ δὲ «λευκὸν ἦν ἠέλιος ὥς» κόμμα ἐστὶν ἐπιφωνηματικόν, καθὰ καὶ τὸ «χάρις δ' ἀπελάμπετο πολλή». ἐσχημάτισται δὲ τὸ «λευκὸν δ' ἦν ὡς ἥλιος» διὰ ποικιλίαν. τὸ γὰρ ὀρθὸν ἦν εἰπεῖν καλῷ νηγατέῳ