1

 2

 3

 4

 5

 6

 7

 8

 9

 10

 11

 12

 13

 14

 15

 16

 17

 18

 19

 20

 21

 22

 23

 24

 25

 26

 27

 28

 29

 30

 31

 32

 33

 34

 35

 36

 37

 38

 39

 40

 41

 42

 43

 44

 45

 46

 47

 48

 49

 50

 51

 52

 53

 54

 55

 56

 57

 58

 59

 60

 61

 62

 63

 64

 65

 66

 67

 68

 69

 70

 71

 72

 73

 74

 75

 76

 77

 78

 79

 80

 81

 82

 83

 84

 85

 86

 87

 88

 89

 90

 91

 92

 93

 94

 95

 96

 97

 98

 99

 100

 101

 102

 103

 104

 105

 106

 107

 108

 109

 110

 111

 112

 113

 114

 115

 116

 117

 118

 119

 120

 121

 122

 123

 124

 125

 126

 127

 128

 129

 130

 131

 132

 133

 134

 135

 136

 137

 138

 139

 140

 141

 142

 143

 144

 145

 146

 147

 148

 149

 150

 151

 152

 153

 154

 155

 156

 157

 158

 159

 160

 161

 162

 163

 164

 165

 166

 167

 168

 169

 170

 171

 172

 173

 174

 175

 176

 177

 178

 179

 180

 181

 182

 183

 184

 185

 186

 187

 188

 189

 190

 191

 192

 193

 194

 195

 196

 197

 198

 199

 200

 201

 202

 203

 204

 205

 206

 207

 208

 209

 210

 211

 212

 213

 214

 215

 216

168

Ἰουλίου Καίσαρος οἱ μετέπειτα Ῥωμαίων βασιλεῖς Καίσαρες ὠνομάσθησαν, ἀπὸ δὲ Αὐγούστου Αὔγουστοι. ἐπὶ τούτου τὰ Ῥωμαϊκὰ ἤκμασεν. Ἐλπίδιον Ἀντωνίῳ συμμαχοῦντα λαβὼν Αὔγουστος ζῶντα ἀνεῖλεν ἐν Ῥώμῃ. 369 Οἱ Ἀντιοχεῖς ἔνθεν ἀριθμοῦσι τοὺς ἑαυτῶν χρόνους. Ἀντώνιον καὶ Ἐλπίδιον νικήσας Αὔγουστος εἰς φιλίαν προσδέχεται πρε σβευσαμένης τῆς συγκλήτου. Αὔγουστος τὴν Εὐρώπην ἐκληρώσατο, Ἐλπίδιος τὴν Λιβύην καὶ Ἀντώνιος τὴν μεγάλην Ἀσίαν. Οὗτος ἐλθὼν ἐν Κιλικίᾳ καὶ Κλεοπάτραν μεταστειλάμενος ἁλίσκεται τῷ ταύτης ἔρωτι. κατὰ Περσῶν δὲ στρατεύσας καὶ ἡττηθεὶς ἐπανέρχεται πολεμήσων Αὐγούστῳ, πρὸς ὃν ναυμαχήσας καὶ ἡττηθεὶς ἑαυτὸν διεχει ρίσατο. Αὔγουστος πεζὸν ἐθριάμβευσε θρίαμβον. Ἡ τῶν Ἠπειρωτῶν ἓξ βασιλέων ἀρχὴ ἐπαύσωτο, διαρκέσασα ἔτη ζʹ. Ἔτη λδʹ τὸν Ὑρκανὸν στοιχειοῦντες κρατήσαντα Ἰουδαίων ἐπισημαινόμεθα τοῖς ἀγνοοῦσι τὰ τρία τούτων Ἀντιγόνου λογίζεσθαι. Τῷ γὰρ λαʹ ἔτει Ὑρκανοῦ καταχθεὶς ὑπὸ Πάρθων εἰς τὴν ἀρχὴν τῶν Ἰουδαίων, κρατεῖ μὲν αὐτῆς ζῶντα τὸν Ὑρκανὸν χειρωσάμενος καὶ τοῖς ὀδοῦσιν ἀποτεμὼν αὐτοῦ τὰ ὦτα, ὡς ἂν μὴ τὸ λοιπὸν ἱερατεύοι, καὶ Πάρ θοις ἐκδίδωσιν ἄγειν εἰς τὴν Περσικήν. ἀναιρεῖ δὲ Φασάιλον ἀδελφὸν Ἡρώδου καὶ φυγαδεύει τοῦτο, πολλὰ καταδραμόντων αὐτοῦ Πάρθων ἐπὶ τὴν Ἰουδαίαν μετὰ μητρὸς καὶ τῆς συγγενείας. φεύγοντος Ἡρώδου καὶ τούτους πολλάκις πολέμῳ τρεπομένου, καὶ κατασφαττόμενος, ὃς πολλάκις πρὸς Μάλιχον Ἀράβων βασιλέα θαρρῶν καταφεύγει, ἤδη προευεργετη μένον, οὐ προσδεχθεὶς δὲ φόβῳ τῶν Πάρθων εἰς Ἀλεξάνδρειαν ἔρχεται πρὸς Κλεοπάτραν. δεξιωθεὶς οὖν παρ' αὐτῆς καὶ τὴν ἐπιμέλειαν τῆς ὑπ' αὐτὴν ἔχειν ἀρχῆς ἀνεβάλλετο διὰ τὴν πρὸς Ἀντώνιον ἐπὶ Ῥώμην καὶ Αὔγουστον πορείαν, ὡς Ἰώσηππος, ὡς δὲ Ἀφρικανός, σὺν αὐτῇ πρὸςἈντώνιον ἦλθε, κἀκεῖνος παρὰ τὸν Σεβαστὸν Ὀκταούιον εἰς Ῥώμηναὐτὸν ἔστειλεν. ὁ δὲ διὰ τὸ τὸν Ἀντίγονον ὑπὸ Πάρθων ἐχθρῶν ὄντων 370 Ῥωμαίοις κρατῆσαι τῆς ἀρχῆς, διά τε τὸν αὐτοῦ πατέρα Ἀντίπατρον συμμαχήσαντα Ῥωμαίοις καὶ αὐτὸν Ἡρώδην, γράφει τοῖς κατὰ Συρίαν στρατηγοῖς κατάγειν Ἡρώδην ἐπὶ τὴν βασιλείαν Ἰουδαίων, Σωσίου τὸν πρὸς Ἀντίγονον πόλεμον ἐπιτραπέντος ὑπὸ τοῦ Καίσαρος, ὃς ἔτεσι τρι σὶν ἐπεκράτησεν. Ἰωσήππου ἐκ τοῦ ιδʹ λόγου τῆς ἀρχαιολογίας περὶ τῆς Ἡρώδου ἀσημότητος

ΚΟΣΜΟΥ ΕΤΗ ΕΥΞΘ Τοῦτο τὸ πάθος συνέβη τῇ Ἱεροσολυμιτῶν πόλει

ὑπατεύοντος ἐν Ῥώμῃ Μάρκου Ἀγρίππα καὶ Κανδίδου Γάλλου ἐπὶ τῆς ρπεʹ ὀλυμπιάδος τῷ τρίτῳ μηνὶ τῇ ἑορτῇ τῆς νηστείας, ὡς ἐκ περιτροπῆς τῆς γενομένης ἐπὶ Πομπηίου τοῖς Ἰουδαίοις συμφορᾶς. καὶ γὰρ ὑπ' ἐκείνου τῇ αὐτῇ ἑάλωσαν ἡμέρᾳ μετὰ ἔτη κζʹ. Σώσιος δὲ χρυσοῦν ἀναθέμενος τῷ θεῷ στέφανον ἀνέζευξεν ἀπὸ Ἱερο σολύμων Ἀντίγονον ἄγων δεσμώτην Ἀντωνίῳ. δείσας δ' Ἡρώδης μὴ φυλαχθεὶς Ἀντίγονος ὑπὸ Ἀντωνίου τοῦ υἱοῦ καὶ κομισθεὶς εἰς Ῥώμηνὑπ' αὐτοῦ δικαιολογήσηται, καὶ πρὸς τὴν σύγκλητον ἐπιδεικνὺς αὐτὸν μὲν ἐκ βασιλέων, Ἡρώδην δὲ ἰδιώτην, ἢ ὅτι προσῆκεν αὐτοῦ βασιλεύειν τοὺς παῖδας, ἢ καὶ αὐτὸς εἰς Ῥωμαίους ἐξήμαρτε, ταῦτα φοβούμενος πολλοῖς χρήμασι πείθει τὸν Ἀντώνιον ἀνελεῖν τὸν Ἀντίγονον. οὗ γενομένου τοῦ δέους μὲν Ἡρώδης ἀπαλλάσσεται, παύεται δὲ οὕτως ἡ τοῦ Ἀσαμοναίου ἀρχὴ μετὰ ἔτη ρκςʹ. Οἶκος λαμπρὸς οὗτος ἦν καὶ διάσημος γένους τε ἕνεκα καὶ τῆς ἱερατι κῆς τιμῆς, ὧν ὑπὲρ τοῦ ἔθνους οἱ γονεῖς αὐτοῦ διεπράξαντο. ἀλλ' οὗτοι μὲν διὰ τὴν πρὸς ἀλλήλους στάσιν τὴν ἀρχὴν ἀπέβαλον, μετέβη δὲ εἰς Ἡρώδην τὸν Ἀντιπάτρου οἰκίας ὄντα δημοτικῆς καὶ γένους ἰδιωτικοῦ καὶ ὑπακούοντος τοῖς βασιλεῦσι. καὶ τοῦτο μὲν τὸ τέλος τῆς Ἀσαμοναίων γενεᾶς παρειλήφαμεν. 371 Ἀφρικανοῦ περὶ τῶν Ὑρκανῷ καὶ Ἀντιγόνῳ συμβάντων καὶ περὶ Ἡρωδου τοῦ τε Σεβαστοῦ καὶ Ἀντωνίου καὶ Κλεοπάτρας ἐν ἐπιτόμῳ