168
μην καὶ ἐπένευε πρὸς τὴν ἀξίωσιν, συνέθεντο μετὰ τῶν πρέσβεων ἐν Βαϊμὶ τὴν ἕνωσιν γενέσθαι χωρίῳ Μακεδονικῷ. ὁ Κράλης μὲν οὖν, ἐπεὶ ἐπύθετο τὸ σύνθημα, ἐκ τῆς οἰκείας ὁρμηθεὶς πρὸς τὸ συντεθειμένον χωρίον ᾔει· βασιλεὺς δ' ὥσπερ ἔκπληξίν τινα βουληθεὶς τῷ Κράλῃ ἐμποιῆσαι ἢ μᾶλλον ἀδόλου καὶ καθαρᾶς φιλίας πίστεις παρασχεῖν, τὸ μετὰ παρασκευῆς καὶ ἀντιῤῥόπου στρατιᾶς εἰς τὸν ὡρισμένον τόπον ἐλθεῖν καταλιπὼν, τριακοσίους τῶν ἰδίων ἀπολεξάμενος, καὶ ἐκ τῶν ἐπιφανῶν τινας ὀλίγους χωρὶς τῶν πρὸς ὑπηρεσίας τεταγμένων, ἔτι περὶ μέσην τὴν οἰκείαν διατρίβοντι τῷ Κράλῃ κατὰ τὸ Ῥαδοβόσδιον προσαγορευόμενον, ἠγγέλλετο ὁ βασιλεὺς ἐξαίφνης προσιών. πρῶτα μὲν οὖν ἐθορυβήθη δείσας τὴν βασιλέως ἔφοδον, μὴ οὐ κατὰ φιλίαν εἴη. ὡς δὲ ἐπύθετο τὸν ἀριθμὸν τῶν ἑπομένων καὶ τὴν γνώμην βασιλέως ἣν ἔχων μετὰ τοσούτων ἥκει, ὑπερηγάσθη τε τὸν βασιλέα τῆς ἀδόλου γνώμης καὶ τῆς πρὸς τοὺς φίλους ἐλευθερίας, καὶ συνήδετο ἑαυτῷ τοιοῦτον κτησαμένῳ φίλον. εἱστίασέ τε αὐτὸν φιλοτίμως μάλα καὶ βασιλικῶς, καὶ παρακατέσχεν ἑαυτῷ ἐφ' ἡμέραις ἑπτά. πολλήν τε ἐπιδειξάμενος φιλοφροσύνην καὶ μετρίως ἐς τὰ μάλιστα καὶ οἷα δεσπότῃ προσενεχθεὶς τῷ βασιλεῖ, μετὰ τὴν ἑβδόμην αὐτὸς μὲν ὑπελείπετο εἰς τὴν οἰκείαν, βασιλέα δὲ χαίρων χαίροντα οἴκαδε ἀπέπεμπε. κατὰ ταύτην δὲ τὴν συντυχίαν καὶ μεγάλῳ δομεστίκῳ ἐγένετο πρὸς Κράλην φιλία ἰσχυρὰ πεῖραν ἑαυτοῦ παρασχομένῳ. 1.476 κθʹ. Βασιλεὺς δὲ ἐκεῖθεν εἰς Θεσσαλονίκην ἐλθὼν καὶ οὐ πολὺ ἐνδιατρίψας, ἧκεν εἰς Βυζάντιον. καὶ οὐ πολλαῖς ἡμέραις ὕστερον ἠγγέλλετο, ὡς ∆ομένικος ὁ Ἀνδρέου τοῦ Κατάνια, ὃς τῆς νέας Φωκαίας ἦρχε, βασιλέως παραδόντος κατὰ χάριν, τοῦ πατρὸς αὐτῷ ἀποθανόντος, κληρονόμος τῆς οὐσίας καταστὰς, πλούσιος δὲ ἦν, τοῖς χρήμασι φυσηθεὶς, Λέσβον διανοηθείη Ῥωμαίων ἀφελόμενος, ἰδίαν ἑαυτῷ περιποιήσασθαι ἡγεμονίαν, μίαν καὶ δέκα ἐκ Γεννούας οἰκείοις χρήμασι πληρώσας τριήρεις καὶ ἐκ Σικελίας μίαν προσεταιρισάμενος ∆ηλίους τε πείσας πέντε παρασχεῖν, ἀκηρύκτως ἐπέπλευσε Λεσβίοις. καὶ Μιτυληναίους μὲν εἷλε τειχομαχίᾳ, ἀπαρασκεύοις προσπεσὼν καὶ καταπλήξας τῷ ἀπροσδοκήτῳ· ἐκράτησε δὲ καὶ τῶν ἄλλων φρουρίων συμπάντων ὅσα ἦν κατὰ τὴν νῆσον· Ἐρεσσοῦ δὲ καὶ Μηθίμνης ἀπεπείρασαν μὲν, ἥττους δὲ ὀφθέντες τῶν τειχῶν ἀπέσχοντο, καὶ νῦν ταῦτα μόνα τὴν πρὸς βασιλέα εὔνοιαν καὶ δουλείαν ἀποσώζει. τοιαῦτα περὶ Λέσβου πυθόμενος ὁ βασιλεὺς, Λατίνοις μὲν τοῖς κατὰ Γαλατᾶν ἀποίκοις οὖσι Γεννουϊτῶν πολλὴν ὠνείδισε τὴν πονηρίαν καὶ τὴν νεωτεροποιΐαν, καὶ διεμαρτύρατο ὅτι παρὰ τὰ συγκείμενα Ῥωμαίοις καὶ αὐτῶν τῇ βουλῇ καὶ τῷ δήμῳ οἰκείᾳ χρώμενοι μοχθηρίᾳ καὶ πανουργίᾳ πράττουσιν, ἐξ ὧν οὐ ζημίας μόνον, ἀλλὰ καὶ πόνους καὶ κινδύνους τοῖς Ῥωμαίων βασιλεῦσι προξενοῦσιν. οἷς οὐδὲ αὐτοὶ εἶχον ἀντειπεῖν ὡς δικαίως οὐ κατηγοροῦνται. αὐτὸς 1.477 δὲ ἐν ἡμέραις εἴκοσι ταῖς πάσαις τεττάρων καὶ ὀγδοήκοντα νεῶν στόλον ἐξηρτύετο, ὧν ἦσαν αἱ τέτταρες καὶ τετταράκοντα διήρεις καὶ τριήρεις· αἱ λοιπαὶ δὲ μονήρεις ἦσαν. εἵποντο δὲ καὶ νῆες φορτηγοὶ ἄγουσαί τε στρατιώτας πεζομάχους καὶ σῖτον καὶ τὰ ἄλλα ἐπιτήδεια τῇ στρατιᾷ. καὶ ἐπεὶ πάντα παρεσκευασμένα ἦν καὶ οὐδὲν ἐνέδει ἔτι, ἄραντες ἐκ Βυζαντίου ἔπλεον ἐπὶ Λέσβον. γενομένοις δὲ αὐτοῖς κατὰ τὴν Καλλιούπολιν τὴν πρὸς Ἑλλήσποντον, οἱ ἀπὸ τῆς Λέσβου τῶν Λατίνων σκοποὶ οἳ παρῆσαν αὐτόθι μακρᾷ νηῒ ταχυναυτούσῃ, φυλάσσοντες τὴν βασιλέως ἔφοδον, πρότεροι ἐλθόντες διά τε ταχυτῆτα τῆς νηὸς καὶ τὸ μάλιστα ἐπισπεύδειν τὸν πλοῦν, ἐμήνυον βασιλέως τὸν ἐπίπλουν ὡς οὐ πολὺ ὕστερον ἐσόμενον. ἐκείνοις δὲ τὸ πλῆθος μὴ εἰδόσι τῶν βασιλικῶν νεῶν, ἐδόκει μαχητέα πρὸς βασιλέα εἶναι· καὶ παρεσκευάζοντο ὡς ναυμαχήσοντες. οἱ ∆ήλιοι δὲ ὁρῶντες αὐτοὺς παρασκευαζομένους, ναυάρχῳ τῷ σφετέρῳ τὴν γνώμην κατάδηλον ἐποίουν, φάσκοντες ὡς πᾶσι μᾶλλον ἀνθρώποις ἢ βασιλεῖ τῷ Ῥωμαίων ὅπλα ἀνταίρειν εἶεν δυνατοί. οὗ δὴ ἕνεκα καὶ πρὶν καταστῆναι ἐς τὴν μάχην, φανερὰν αὐτῷ τὴν βουλὴν